- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:8#6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者根据经文与圣灵的功用论证了圣灵的完全神性及圣三的同质性,指出真正的天国乃是藉由纯洁的生活与正信所达至的心智对天主的观照,并以此结篇。
Γῆ γάρ ἐσμεν καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα, καὶ Ἀποστελεῖ τὸ Πνεῦμα τὸ ἅγιον καὶ κτίσει ἡμᾶς, καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς. ἣν γὰρ Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσε.1 Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ. τί φησιν; ὅτι Ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστε. πᾶς δὲ ναὸς Θεοῦ ναός. εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. λέγεται δὲ καὶ ναὸς Σολομῶντος, ἀλλʼ ὡς κατασκευάσαντος. εἰ δὲ οὕτως ἐσμὲν ναὸς τοῦ ἁγίου Πνεύματος, Θεὸς τὸ ἅγιον Πνεῦμα, Ὁ γὰρ πάντα κατασκευάσας Θεός. εἰ δὲ ὡς προσκυνουμένου καὶ ἐνοικοῦντος ἐν ἡμῖν, ὁμολογήσωμεν αὐτὸ εἶναι Θεόν. Κυρίῳ γὰρ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. εἰ δὲ τὴν Θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο. παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα ἢ θεᾶσθαι τὰ πάντα ὁ Θεὸς ὀνομάζεται.2 εἰ τοίνυν Θεὸς εἴρηται παρὰ τὸ τεθεικέναι ἢ θεᾶσθαι τὰ πάντα, τὸ δὲ Πνεῦμα πάντα γινώσκει τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα, Θεὸς οὖν τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν, εἰ ἡ μάχαιρα τοῦ Πνεύματος ῥῆμά ἐστι Θεοῦ, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἐκείνου γάρ ἐστιν ἡ μάχαιρα, οὗ καὶ ῥῆμα καλεῖται. καὶ εἰ καὶ δεξιὰ τοῦ Πατρὸς ὀνομάζεται (Δεξιὰ γὰρ Κυρίου ἐποίησε δύναμιν, καὶ Ἡ δεξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς), δάκτυλος δὲ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸ ῥητόν, τὸ Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὅπερ ἐν ἑτέρῳ Εὐαγγελίῳ γέγραπται, τὸ Εἰ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, τῆς αὐτῆς φύσεως τῷ Πατρὶ καὶ Υἱῷ τὸ πνεῦμα τὸ ἅγιον. Καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω· οὐ γὰρ νῦν δυνατὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον. ὑμεῖς δὲ λαβόντες παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρματα, στάχυν ὥριμον ἑαυτοῖς γεωργήσατε, ἐπεὶ καὶ τόκους, ὡς ἴστε, τῶν τοιούτων προσαπαιτούμεθα. πιστεύω δὲ τῷ Θεῷ ὅτι καρποφορήσετε καὶ τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν. Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. καὶ μηδὲ ἄλλο τι, ἀδελφοί, τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε ἢ τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν, ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ Θεῖαι Γραφαί· Ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστί. περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον οὐδὲν ἕτερον ἢ θεωρία συνίσταται. θεωρία ἂν εἴη λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν. ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν, ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον, τούτων τὰ ἀρχέτυπα κατοψόμεθα.3 ὀψόμεθα δέ, εἴ γε τὸν ἑαυτῶν βίον πρὸς τὸ εὐθὲς κυβερνῴημεν καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰς γὰρ κακότεχνον ψυχήν, φησίν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας. καὶ μηδεὶς ὑποκρουέτω λέγων ὅτι τὰ ἐν ποσὶν ἀγνοῶν, περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀνύλου οὐσίας ἡμῖν φιλοσοφεῖς. καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾷν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργεσθαι τῆς οἰκείας ἐνεργείας. ὡς γὰρ ἡ αἴσθησις τῶν αἰσθητῶν, οὕτως ὁ νοῦς τῶν νοητῶν ἐπίβολός ἐστιν. Ἅμα δὲ καὶ τοῦτο λεκτέον, ὅτι τὰ φυσικὰ κριτήρια ἀδίδακτα πεποίηκεν ὁ κτίσας ἡμᾶς Θεός. οὐδεὶς γὰρ διδάσκει τὰς ὄψεις χρωμάτων ἢ σχημάτων ἀντιλαμβάνεσθαι, οὐδʼ ἀκοὴν ψόφων τε καὶ φωνῶν, οὐδʼ ὄσφρησιν ἀτμῶν εὐωδῶν τε καὶ δυσωδῶν, οὐδὲ γεῦσιν χυμῶν καὶ χυλῶν, οὐδʼ ἁφὴν μαλακῶν καὶ σκληρῶν, ἢ θερμῶν καὶ ψυχρῶν. οὐδὲ τὸν νοῦν ἐπιβάλλειν τοῖς νοητοῖς διδάξοι τις ἄν. καὶ ὥσπερ εἴ τι πάθοιεν αὗται, ἐπιμελείας μόνον προσδέονται, καὶ τὴν οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν· οὕτως καὶ ὁ νοῦς,4 σαρκὶ συνδεθεὶς καὶ τῶν ἐκ ταύτης φαντασιῶν πληρωθείς, πίστεως δεῖται καὶ πολιτείας ὀρθῆς, αἵτινες καταρτίζουσι τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶσιν αὐτόν. τοῦτό τοι αὐτὸ καὶ ὁ σοφὸς παρεγγυᾷ Σολομῶν, καί ποτε μὲν ἡμῖν προφέρει τὸν ἀνεπαίσχυντον ἐργάτην τὸν μύρμηκα καὶ δι’ αὐτοῦ τὴν πρακτικὴν ἡμῖν ὁδὸν ὑπογράφει· ποτὲ δὲ τὸ τῆς σοφῆς μελίττης κηρόπλαστον ὄργανον, καὶ δι’ αὐτῆς φυσικὴν θεωρίαν αἰνίττεται, ἐν ᾗ καὶ ὁ περὶ τῆς ἁγίας Τριάδος ἐγκέκραται λόγος, εἴπερ ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Ἀλλʼ εὐχαριστήσαντες Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, πέρας ἐπιθῶμεν τῷ γράμματι, ἐπειδὴ πᾶν μέτρον ἄριστον, ὡς ἡ παροιμία φησίν.
