- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:10-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔借涂香膏之鸽的比喻力劝一位贵妇归向隐修生活,在一封无题信中为子弟的归还与友谊的维系献上祈祷,并在致奥林匹乌斯的两封短札中促其重拾笔墨并赞颂冬日的交谈。
Πρὸς ἐλευθέραν Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη. ὅταν μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες, χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται· τότε μύρῳ τὰς πτέρυγας αὐτῆς χρίσαντες ἐῶσι συναγελασθῆναι ταῖς ἔξωθεν. ἡ δὲ τοῦ μύρου ἐκείνου εὐωδία τὴν αὐτόνομον ἐκείνην ἀγέλην κτῆμα ποιεῖται τῷ κεκτημένῳ τὴν τιθασσόν· πρὸς γὰρ τὰς εὐπνοίας καὶ αἱ λοιπαὶ συνεφέπονταί τε καὶ εἰσοικίζονται. Τί δὲ βουλόμενος ἐντεῦθεν ἄρχομαι τοῦ γράμματος; ὅτι λαβὼν τὸν υἱὸν Διονύσιον, τόν ποτε Διομήδην, καὶ τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας, ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτὴν συναναπτῆναι αὐτῷ καὶ καταλαβεῖν τὴν καλιὰν ἣν παρʼ ἡμῖν ἐπήξατο ὁ προειρημένος. ἐὰν οὖν ταῦτα ἴδοιμι1 ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν σεμνοπρέπειαν πρὸς τὸν ὑψηλὸν βίον μεταθεμένην, πολλῶν προσώπων ἀξίων τοῦ Θεοῦ δεηθήσομαι τὴν κεχρεωστημένην τιμὴν ἀποπληρῶσαι αὐτῷ.2
致一位寡妇 捕鸽之术有如下一种。当致力于此道的人捉到一只鸽子,并使之驯服、习惯于与自己同食时,他们便用香膏涂抹其双翼,任其与外面的鸽群混同。而那香膏的芬芳,便使那群自由的鸽子成了这只驯鸽主人的产业;因为被那甘美的香气所吸引,其余的鸽子也跟随而来并一同安家进驻。 我怀着何种意图从此处开始写信呢?因为我接纳了你的儿子狄奥尼修斯(即过去的狄奥墨得斯),并用神圣的香膏涂抹了他心灵的双翼,将他遣送至你尊贵的驾前,为使你自己也与他一同飞升,入住前述之人于我们此处所筑的巢穴。因此,若能在我有生之年目睹此事,见你尊贵的仪范迁移至崇高的生活,我将恳请许多配得上天主的人,向祂还清所应得的尊荣。
Ἀνεπίγραφος, ἐπὶ φιλίᾳ Τῇ τοῦ Θεοῦ χάριτι τὴν ἁγίαν ἡμέραν συνδιαγαγόντες τοῖς τέκνοις ἡμῶν καὶ ὄντως τελείαν ἑορτὴν ἑορτάσαντες τῷ Κυρίῳ διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν περὶ τὸν Θεὸν ἀγάπην, προεπέμψαμεν μεθʼ ὑγείας πρὸς τὴν σὴν εὐγένειαν, εὐχόμενοι τῷ φιλανθρώπῳ Θεῷ καὶ αὐτοῖς δοθῆναι εἰρηνικὸν ἄγγελον βοηθὸν καὶ σύμπορον καὶ σὲ παρʼ αὐτῶν καταληφθῆναι ἐν ὑγείᾳ καὶ πάσῃ εἰρηνικῇ καταστάσει, ἵνα, ὅπουπερ ἂν ἦτε δουλεύοντες τῷ Κυρίῳ καὶ εὐχαριστοῦντες αὐτῷ, εὐφραίνητε ἡμᾶς, ἕως ἐσμὲν ἐν τῷ κόσμῳ, ἀκούοντας τὰ παρʼ ὑμῶν. ἐὰν δὲ παράσχῃ ὁ ἅγιος Θεὸς θᾶττόν σε τῶν φροντίδων τούτων ἀπαλλαγῆναι, παρακαλοῦμέν σε μηδὲν προτιμῆσαι τῆς μεθʼ ἡμῶν διαγωγῆς. οἶμαι γὰρ μὴ εὑρεῖν σε τοὺς οὕτως ἀγαπῶντας καὶ ἀντιποιουμένους τῆς παρʼ ὑμῖν φιλίας. ἕως οὖν ἂν οἰκονομῇ ὁ ἅγιος τὸν χωρισμὸν τοῦτον, διὰ πάσης προφάσεως παραμυθεῖσθαι ἡμᾶς γράμμασι καταξίου.
