← 该撒利亚的巴西流

书信集

§90

致西方主教谢函与为东方教会求援

巴西尔致信西方主教们,感谢借由阿塔纳修斯转达的纯正信仰手信以及执事萨比努斯的汇报所带来的慰藉,同时详述了东方教会受异端摧残的严峻困境,恳求西方教会在属灵共融中施以援手并同心代祷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§90

Τοῖς ἁγιωτάτοις ἀδελφοῖς καὶ ἐπισκόποις τοῖς ἐν τῇ δύσει Ὁ ἀγαθὸς Θεός, ὁ ἀεὶ ταῖς θλίψεσι τὰς παρακλήσεις παραζευγνύς, ἔδωκεν ἡμῖν καὶ νῦν ἐπὶ τῷ πλήθει τῶν ὀδυνῶν εὑρέσθαι τινὰ μετρίαν παράκλησιν ἐκ τῶν γραμμάτων, ἃ παρὰ τῆς ὑμετέρας ὀρθότητος ὁ τιμιώτατος πατὴρ ἡμῶν Ἀθανάσιος ὁ ἐπίσκοπος δεξάμενος διεπέμψατο ἡμῖν, ὑγιοῦς πίστεως μαρτυρίαν, καὶ τῆς ἀνεπηρεάστου ὑμῶν ὁμονοίας καὶ συμπνοίας ἀπόδειξιν ἔχοντα, ὥστε καὶ ποιμένας ἀναδεικνύναι τοῖς ἴχνεσι τῶν πατέρων ἀκολουθοῦντας καὶ τὸν λαὸν τοῦ Κυρίου μετʼ ἐπιστήμης ποιμαίνοντας.1 ταῦτα πάντα ηὔφρανεν ἡμᾶς τοσοῦτον, ὥστε λῦσαι ἡμῶν τὴν κατήφειαν, καὶ μειδίαμά τι βραχὺ ταῖς ψυχαῖς ἡμῶν ἐμποιῆσαι ἀπὸ τῆς σκυθρωπῆς ταύτης τῶν πραγμάτων καταστάσεως, ἐν ᾗ νῦν καθεστήκαμεν. Ἐπέτεινε δὲ ἡμῖν τὴν παράκλησιν ὁ Κύριος διὰ τοῦ υἱοῦ ἡμῶν τοῦ εὐλαβεστάτου συνδιακόνου Σαβίνου, ὃς καὶ τὰ παρʼ ὑμῖν καλὰ διηγησάμενος ἀκριβῶς ἔθρεψεν ἡμῶν τὰς ψυχάς· καὶ τὰ ἡμέτερα δέ, τῇ πείρᾳ μαθών, ἐναργῶς ὑμῖν ἀναγγελεῖ, ἵνα προηγουμένως μὲν διὰ τῆς ἐκτενοῦς καὶ φιλοπόνου δεήσεως τῆς πρὸς τὸν Κύριον συναγωνίζησθε ἡμῖν, ἔπειτα δὲ καὶ τὴν ἐνδεχομένην ὑμῖν παραμυθίαν ταῖς καταπονουμέναις ἐκκλησίαις εἰσενέγκασθαι μὴ παραιτήσησθε. κέκμηκε γὰρ τὰ ἐνταῦθα, ἀδελφοὶ τιμιώτατοι, καὶ ἀπείρηκε πρὸς τὰς συνεχεῖς προσβολὰς τῶν ἐναντίων ἡ Ἐκκλησία, ὥσπερ τι πλοῖον ἐν πελάγει μέσῳ ταῖς ἐπαλλήλοις πληγαῖς τῶν κυμάτων βασανιζόμενον, εἰ μή τις γένοιτο ταχεῖα ἐπισκοπὴ τῆς ἀγαθότητος τοῦ Κυρίου. ὥσπερ οὖν ἡμεῖς ἴδιον ἑαυτῶν ἀγαθὸν ποιούμεθα τὴν ὑμετέραν πρὸς ἀλλήλους σύμπνοιάν τε καὶ ἑνότητα, οὕτω καὶ ὑμᾶς παρακαλοῦμεν συμπαθῆσαι ἡμῶν ταῖς διαιρέσεσι, καὶ μή, ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν, χωρίζειν ἡμᾶς ἀφʼ ἑαυτῶν, ἀλλʼ ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ, εἰς τὴν ἑνὸς σώματος ἡμᾶς συμφωνίαν ἀναλαμβάνειν.2 Γνώριμα δὲ τὰ θλίβοντα ἡμᾶς, κἂν ἡμεῖς μὴ λέγωμεν· εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην λοιπὸν ἐξήχηται. καταπεφρόνηται τὰ τῶν πατέρων δόγματα· ἀποστολικαὶ παραδόσεις ἐξουδένωνται· νεωτεροποιῶν ἀνθρώπων ἐφευρέματα ταῖς ἐκκλησίαις ἐμπολιτεύεται· τεχνολογοῦσι λοιπόν, οὐ θεολογοῦσιν, οἱ ἄνθρωποι· ἡ τοῦ κόσμου σοφία τὰ πρωτεῖα φέρεται, παρωσαμένη τὸ καύχημα τοῦ σταυροῦ. ποιμένες ἀπελαύνονται, ἀντεισάγονται δὲ λύκοι βαρεῖς, διασπῶντες τὸ ποίμνιον τοῦ Χριστοῦ. οἶκοι εὐκτήριοι ἔρημοι τῶν ἐκκλησιαζόντων· αἱ ἐρημίαι πλήρεις τῶν ὀδυρομένων. οἱ πρεσβύτεροι ὀδύρονται, τὰ παλαιὰ συγκρίνοντες τοῖς παροῦσιν· οἱ νέοι ἐλεεινότεροι, μὴ εἰδότες οἵων ἐστέρηνται. Ταῦτα ἱκανὰ μὲν κινῆσαι πρὸς συμπάθειαν τοὺς τὴν Χριστοῦ ἀγάπην πεπαιδευμένους· συγκρινόμενος δὲ τῇ ἀληθείᾳ τῶν πραγμάτων ὁ λόγος παρὰ πολὺ τῆς ἀξίας αὐτῶν ἀπολείπεται. εἴ τι οὖν παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα οἰκτιρμῶν, κινήθητε πρὸς τὴν ἀντίληψιν ἡμῶν.3 λάβετε ζῆλον εὐσεβείας, ἐξέλεσθε ἡμᾶς τοῦ χειμῶνος τούτου. λαλείσθω καὶ παρʼ ἡμῖν μετὰ παρρησίας τὸ ἀγαθὸν ἐκεῖνο κήρυγμα τῶν πατέρων, τὸ καταστρέφον μὲν τὴν δυσώνυμον αἵρεσιν τὴν Ἀρείου, οἰκοδομοῦν δὲ τὰς ἐκκλησίας ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἐν ᾗ ὁ Υἱὸς ὁμοούσιος ὁμολογεῖται τῷ Πατρί, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμοτίμως συναριθμεῖταί τε καὶ συλλατρεύεται· ἵνα ἣν ὑμῖν ἔδωκεν ὁ Κύριος ὑπὲρ τῆς ἀληθείας παρρησίαν, καὶ τὸ ἐπὶ τῇ ὁμολογίᾳ τῆς θείας καὶ σωτηρίου Τριάδος καύχημα, τοῦτο καὶ ἡμῖν διὰ τῶν ὑμετέρων εὐχῶν καὶ τῆς συνεργίας ὑμῶν χαρίσηται. τὸ δὲ καθέκαστον αὐτὸς ὁ προειρημένος συνδιάκονος ἀναγγελεῖ ὑμῶν τῇ ἀγάπῃ. καὶ πᾶσι δὲ τοῖς γενομένοις κανονικῶς παρὰ τῆς ὑμετέρας τιμιότητος συνεθέμεθα, τὸν ἀποστολικὸν ὑμῶν ζῆλον ὑπὲρ τῆς ὀρθοδοξίας ἀποδεξάμενοι.

