- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:84
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信总督表达问候,随后为一位可怜的老人求情,指出其未满四岁的幼孙被指定为市参事员实际上迫使老人重新承担公役,恳请总督免除这祖孙二人的沉重负担。
Ἡγεμόνι Σχεδὸν μὲν ἄπιστόν ἐστιν ὃ μέλλω γράφειν, γεγράψεται δὲ τῆς ἀληθείας ἕνεκεν. ὅτι,1 πᾶσαν ἔχων ἐπιθυμίαν ὡς οἷόν τε ἦν πυκνότατα διαλέγεσθαί σου τῇ καλοκἀγαθίᾳ, ἐπειδὴ εὗρον ταύτην γραμμάτων τὴν ἀφορμήν, οὐκ ἐπέδραμον τῷ ἑρμαίῳ, ἀλλʼ ἀπώκνησα καὶ ἀνεδύην. τὸ οὖν παράδοξον ἐν τούτῳ, ὅτι ἅπερ ηὐχόμην ὑπάρξαι, ταῦτα γενόμενα οὐκ ἐδεχόμην. αἴτιον δέ, ὅτι αἰσχύνομαι δοκεῖν, μὴ φιλίας γε ἕνεκεν καθαρῶς, ἀλλὰ χρείαν τινὰ θεραπεύων ἑκάστοτε, γράφειν. ἀλλά με ἐκεῖνο εἰσῆλθεν (ὃ καὶ σὲ βούλομαι διανοηθέντα, μήτοι νομίζειν ἡμᾶς ἐμπορικῶς μᾶλλον ἢ φιλικῶς ποιεῖσθαι τὰς διαλέξεις), ὅτι χρή τι διάφορον ἔχειν τὰς τῶν ἀρχόντων προσρήσεις παρὰ τοὺς ἰδιώτας. οὐ γὰρ ὁμοίως ἐντευκτέον ἡμῖν ἰατρῷ τε ἀνδρὶ καὶ τῷ τυχόντι, οὔτε ἄρχοντι δηλονότι καὶ ἰδιώτῃ· ἀλλὰ πειρατέον τοῦ μὲν ἐκ τῆς τέχνης, τοῦ δὲ ἀπὸ τῆς ἐξουσίας ἀπολαύειν εἰς τὰ ἡμέτερα. ὥσπερ οὖν τοῖς ἐν ἡλίῳ βαδίζουσιν ἕπεται πάντως ἡ σκιά, κἂν αὐτοὶ μὴ προέλωνται, οὕτω καὶ ταῖς πρὸς τοὺς ἄρχοντας ὁμιλίαις ἀκολουθεῖ τι καὶ παρεμπόρευμα, ἡ τῶν καμνόντων βοήθεια. Τὴν μὲν οὖν πρώτην αἰτίαν τῆς ἐπιστολῆς πληρούτω αὐτὸ τὸ προσειπεῖν σου τὴν μεγαλόνοιαν. ὅ, κἂν μηδεμία πρόφασις τῷ γράφειν προσῇ, ἀγαθὸν κεφάλαιον αὐτὸ χρὴ νομίζεσθαι. προσείρησο2 τοίνυν ἡμῖν, ὦ ἄριστε, καὶ φυλάττοιο τῷ βίῳ παντί, ἀρχὰς ἐξ ἀρχῶν ἀμείβων καὶ ἄλλοτε ἄλλους ταῖς ἐπιστασίαις εὐεργετῶν. τοῦτο γὰρ ἐμοί τε ποιεῖν σύνηθες, καὶ σοὶ ὀφειλόμενον παρὰ τῶν καὶ κατὰ μικρὸν πεπειραμένων τῆς περὶ τὸ ἄρχειν σου ἀρετῆς. Μετὰ δὲ τὴν εὐχήν, δέξαι καὶ τὴν ὑπὲρ τοῦ ἀθλίου γέροντος ἱκεσίαν, ὃν ἀφῆκε μὲν τῶν δημοσίων γράμμα βασιλικόν· μᾶλλον δὲ καὶ πρὸ τοῦ βασιλέως αὐτὸ τὸ γῆρας ἔδωκεν αὐτῷ τὴν ἀναγκαίαν ἀτέλειαν. ἐβεβαίωσας δὲ καὶ αὐτὸς τὴν ἄνωθεν χάριν αἰδοῖ τῆς φύσεως, καὶ προμηθείᾳ τῶν δημοσίων, ἐμοὶ δοκεῖν, ὡς ἂν μὴ ἀνθρώπῳ παρανοοῦντι διὰ τὸν χρόνον κινδυνεύοι τι τῶν κοινῶν. Δι’ ἑτέρας δὲ ὁδοῦ πάλιν πῶς αὐτὸν ἔλαθες, ὦ θαυμάσιε, παραγαγὼν3 εἰς τὸ μέσον; τὸν γὰρ ὑϊδοῦν αὐτοῦ, οὔπω τέταρτον ