- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:88-89
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第88封信中,巴西尔向税吏请求宽限商业税的缴纳期限,或允许在筹款期间暂缺指定数额先行解缴;在第89封信中,他致信安提阿主教梅勒提乌斯,请求借执事多罗特奥斯前往之际起草致西方教会的联合书信,并敦促恢复与阿塔纳修斯主教的共融。
Ἀνεπίγραφος, ἐπὶ ἀπαιτητῇ χρημάτων Τὴν δυσκολίαν τῆς συγκομιδῆς τοῦ πραγματευτικοῦ χρυσίου πάντων μάλιστα ἡ σὴ τιμιότης κατέμαθε· καὶ τῆς πενίας ἡμῶν οὐδένα μάρτυρα τοιοῦτον ἔχομεν, οἷον σέ, ὃς ἐκ τῆς μεγάλης φιλανθρωπίας καὶ συνέπαθες ἡμῖν καὶ συμπεριηνέχθης μέχρι τοῦ παρόντος τὰ δυνατά, οὐδαμοῦ τὸ πρᾶον τῆς ἑαυτοῦ τῶν τρόπων καταστάσεως ἐκ τῆς τῶν ἄνωθεν ἐπικειμένων ταραχῆς παρακινήσας. ἐπεὶ οὖν ὑπολείπεται ἡμῖν ἐκ τοῦ παντὸς σταθμοῦ ὀλίγον ἔτι χρυσίον, καὶ τοῦτο ἀνάγκη ἐκ τοῦ ἐράνου, εἰς ὃν προετρεψάμεθα πᾶσαν τὴν πόλιν, συγκομισθῆναι, παρακαλοῦμέν σου τὴν ἡμερότητα μικρόν τι ἐκτεῖναι ἡμῖν τὴν προθεσμίαν, πρὸς τὸ καὶ τοὺς ἔξω τῆς πόλεως ὑπομνησθῆναι. ἐν ἀγροῖς γάρ ἐστι τὸ πολὺ τῶν ἐν τέλει, ὡς οὐδὲ αὐτὸς ἀγνοεῖς. ἐὰν μὲν οὖν ᾖ δυνατὸν παρὰ τοσάσδε λίτρας1 ἐκπεμφθῆναι, τοσοῦτον γὰρ ἡμῖν ὑπολέλειπται, τοῦτο γενέσθαι παρακαλοῦμέν σε· κἀκεῖνο ἐπαποσταλήσεται ὕστερον· ἐὰν δὲ πᾶσα ᾖ ἀνάγκη ἀθρόον αὐτὸ παραπεμφθῆναι τοῖς θησαυροῖς, ὅπερ ἐξ ἀρχῆς ἠξιώσαμεν, πλατυτέραν ἡμῖν γενέσθαι τὴν προθεσμίαν.2
无题,致金钱税吏 商业黄金税的征收之难,阁下的尊荣知之最详;而在我们的贫困上,我们也没有比您更好的见证人。您出于莫大的仁慈,至今都在力所能及的范围内同情我们并宽厚相待,丝毫未因上司施加的扰乱而动摇自己温和宽仁的性情。如今,在全额的总重量中,我们尚且缺少一小部分黄金,而这笔款项必须从我们劝勉全城缴纳的摊派捐款中收纳,因此我们恳求您的宽仁稍稍为我们宽限时日,以便城外之人也能得到催缴。因为如您所深知,大部分官员如今都在乡间。因此,若能缺免这几磅而先行送交——因为我们所欠缺的恰恰是这个数目——我们便恳求您促成此事,余款日后自当随后补送;但若务必整笔一次性缴入国库,我们便请求,如我们最初所恳求的那样,赐予我们更宽裕的期限。
Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας Ὁ ἀγαθὸς Θεός, παρασχόμενος ἡμῖν προφάσεις προσηγοριῶν πρὸς τὴν σὴν τιμιότητα, τὸ σφοδρὸν τοῦ πόθου παραμυθεῖται. μάρτυς γὰρ αὐτὸς τῆς ἐπιθυμίας ἡμῶν ἣν ἔχομεν εἰς τὸ θεάσασθαί σου τὸ πρόσωπον, καὶ ἀπολαῦσαι τῆς ἀγαθῆς σου καὶ ψυχωφελοῦς διδασκαλίας. καὶ νῦν δὲ διὰ τοῦ εὐλαβεστάτου καὶ σπουδαιοτάτου ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἐρχομένου παρακαλοῦμέν σε προηγουμένως προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα μὴ πρόσκομμα ὦμεν τῷ λαῷ, μηδὲ ἐμπόδιον ταῖς ὑμετέραις εὐχαῖς πρὸς τὸ δυσωπῆσαι τὸν Κύριον. ἔπειτα καὶ ὑπομιμνήσκομεν καταξιῶσαί σε πάντα τυπῶσαι διὰ τοῦ προειρημένου ἀδελφοῦ, καὶ εἴ τι δεῖ ἐπισταλῆναι τοῖς κατὰ τὴν δύσιν, διὰ τὸ ὀφείλειν ἀναγκαίως καὶ δι’ ἡμετέρου αὐτοῖς ἀπενεχθῆναι γράμματα, αὐτὸν ὑπαγορεῦσαι τὰς ἐπιστολάς. ἡμεῖς γὰρ ἐπιτυχόντες Σαβίνου, τοῦ παρʼ αὐτῶν ἀποσταλέντος διακόνου, ἐπεστείλαμεν πρός τε τοὺς Ἰλλυριοὺς καὶ πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ἐπισκόπους, καί τινας τῶν ἰδίως πρὸς ἡμᾶς ἐπιστειλάντων. εὔλογον δὲ ὡς ἀπὸ κοινοῦ τῆς συνόδου ἀποσταλῆναί τινα τὸν κομίζοντα δεύτερα γράμματα, ἅπερ αὐτὸς κέλευσον τυπωθῆναι. Καὶ περὶ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Ἀθανασίου ἀκριβῶς γινώσκουσαν τὴν τελείαν σου φρόνησιν ὑπομιμνήσκομεν, ὅτι3 ἀμήχανον τοῖς παρʼ ἐμοῦ γράμμασιν ἐπιδοῦναι ἢ ποιῆσαί τι τῶν ὀφειλομένων, ἐὰν μὴ καὶ παρʼ ὑμῶν, τῶν τότε τὴν κοινωνίαν αὐτοῦ ἀναβαλλομένων, δέξηταί τινα τρόπον. αὐτὸς γὰρ λέγεται πάνυ ὡρμῆσθαι πρὸς τὸ συναφθῆναι ἡμῖν, καὶ τὰ κατὰ δύναμιν συμβαλέσθαι, λυπεῖσθαι δέ, ὅτι καὶ τότε παρεπέμφθη ἀκοινώνητος, καὶ ἔτι νῦν ἀτελεῖς μένουσιν αἱ ὑποσχέσεις. Τὰ δὲ κατὰ τὴν ἀνατολὴν ὅπως διάκειται οὐκ ἔλαθε πάντως τὰς ἀκοὰς τῆς θεοσεβείας σου, καὶ δι’ ἑαυτοῦ δὲ ἀκριβέστερον πάντα ὁ προειρημένος ἀδελφὸς διηγήσεται. ὃν καταξίωσον εὐθὺς ἐκπέμψαι μετὰ τὸ Πάσχα, διὰ τὸ ἀναμένειν τὰς ἀπὸ Σαμοσάτων ἀποκρίσεις· οὗ καὶ τὴν προθυμίαν ἀπόδεξαι, καὶ εὐχαῖς αὐτὸν ἐνισχύσας, πρόπεμψον εἰς τὰ προκείμενα.
致安提阿主教梅勒提乌斯 善美的上帝借着赐给我们向阁下的尊荣致意的契机,抚慰了我们强烈的思念之情。因为祂亲自为我们的渴望作证,见证我们多么企盼瞻仰您的圣容,并得享您良善而有益于灵魂的教导。如今,借着前来的至为敬虔而热忱的弟兄、同工执事多罗特奥斯,我们首先恳求您为我们祈祷,免得我们成为民众的绊脚石,阻碍你们祈求主应允的祈祷。其次,我们亦提请您屈尊借着前述弟兄妥善安排一切;若有何事需要致信西方教会之人,鉴于亦必须由我们自己的人将信函带给他们,恳请您亲自口授这些书信。因为我们此前遇到了他们派来的执事萨比努斯,已致信伊利里亚人以及意大利和高卢的主教们,并致信几位曾私下写信给我们的人。然而,若能以主教会议全体的共同名义派遣专人呈送第二封书信,乃是合宜之举,还请您亲自吩咐起草此信。 关于至堪敬重的阿塔纳修斯主教,我们提请深知实情的阁下之完全智慧注意:除非从当年推延与他共融的你们那里得到某种表态,否则他绝不可能理会我个人的信函,或履行其应尽的职责。因为据说他本人极为渴望与我们联合,并在力所能及的范围内予以协助,但他因当年未得共融而被遣离、且至今诺言仍未兑现而深感忧伤。 至于东方的情势如何,阁下的敬虔自当已有所闻,而前述弟兄亦将亲身向您更详尽准确地叙述一切。由于必须等候来自萨莫萨塔的答复,请您屈尊在复活节后立即差遣他成行;愿您接纳他的热忱,以祈祷加添他的力量,打发他去完成摆在面前的事工。
- 88παρὰ τοσάσδε λίτρας
介词 παρά 支配宾格,表示扣除或短缺(即“短缺……磅”)。巴西尔在此询问是否可以先扣除若干磅(τοσάσδε λίτρας)的差额,按不足之数先行解缴。
- 88πλατυτέραν ἡμῖν γενέσθαι τὴν προθεσμίαν
此动词不定式从句承接前文动词 παρακαλοῦμεν 的省略,构成条件从句 ἐὰν δὲ πᾶσα ᾖ ἀνάγκη...(“若务必……”)的主句结论部分,中间插入了说明性短语 ὅπερ ἐξ ἀρχῆς ἠξιώσαμεν(“正如我们最初所恳求的那样”)。
- 89τὴν τελείαν σου φρόνησιν ὑπομιμνήσκομεν, ὅτι
动词 ὑπομιμνήσκω 支配一个表示尊称的抽象名词宾格(τὴν τελείαν σου φρόνησιν),并由 ὅτι 从句引出提醒的具体内容。现在分词 ἀκριβῶς γινώσκουσαν 修饰该宾格,带有伴随或让步意味(“尽管阁下完全的智虑深知此事”)。
