- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔赞扬了马克西穆斯来信中所展现的美德,批评了亚历山大的狄奥尼修斯因过度反驳萨伯里乌而误入异端之途,阐明了自己关于“本质上相似”这一说法的立场,并邀请马克西穆斯来其幽居之处探访交谈。
Μαξίμῳ φιλοσόφῳ Εἰκόνες ὄντως τῶν ψυχῶν εἰσὶν οἱ λόγοι. κατεμάθομεν οὖν σε διὰ τοῦ γράμματος, ὅσον φασίν, ἐξ ὀνύχων τὸν λέοντα·1 καὶ ἥσθημεν εὑρόντες περὶ τὰ πρῶτα καὶ μέγιστα τῶν ἀγαθῶν οὐκ ἀργῶς διακείμενον, τήν τε πρὸς τὸν Θεὸν ἀγάπην καὶ πρὸς τὸν πλησίον. σημεῖον δὲ ποιούμεθα τοῦ μέν, τὴν περὶ ἡμᾶς δεξιότητά σου, τοῦ δέ, τὴν περὶ τὴν γνῶσιν σπουδήν. ὅτι δὲ ἐν δυοῖν τούτοιν ἐστὶ τὰ ὅλα, γνώριμον παντὶ Χριστοῦ μαθητῇ. Ἃ δὲ ἐπιζητεῖς τῶν Διονυσίου ἦλθε μὲν εἰς ἡμᾶς, καὶ πάνυ πολλά· οὐ πάρεστί γε μὴν τὰ βιβλία, διόπερ οὐκ ἀπεστείλαμεν. ἔχομεν δὲ γνώμης οὕτως. οὐ πάντα θαυμάζομεν τοῦ ἀνδρός· ἔστι δὲ ἃ καὶ παντελῶς διαγράφομεν. σχεδὸν γὰρ ταυτησὶ τῆς νῦν περιθρυλλουμένης ἀσεβείας, τῆς κατὰ τὸ Ἀνόμοιον λέγω, οὗτός ἐστιν, ὅσα γε ἡμεῖς ἴσμεν, ὁ πρῶτος ἀνθρώποις τὰ σπέρματα παρασχών. αἴτιον δέ, οἶμαι, οὐ πονηρία γνώμης, ἀλλὰ τὸ σφόδρα βούλεσθαι ἀντιτείνειν τῷ Σαβελλίῳ. εἴωθα γοῦν ἀπεικάζειν ἐγὼ φυτοκόμῳ, νεαροῦ φυτοῦ διαστροφὴν ἀπευθύνοντι, εἶτα τῇ ἀμετρίᾳ τῆς ἀνθολκῆς διαμαρτόντι τοῦ μέσου καὶ πρὸς τὸ ἐναντίον ἀπαγαγόντι τὸ βλάστημα. τοιοῦτόν τι καὶ περὶ τὸν ἄνδρα τοῦτον ὅτι γεγενημένον εὕρομεν. ἀντιβαίνων γὰρ σφοδρῶς τῇ ἀσεβείᾳ τοῦ Λίβυος, ἔλαθεν ἑαυτὸν εἰς τὸ ἐναντίον κακὸν ὑπὸ τῆς ἄγαν φιλοτιμίας ὑπενεχθείς. ᾧ γε τοσοῦτον ἐξαρκοῦν δεῖξαι, ὅτι οὐ ταὐτὸν τῷ ὑποκειμένῳ Πατὴρ καὶ Υἱός, καὶ ταύτῃ ἔχειν κατὰ τοῦ βλασφημοῦντος τὰ νικητήρια, ὁ δέ,2 ἵνα πάνυ ἐναργῶς καὶ ἐκ τοῦ περιόντος κατακρατῇ, οὐχ ἑτερότητα μόνον τῶν ὑποστάσεων τίθεται, ἀλλὰ καὶ οὐσίας διαφορὰν καὶ δυνάμεως ὕφεσιν καὶ δόξης παραλλαγήν. ὥστε ἐκ τούτου συνέβη, κακοῦ μὲν αὐτὸν κακὸν διαμεῖψαι, τῆς δὲ ὀρθότητος τοῦ λόγου διαμαρτεῖν. ταύτῃ τοι καὶ παντοδαπός ἐστιν ἐν τοῖς συγγράμμασιν, νῦν μὲν ἀναιρῶν τὸ ὁμοούσιον, διὰ τὸν ἐπʼ ἀθετήσει τῶν ὑποστάσεων κακῶς αὐτῷ κεχρημένον, νῦν δὲ προσιέμενος ἐν οἷς ἀπολογεῖται πρὸς τὸν ὁμώνυμον. πρὸς δὲ τούτοις καὶ περὶ τοῦ Πνεύματος ἀφῆκε φωνὰς ἥκιστα πρεπούσας τῷ Πνεύματι, τῆς προσκυνουμένης αὐτὸ θεότητος ἐξορίζων καὶ κάτω που τῇ κτιστῇ καὶ λειτουργῷ φύσει συναριθμῶν. ὁ μὲν οὖν ἀνὴρ τοιοῦτος. Ἐγὼ δέ, εἰ χρὴ τοὐμὸν ἴδιον εἰπεῖν, τὸ ὅμοιον κατʼ οὐσίαν, εἰ μὲν προσκείμενον ἔχει τὸ ἀπαραλλάκτως, δέχομαι τὴν φωνὴν ὡς εἰς ταὐτὸν τῷ ὁμοουσίῳ φέρουσαν κατὰ τὴν ὑγιῆ δηλονότι τοῦ ὁμοουσίου διάνοιαν. ὅπερ καὶ τοὺς ἐν Νικαίᾳ νοήσαντας, Φῶς ἐκ Φωτὸς καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντας, ἐπαγαγεῖν ἀκολούθως τὸ ὁμοούσιον.3 οὔτε οὖν φωτὸς πρὸς φῶς, οὔτε ἀληθείας πρὸς ἀλήθειάν ποτε, οὔτε τῆς τοῦ Μονογενοῦς οὐσίας πρὸς τὴν τοῦ Πατρὸς ἐπινοῆσαί τινα παραλλαγὴν δυνατόν. εἴ τις οὖν οὕτως, ὡς εἶπον, ἐκδέχοιτο, προσίεμαι τὴν φωνήν. εἰ δέ τις τοῦ ὁμοίου τὸ ἀπαράλλακτον ἀποτέμνοι, ὅπερ οἱ κατὰ τὴν Κωνσταντινούπολιν πεποιήκασιν, ὑποπτεύω τὸ ῥῆμα ὡς τοῦ Μονογενοῦς τὴν δόξαν κατασμίκρυνον. καὶ γὰρ καὶ ἀμυδραῖς ἐμφερείαις, καὶ πλεῖστον τῶν ἀρχετύπων ἀποδεούσαις, τὸ ὅμοιον πολλάκις ἐπινοεῖν εἰώθαμεν. ἐπεὶ οὖν ἧττον οἶμαι κακουργεῖσθαι τὸ ὁμοούσιον, οὕτω καὶ αὐτὸς τίθεμαι. Ἀλλὰ τί οὐκ ἐπιφοιτᾷς ἡμῖν, ὦ ἄριστε, ὥστε παρόντας ἡμᾶς ἀλλήλοις περὶ τῶν τοιούτων διαλεχθῆναι, καὶ μὴ γράμμασιν ἀψύχοις καταπιστεύειν τὰ τηλικαῦτα, ἄλλως