← 该撒利亚的巴西流

书信集

§85-87

废止征税起誓与追讨被掠粮食的请求

巴西尔首先呼吁废止在催缴公税时强迫农民起誓的做法,指出誓言会导致伪誓并损害灵魂;随后致信总督及调停人,要求迅速归还从长老多罗特奥斯处被强行掳走的生活必需粮食。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§85

Περὶ τοῦ μὴ δεῖν ὁρκοῦν Οὐ παυόμεθα κατὰ πᾶσαν σύνοδον διαμαρτυρόμενοι καὶ ἰδίᾳ ἐν ταῖς συντυχίαις περὶ τῶν αὐτῶν διαλεγόμενοι, ὥστε τοὺς ὅρκους ἐπὶ τοῖς δημοσίοις τελέσμασι μὴ ἐπάγεσθαι παρὰ τῶν ἀπαιτητῶν τοῖς ἀγροίκοις.1 λειπόμενον ἦν καὶ διὰ τοῦ γράμματος περὶ τῶν αὐτῶν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων διαμαρτύρασθαι, ὅτι προσήκει παύσασθαι ὑμᾶς τὸν θάνατον ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐπάγοντας, καὶ ἄλλους ἐπινοῆσαί τινας τρόπους τῶν ἀπαιτήσεων, τὰς δὲ ψυχὰς συγχωρῆσαι τοῖς ἀνθρώποις ἀτρώτους ἔχειν. ταῦτα πρὸς σὲ γράφομεν, οὐχ ὡς σοῦ δεομένου τῆς ἐκ τῶν λόγων παρακλήσεως (οἴκοθεν γὰρ ἔχεις τὰς περὶ τὸ φοβεῖσθαι τὸν Κύριον ἀφορμάς), ἀλλʼ ἵνα2 διὰ σοῦ πάντες οἱ ἀνεχόμενοί σου διδαχθῶσι μὴ παροργίζειν τὸν ἅγιον, μηδὲ ἀπηγορευμένον πρᾶγμα τῇ πονηρᾷ συνηθείᾳ εἰς ἀδιαφορίαν κατάγειν. καὶ γὰρ οὔτε ὄφελός τι αὐτοῖς πρὸς τὰς ἀπαιτήσεις ἐκ τῶν ὅρκων ἐστί, καὶ ὁμολογούμενον κακὸν τῇ ψυχῇ προσλαμβάνουσιν. ἐπειδὰν γὰρ καταμελετήσωσι τὰς ἐπιορκίας οἱ ἄνθρωποι, οὐκέτι ἑαυτοὺς ἐπείγουσι πρὸς τὴν ἔκτισιν, ἀλλὰ ἀπάτης ὅπλον καὶ ἀναβολῆς ἀφορμὴν ἐξευρῆσθαι αὐτοῖς τὸν ὅρκον οἴονται. Εἴτε οὖν ὀξεῖαν ἐπάγει τὴν ἀνταπόδοσιν τοῖς ἐπιωρκηκόσιν ὁ Κύριος, οὐχ ἕξουσι τοὺς ὑπακούοντας, τῶν ὑπευθύνων ὑπὸ τῆς τιμωρίας ἀναλωθέντων· εἴτε διὰ μακροθυμίας ἀνέχεται ὁ Δεσπότης (ὃ προλαβὼν εἶπον, ὅτι οἱ πεπειραμένοι τῆς ἀνοχῆς τοῦ Κυρίου καταφρονοῦσιν αὐτοῦ τῆς χρηστότητος), μὴ ἀνομείτωσαν διακενῆς, μηδὲ παροξυνέτωσαν ἐφʼ ἑαυτοὺς τὸν Θεόν. Εἴρηται ἡμῖν τὰ ἡμῖν ἐπιβάλλοντα· ὄψονται οἱ ἀπειθοῦντες.