致西方的至圣弟兄们和主教们。善美的上帝总是在患难中伴以安慰,如今在我们重重痛苦之中,祂亦赐我们从手信中寻得几许慰藉。此信乃我们至堪敬重的父阿塔纳修斯主教从阁下等纯正的信仰处领受并转寄给我们的,其中载有纯全信仰的见证,并证明阁下等不受动摇的同心同德与和睦,以致显明了那些追随教父足迹、凭真知牧养主之羊群的牧者们。凡此种种令我们欣喜万分,乃至解除了我们的消沉,令我们的心灵从如今身陷的这般阴郁局势中露出一丝欣慰的微笑。 主借着我们的儿子、至为敬虔的同工执事萨比努斯,使我们的安慰更增一分。他向我们准确叙述了你们那里的美事,滋养了我们的心灵;而他亲历得知我们的境况,亦将向阁下等历历陈明,以便你们首先借着向主迫切而殷勤的祈求与我们一同争战,继而亦不推辞为饱受摧残的众教会带来力所能及的慰藉。因为至尊的弟兄们啊,此地之势已疲惫不堪,若非主的仁善速施眷顾,教会直如大洋中一艘遭受重重波浪连续冲击的小舟,在仇敌接二连三的攻击下早已濒于崩溃。因此,正如我们将阁下等彼此间的同心与联合视作我们自身的福分,我们亦恳求阁下等同情我们的分裂,切莫因地理方位的相隔而将我们弃绝于你们之外,反当因我们在圣灵里的相通中联合为一,而将我们接纳于一体的和睦之中。 令我们痛苦之事,即使我们不说,亦已广为人知;因为如今已传遍整个普世。教父们的信条遭到蔑视;使徒的传统被化为乌有;标新立异之徒的捏造在教会中通行无阻。人们如今玩弄巧辩,不再论述神学;世俗的智慧推开了十字架的夸耀,独占鳌头。牧者们被驱逐,残暴的豺狼却被引进而撕裂基督的羊群。祈祷之所空无聚会的信众;荒野之中满是哀号之人。长者因抚今追昔而悲泣;青年人更堪怜悯,因不知自己失去了何等宝贵之物。 凡此种种,足以促动受过基督之爱熏陶之人萌生怜悯;但与客观事实的真相相比,言语仍远不足以尽其沉痛。因此,若有任何爱的安慰,若有任何圣灵的交通,若有任何慈悲怜悯,便请兴起救助我们!激发起敬虔的热忱,将我们从这暴风雨中拯救出来!愿教父们那良善的宣讲在我们这里亦得以坦然放胆地宣讲——那倾覆亚流恶名昭彰之异端、将众教会建立在纯正教导中的宣讲:在这教导中,圣子被承认与圣父同质,圣灵亦同受尊荣地一体被列入并一同受敬拜;好使主为了真理赐予阁下等的坦然无惧,以及因宣认神圣救赎之三位一体而有的夸耀,借着阁下等的祈祷与协助,亦能赐予我们。至于具体的各项细节,前述同工执事自当向阁下等的爱心禀报。我们亦完全赞同阁下之尊荣按教会法所行的一切事,欣然接纳阁下等维护正统信仰的使徒式热忱。