τε μήτε πάνυ δημοσιεύειν τὰ ἑαυτῶν ἐγνωκότας; ὅπως οὖν μὴ τὸ τοῦ Διογένους πρὸς τὸν Ἀλέξανδρον καὶ αὐτὸς ἡμῖν εἴπῃς, ὅτι ἴσον ἐστὶ παρʼ ὑμῶν τὸ δεῦρο καὶ πρὸς ὑμᾶς ἐνθένδε. ἡμεῖς μὲν γὰρ ὑπὸ τῆς ἀῤῥωστίας, μικροῦ δεῖν, ὥσπερ τὰ φυτὰ ἐπὶ τῆς αὐτῆς χώρας ἀεὶ κατεχόμεθα· καὶ ἅμα τὸ λαθεῖν βιώσαντες ἐν τοῖς πρώτοις τῶν ἀγαθῶν ἄγομεν. σὺ δὲ ἔῤῥωσαί τε, ὥς φασι, καὶ ἅμα πολίτην σεαυτὸν τῆς οἰκουμένης ποιήσας δίκαιος ἂν εἴης καὶ δεῦρο φοιτᾷν4 ὡς εἰς μέρος τῆς σεαυτοῦ. εἰ γὰρ καὶ τοῖς πρακτικοῖς ὑμῖν πρέπουσι δῆμοι καὶ πόλεις, αἷς τὰς κατʼ ἀρετὴν πράξεις ἐνεπιδείκνυσθε, ἀλλά γε πρὸς θεωρίαν καὶ τὴν κατὰ νοῦν ἐνέργειαν, δι’ ἧς συναπτόμεθα τῷ Θεῷ, ἀγαθὴ συνεργὸς ἡ ἡσυχία· ἣν πολλὴν ἐπὶ τῆς ἐσχατιᾶς καὶ ἄφθονον γεωργοῦμεν σὺν αὐτῷ γε εἰπεῖν τῷ παρασχομένῳ ἡμῖν Θεῷ. εἰ δὲ πάντως δεῖ περιέπειν τὰς δυναστείας καὶ περιφρονεῖν τοὺς χαμαὶ κειμένους ἡμᾶς, σὺ δὲ ἀλλὰ γράφε5 ἡμῖν, καὶ ταύτῃ ποίει ἡδίους.
致哲学家马克西穆斯 言语确是心灵的肖像。因此,正如人们所说的“凭爪识狮”,我们通过信件透彻地了解了你;并且我们很高兴地发现,你对于诸善中首要且最伟大的两样——即对天主的爱和对邻人的爱——并非漠不关心。我们把你对我们的善待视为后者的标志,把你对知识的渴求视为前者的标志。而万事皆包含在这两样之中,乃是基督的每个门徒都熟知的。 至于你所寻索的狄奥尼修斯的著作,确实送到了我们这里,而且数量极大;然而书卷本身目前并不在手边,所以我们未能寄出。不过我们的看法如下。我们并不赞赏此人的一切,有些内容我们甚至完全予以否定。因为据我们所知,在如今到处流传的这种不虔敬——我是指基于“非相似”的不虔敬——之中,向人们提供最先种子的,几乎就是他。我想,其原因并非用心的险恶,而在于他极力想要抵抗萨伯里乌。无论如何,我常把他比作园丁:在矫正幼苗的弯曲时,因反向拉扯过度而错失了中道,反而把嫩枝引向了相反的方向。我们发现此人身上所发生的,也正是这类事情。因为在激烈反抗那利比亚人的不虔敬时,他在过度的求胜心驱动下,不知不觉滑入了相反的恶中。对他而言,本只需证明圣父与圣子在主体上并非同一,并以此战胜那亵渎者便足够了,可他为了极其显明地、游刃有余地占得上风,不仅设定了位格的相异,甚至设定了本质的差异、能力的减缩和荣耀的区别。结果由此导致,他以一种恶换取了另一种恶,错失了道理的纯正。正因如此,他在著作中变幻不定:时而因为有人借“同质”来废除位格而否定“同质”,时而又在向同名者所作的辩护中接纳它。此外,关于圣灵,他也说出了与圣灵最不相称的话,将其从受朝拜的神性中排除出去,贬入受造且司职的本性之列。此人正是这样一个人。 