论不可令人起誓 我们在每一次集会上不断抗议,并在私下相会中就同一问题反复交谈,以使税吏们不再因公税而强迫农夫起誓。如今只剩下一件事,那就是通过信函在上帝和众人面前对此作证:你们理当停止将死亡带入人们的灵魂,应当构想出催缴赋税的其他方式,并容许人们保持灵魂免遭伤害。我们将这些写信告诉您,并非因为您需要言语上的劝勉(因为您内心自具备敬畏主的动机),而是为了使所有归您管辖的人借着您受到教导,不再激怒圣者,也不再因恶习而将明令禁止之事视作无关紧要。因为起誓对他们催缴税款毫无益处,反倒给他们自己的灵魂招致公认的祸害。因为人们一旦对伪誓习以为常,便不再催促自己清偿债务,反而认为自己在起誓中找到了欺瞒的武器与拖延的口实。 因此,若是主对发伪誓之人降下速速的报应,负债之人一旦被刑罚毁灭,他们将无人可供支配;若是主宰以宽容之忍耐容忍他们(正如我方才所说,体验了主的容忍之人反会蔑视祂的美善),愿他们切莫徒然行不法之事,也莫激起上帝对自己的愤怒。 凡属我们当尽之责,我们均已说明;悖逆之人必自食其果。

§86

Τῷ ἡγεμόνι Οἶδα μεγίστην καὶ πρώτην σπουδὴν οὖσαν τῇ τιμιότητί σου πάντα τρόπον χαρίζεσθαι τῷ δικαίῳ, δευτέραν δὲ τὸ καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τῶν προσφευγόντων τῇ προστασίᾳ τῆς σῆς μεγαλονοίας ἀντιποιεῖσθαι. πάντα τοίνυν εἰς ταὐτὸν συνέδραμεν ἐπὶ τῆς παρούσης ὑποθέσεως. καὶ γὰρ δίκαιόν ἐστι τὸ πρᾶγμα, ὑπὲρ οὗ τὴν πρεσβείαν ποιούμεθα, καὶ ἡμῖν κεχαρισμένον, οὓς ἐν τοῖς φίλοις ἀριθμεῖν τοῖς σεαυτοῦ κατηξίωσας, καὶ ὀφειλόμενον τοῖς τὴν στερρότητά σου εἰς τὴν ὑπὲρ ὧν πεπόνθασι βοήθειαν ἐπικαλουμένοις. Σῖτον γάρ, ὃν μόνον εἶχε πρὸς τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν ὁ ποθεινότατος ἀδελφὸς Δωρόθεος, διήρπασάν τινες ἐν Βηρίσοις τῶν τὰ δημόσια διοικεῖν πεπιστευμένων, εἴτε ἀφʼ ἑαυτῶν ἐλθόντες ἐπὶ τὴν βίαν, εἴτε καὶ ἑτέρων αὐτοῖς ὑποθεμένων. πλὴν οὐδαμόθεν αὐτοῖς τὸ πρᾶγμα ἀνέγκλητον, τί γὰρ ἧττον ἀδικεῖ ὁ οἴκοθεν πονηρὸς ἢ ὁ ἑτέρων κακίᾳ ὑπηρετούμενος; καὶ τοῖς πεπονθόσιν ἡ ζημία ὁμοία. τοῦτον ἀξιοῦμεν, δι’ ὧν ἀφῃρέθη μὲν ἀπολαβεῖν,3 καὶ μὴ ἐξεῖναι αὐτοῖς ἐπὶ ἑτέροις τὴν αἰτίαν τῶν τετολμημένων ἀναφέρειν· ὅσου δὲ ἄξιον τὸ τὴν ἐκ τῆς σιτοδείας διαφυγεῖν ἀνάγκην, τοσούτου τὴν χάριν τιμησόμεθα τὴν παρὰ τῆς σῆς μεγαλοφυΐας, ἐὰν ἄρα δοῦναι καταξιώσῃς.

致总督 我深知阁下的尊荣首要且最大的关切,在于千方百计地服从正义;其次则是善待朋友,并维护那些投奔您宽宏庇护之人。因此在当前的案件中,一切因素都汇聚于同一处。因为我们代为恳求的这件事本身完全正当,对蒙您屈尊列入您友人行列的我们来说是极大的安慰,也是对那些为了自身所受冤屈而求告您刚正援助之人应尽的本分。 我们至爱的弟兄多罗特奥斯拥有一点粮食,那是他维持生存所必需的唯一依托;然而在贝里萨,某些受托管理公家事务的人却将它强行掳掠了去,不论他们是出于自己的意图诉诸暴力,还是受了旁人的指使。然而无论如何,他们的行径绝无可推诿之处;因为受他人邪恶唆使而效力的人,其不义难道就比由自己心生恶念之人更轻微吗?对受害者而言,所蒙受的损失是完全相同的。我们请求,借由那些掠夺者之手让他取回所失之物,并且不许他们将肆意妄为的罪责推诿给旁人。免于粮荒之困厄具有多大的价值,若您屈尊赐下恩惠,我们便会将来自您卓越天性的恩德珍视到何等程度。