语法注3 条
  1. 90ὥστε καὶ ποιμένας ἀναδεικνύναι τοῖς ἴχνεσι τῶν πατέρων ἀκολουθοῦντας καὶ τὸν λαὸν τοῦ Κυρίου μετʼ ἐπιστήμης ποιμαίνοντας

    不定式 ἀναδεικνύναι 用于由 ὥστε 引导的结果从句中,进一步阐明前文名词 ἀπόδειξιν(证据)的内涵。宾格 ποιμένας 充当不定式的直接宾语(“显明那些追随教父足迹的牧者”),不定式的隐含主语则指信函本身或西方主教群体。

  2. 90καὶ μή, ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν, χωρίζειν ἡμᾶς ἀφʼ ἑαυτῶν, ἀλλʼ ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ, εἰς τὴν ἑνὸς σώματος ἡμᾶς συμφωνίαν ἀναλαμβάνειν

    由主动词 παρακαλοῦμεν 及其宾格宾语 ὑμᾶς 所支配的两个不定式以对仗结构并列:καὶ μή... χωρίζειν... ἀλλʼ... ἀναλαμβάνειν。在每个不定式短语之前,分别插入了表对比原因的从句(ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν 与 ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ),形成倒装错置(hyperbaton),将地理上的阻隔与属灵上的合一形成鲜明对照。

  3. 90εἴ τι οὖν παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα οἰκτιρμῶν, κινήθητε πρὸς τὴν ἀντίληψιν ἡμῶν

    这一连串条件从句呼应了《腓立比书》2:1的经文修辞。在每个由 εἴ 引导的条件句中,系动词 ἐστί 均被省略(“若有任何爱的安慰……”),并在归结句中直接引出过去时被动态祈使语气动词 κινήθητε(“当兴起/当受感动”),构成核心呼吁。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:90