至于我,如果应当陈述我个人的见解,“本质上相似”这一说法,如果加上“无差异地”这一限定词,我便接纳此词,视其依照对“同质”的健全理解而导向与“同质”同一的意义。尼西亚的先辈们也正是这样理解的,他们在称独生子为“出自光之光”、“出自真天主之真天主”等之后,随即补充了“同质”。因此,既无法想象光与光之间、真理与真理之间有任何变异,同样也无法想象独生子的本质与圣父的本质之间有任何变异。所以,若有人像我所说的那样去领会,我便赞同这一措辞。但若有人像君士坦丁堡的那些人一样,从“相似”中剔除“无差异”,我便怀疑这个词语是在贬抑独生子的荣耀。因为对于微弱的相似、以及极大劣于原型的事物,我们也常常惯于认为其是“相似”的。因此,既然我认为“同质”较少遭到曲解,我自己也立足于此。 然而,至善的朋友啊,你为何不来探访我们,好让我们彼此当面商讨此类大事,而不将如此重大的事托付给毫无生气的书信呢?更何况我们早已决定绝不将自己的见解公之于众。因此,请不要把第欧根尼对亚历山大所说的话回敬给我们,说什么从你们那里到这里与从这里到你们那里距离是相等的。因为我们由于体弱多病,几乎像植物一样始终被羁留在同一方土地上;同时我们也将“隐居生活”视为首要的善事之一。而据人们所说,你身体强健,又使自己成为世界的公民,因此你理当也造访这里,就如同造访属于你自己的一部分领地一样。因为即使对于过着实践生活的你们而言,供你们在其中展现符合德行的行为的民众和城邦是相宜的,但对于观照以及借以同天主相联结的心智活动而言,静谧却是一个极好的合作者;而且——靠着亲自赐予我们的天主这么说——我们在这荒僻边隅丰沛而不吝啬地耕耘着这种静谧。但如果无论如何必须周旋于显贵之间并轻视匍匐于尘土中的我们,那么至少请常给我们写信,以此让我们感到欣慰。
- 9ἐξ ὀνύχων τὸν λέοντα
引用古代谚语“凭爪识狮”(意即由局部推知全体)。在句法上,相当于承接动词 κατεμάθομεν 的宾语补足语,省去了如 γινώσκειν 等不定式。
- 9ᾧ γε τοσοῦτον ἐξαρκοῦν δεῖξαι, ὅτι οὐ ταὐτὸν τῷ ὑποκειμένῳ Πατὴρ καὶ Υἱός, καὶ ταύτῃ ἔχειν κατὰ τοῦ βλασφημοῦντος τὰ νικητήρια, ὁ δέ
破格句(anacoluthon)。与格关系代词 ᾧ 与无人称分词 ἐξαρκοῦν(宾格绝对或省略了 ἦν)搭配,表示“对他而言,本只需表明……就足够了”;随后由 ὁ δέ 作为主句主语引出转折。
- 9ὅπερ καὶ τοὺς ἐν Νικαίᾳ νοήσαντας, Φῶς ἐκ Φωτὸς καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντας, ἐπαγαγεῖν ἀκολούθως τὸ ὁμοούσιον
中性关系代词 ὅπερ 指代前述思想(“在本质上毫无变异地相似”)。不定式 ἐπαγαγεῖν 具有间接引语功能,其逻辑主语是宾格分词短语 τοὺς ἐν Νικαίᾳ νοήσαντας ... προσειπόντας,宾语为 τὸ ὁμοούσιον。
- 9δίκαιος ἂν εἴης καὶ δεῦρο φοιτᾷν
人称句式 δίκαιός εἰμι + 不定式,意为“你理当/应该……”,取代了无人称句式 δίκαιόν ἐστι 加宾格不定式结构。搭配 ἄν 与祈愿语气,构成委婉而合理的推断或劝告。
- 9σὺ δὲ ἀλλὰ γράφε
在条件从句(εἰ δὲ πάντως δεῖ...)之后的归结句中,由 σὺ δὲ ἀλλά 引导,属于希腊语惯用小品词组合,表示退而求其次的让步或迫切呼吁:“至少请你写信”。