§87

Ἀνεπίγραφος ὑπὲρ τῶν αὐτῶν Ἐθαύμασα πῶς, σοῦ μεσιτεύοντος, τοσοῦτον ἐτολμήθη κακὸν κατὰ τοῦ συμπρεσβυτέρου ὥστε ἣν μόνην εἶχεν ἀφορμὴν τοῦ βίου, ταύτην διαρπασθῆναι, καὶ τὸ δεινότατον, ὅτι οἱ τοῦτο τετολμηκότες ἐπὶ σὲ τὴν αἰτίαν ὧν πεποιήκασιν ἀναφέρουσιν· ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκόλουθον ἦν,4 μάλιστα μὲν κατὰ πάντων, εἰ δʼ ἄρα, κατὰ γοῦν τῶν πρεσβυτέρων, καὶ τούτων ὅσοι ἡμῖν ὁμόψυχοι, καὶ τὴν αὐτὴν τῆς εὐσεβείας ὁδὸν πορευόμενοι. εἴ τι οὖν φροντίζεις τοῦ ἀναπαῦσαι ἡμᾶς, ταχέως διορθωθῆναι τὰ γενόμενα ποίησον. δύνασαι γὰρ σὺν Θεῷ καὶ ταῦτα καὶ ἔτι μείζω τούτων κατορθοῦν, οἷς ἂν ἐθέλῃς. ἐπέστειλα δὲ καὶ τῷ ἄρχοντι τῆς πατρίδος, ἵνα, ἐὰν ἀφʼ ἑαυτῶν μὴ θελήσωσι ποιῆσαι τὰ δίκαια, ἐκ τῆς κινήσεως τῶν δικαστηρίων ἀναγκασθῶσι ποιῆσαι.

同题无题名 我感到极为惊愕,有您作为调停之人,竟有人胆敢对我们同班的长老施加如此巨大的祸害,以致他赖以度日的唯一生活资料横遭抢掠;而最可怖的是,那些胆敢做出此等行径的人,竟将他们所作所为的罪责推卸到您身上!按照常理,您本不该容许此类事情发生,反而应当竭尽全力予以制止:对所有人固当如此,若退一步而言,至少对长老们应当如此,尤其是对那些与我们同心同德、行走在同一敬虔之道上的人。因此,如果您尚在意使我们得享安宁,便请速速纠正已然发生之事。因为在上帝的护佑下,您完全有能力为您所愿助之人成就这些、甚至比这更大的功德。此外,我也已经写信给本境的长官,以便他们若不肯主动伸张正义,便将在法庭的裁决驱使下被迫照办。

语法注4 条
  1. 85ὥστε τοὺς ὅρκους ἐπὶ τοῖς δημοσίοις τελέσμασι μὴ ἐπάγεσθαι παρὰ τῶν ἀπαιτητῶν τοῖς ἀγροίκοις

    由 ὥστε 引导的不定词从句在此并非表示纯粹的结果,而是规定了前面分词短语(διαμαρτυρόμενοι, διαλεγόμενοι)所指向的目的与诉求内容,意为“使催税者不再将誓言强加于农夫”。παρὰ τῶν ἀπαιτητῶν 表示施事者,τοῖς ἀγροίκοις 为与格宾语。

  2. 85οὐχ ὡς σοῦ δεομένου ... ἀλλʼ ἵνα

    被否定的原因(οὐχ ὡς 搭配属格独立结构)与实际的目的(ἀλλʼ ἵνα 搭配虚拟式)形成对比结构。此构文清楚表明,写信并非因为收信人自己欠缺教导,而是为了通过他的威望来教育其辖下众人。

  3. 86δι’ ὧν ἀφῃρέθη μὲν ἀπολαβεῖν

    短语 δι’ ὧν 是先行词融合的关系代词结构,语义上相当于 διὰ τούτων ὑφʼ ὧν ἀφῃρέθη(“经由夺取它的人之手”)。不定词 ἀπολαβεῖν 的宾语是句首代指粮食的 τοῦτον。

  4. 87ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκόλουθον ἦν

    关系代词 ὃν 指向前文的 σέ,充当非人称短语 ἀκόλουθον ἦν(“本理当……”)所支配的不定词短语的宾格主语(accusative subject)。成语结构 οὐχ ὅπως ... ἀλλὰ καί 表示强烈的反差与递进,意为“不仅不容许……,反而当竭力阻止……”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:85-87