未署收信人,论友谊 蒙天主的恩典,我们与我们的孩子们一同度过了圣日,并因他们对天主满溢的爱,而为主庆祝了一个真正完满的节日;随后我们打发他们安康地前往您尊贵的尊前,向仁爱的人类之友天主祈求,赐给他们一位和平的天使作为相助者与同路人,并且您也能在健康与全然和平的状态中被他们寻见;以便无论你们在何处事奉主并向祂谢恩,只要我们还在世上,听到你们的消息便能令我们欣喜。但若神圣的天主恩准您能更快摆脱这些忧虑,我们恳求您绝不要将任何事置于与我们同住之上;因为我想,您绝找不到如此爱您并看重与您之间的友谊之人。因此,只要圣者还安排着这段别离,就请务必借一切由头藉着书信来慰藉我们。
Ὀλυμπίῳ Ἔγραφες ἡμῖν πρότερον μὲν ὀλίγα, νῦν δὲ οὐδὲ ὀλίγα· καὶ ἔοικεν ἡ βραχυλογία προϊοῦσα τῷ χρόνῳ παντελὴς γίνεσθαι ἀφωνία. ἐπάνελθε τοίνυν ἐπὶ τὸ ἔθος, ὡς οὐκ ἔτι σοι μεμψόμεθα3 λακωνίζοντι πρὸς ἡμᾶς διὰ γραμμάτων· ἀλλὰ καὶ τὰ μικρὰ γράμματα, σύμβολα ὄντα τῆς μεγάλης σου διαθέσεως, πολλοῦ ἄξια ποιησόμεθα. μόνον ἐπίστελλε ἡμῖν.
致奥林匹乌斯 你从前写给我们的信便很简短,如今却连只言片语也没有了;看来这种言语的简略随着时间的推移,竟成了彻底的缄默。因此,请回到过去的习惯中来吧,要知道我们绝不会再怪罪你在信中对我们惜字如金;相反,即便是短小的信件,作为你深情厚谊的表征,我们也会视若珍宝。只要你写信给我们便好。
Ὀλυμπίῳ Ὥσπερ τῶν ἄλλων ὡρίμων ἕκαστον ἐν τῇ οἰκείᾳ ὥρᾳ ἀπαντᾷ, ἐν ἦρι μὲν τὰ ἄνθη, ἐν θέρει δὲ οἱ ἀστάχυες, τῷ δὲ μετοπώρῳ τὸ μῆλον, οὕτω χειμῶνος καρπός εἰσιν οἱ λόγοι.
致奥林匹乌斯 正如其余时令出产的每样果实都在其适宜的时节出现——春天是花朵,夏天是麦穗,秋天是苹果——言语同样是冬天的果实。
- 10ἐὰν οὖν ταῦτα ἴδοιμι
连词 ἐάν 后接希求语气 ἴδοιμι(不定过去时希求语气)。在古典希腊语规范中,ἐάν 引导虚拟语气,而 εἰ 引导希求语气;在后古典期及帝国时期的希腊语中,两者出现混用,此处构成带有强烈愿望或潜在意味的条件分句。
- 10πολλῶν προσώπων ἀξίων τοῦ Θεοῦ δεηθήσομαι τὴν κεχρεωστημένην τιμὴν ἀποπληρῶσαι αὐτῷ
动词 δεηθήσομαι(源自 δέομαι,意为“恳求”或“需要”)接属格 πολλῶν προσώπων ἀξίων τοῦ Θεοῦ 和不定式 ἀποπληρῶσαι。既可理解为向人恳求(“我将恳请许多配得上天主的人去履行……”),亦可理解为表达需要(“我将需要许多配得上天主的人来履行……”)。在此语境中,二者皆指向作者深感单凭己力不足以向天主致以应有的崇敬,因而需要圣善之人的祈祷与协助。
- 12ὡς οὐκ ἔτι σοι μεμψόμεθα
连词 ὡς 连同陈述语气将来时 μεμψόμεθα,为前文的命令句 ἐπάνελθε 提供了保证与依据(“确信我们绝不再怪罪你……”)。其功能在于消除收信人的顾虑,鼓励其重新提笔。