因为我们本是尘土,仍要归于尘土;而“祂必差遣圣灵,造化我们,并使地面更新。”因为圣保禄所说的复活,达味称之为更新。 让我们再听听那被提升至三重天之人的话。他说了什么呢?“你们是那在你们内里的圣灵的殿宇。”然而,凡殿宇都是天主的殿宇。如果我们是圣灵的殿宇,那么圣灵就是天主。虽也称“所罗门的圣殿”,但那是就其建造者而言。若我们在这种意义上是圣灵的殿宇,圣灵便是天主,因为“建造万物的是天主”。但若视之为受朝拜者且居于我们内里者的殿宇,我们便应承认祂是天主;因为经上说:“你要朝拜主、你的天主,唯独事奉祂。”如果他们排斥“天主”这一词汇,就让他们去明白这个名字表示什么。因为天主(Theos)之得名,乃是由于安置了(tetheikenai)万物,或是由于观照着(theasthai)万物。因此,若天主因安置或观照万物而得名,而圣灵知道天主的一切,正如我们内里的灵知道我们自己的事一样,那么圣灵就是天主。 再者,如果圣灵的宝剑是天主的言语,圣灵就是天主;因为宝剑属于那言语所归属的同一位。即使祂被称为圣父的右手(因为经上说“主的右手大显威能”,“主啊,你的右手打碎仇敌”),而圣灵根据“若我靠着天主的指头驱逐魔鬼”这句经文乃是天主的指头(这在另一部福音书中记作“若我靠着天主的灵驱逐魔鬼”),圣灵也与圣父和圣子具有同一本性。 关于受朝拜的圣三位一体,目前我们且说这么多;因为现在不可能更广泛地探讨关于祂的道理。然而你们既然从我们卑微之人这里领受了种子,便当为自己耕耘出成熟的麦穗,因为如你们所知,我们为此类事物是要被索要利息的。但我深信天主,因你们生活的纯洁,你们必将结出三十倍、六十倍、一百倍的果实。因为经上说:“心地纯洁的人是有福的,因为他们将看见天主。”弟兄们,你们切莫以为天国是别的什么,它无非是对真实存在者的真切认识,圣经也称之为真福;因为“天国就在你们心里”。而在内里的人中,除了观照别无其他。由此可见,天国就是观照。因为我们现在犹如在镜子中观其阴影的事物,日后脱离这尘土的肉身并穿上不朽与永生之时,我们将清晰地得见其原型。只要我们将自己的生活导向正直,并顾守纯正的信仰,我们就必将得见;没有这些,谁也见不到主。因为经上说:“智慧必不进入行奸弄巧的灵魂,也不居于负罪欠债的肉躯。”切莫有人打断说:“你连脚下的事都一无所知,竟向我们大谈关于无形体且全然非物质的本体的哲学吗?”因为我认为,任由感官不受阻碍地充满各自的质料,却唯独将心智排斥在其本有的活动之外,是荒谬的。正如感官是可感事物的捕获者,心智同样是可知事物的捕获者。 同时还须说明:创造我们的天主,使自然的判定机能无需教导便能运作。因为没有人教导视觉去领会色彩或形状,也没有人教导听觉去领会声响与言语,嗅觉去领会芬芳与恶臭之气,味觉去领会滋味与汁液,触觉去领会柔软与坚硬或温热与寒冷。同样,谁也无法教导心智去投向可知事物。正如这些感官如果受损,仅需要调理便能轻易地完成其本有的活动;同样,与肉身相联结并被其表象充满的心智,也需要信仰与正直的修持,这些将使它的脚如鹿蹄般稳固,并使它立于高处。智者所罗门正是劝勉此事:他有时向我们举出不知羞耻的勤奋工蚁,借此为我们勾勒实践(praktikē)之途;有时又举出智慧蜜蜂的蜡制器具,借此暗示自然观照(physikē theōria)——若借着受造物之美可以按比例观照创造者,那么关于圣三位一体的言论亦已融于这自然观照之中。 然而,在向圣父、圣子及圣灵献上感恩之后,让我们结束这封书信吧,正如谚语所说:“凡事适度,最为至善。”
- 8ἣν γὰρ Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσε.
先行词 ἐξανάστασιν 被吸收到由关系代词 ἣν 引导的关系从句中。主句的指示代词 ταύτην 承接该关系从句,意为“圣保禄所称为复活的事物,达味称之为更新”。
- 8παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα ἢ θεᾶσθαι τὰ πάντα ὁ Θεὸς ὀνομάζεται.
介词 παρὰ 接带冠词的完成时不定式宾格(τὸ τεθεικέναι, [τὸ] θεᾶσθαι),表示词源学上的依据(“源于安置……或观照……”)。作者依据古代将 Θεός 与 τίθημι(放置)或 θεάομαι(观看、观照)相联系的流行词源学来进行神学论证。
- 8ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν, ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον, τούτων τὰ ἀρχέτυπα κατοψόμεθα.
关系代词属格 ὧν 与主句中的指示代词 τούτων 形成跨越长句的对应(离隔构词)。基本骨架为 ὧν τὰς σκιὰς καθορῶμεν ... τούτων τὰ ἀρχέτυπα κατοψόμεθα(“我们现在看其阴影的事物……日后我们将见其原型”),中间插入了分词短语(ἀπαλλαγέντες, ἐπενδυσάμενοι)。
- 8ὥσπερ εἴ τι πάθοιεν αὗται, ἐπιμελείας μόνον προσδέονται, καὶ τὴν οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν· οὕτως καὶ ὁ νοῦς
由 ὥσπερ ... οὕτως 构成的比喻结构。在 ὥσπερ 从句内部,嵌入了带有希求法的条件从句 εἴ τι πάθοιεν αὗται(潜在条件,“这些感官若遭受任何损伤”),与主谓结构 προσδέονται ... ἀποπληροῦσιν 相结合,作为后半部分 οὕτως 所引导的心智(ὁ νοῦς)状态的比照原型。
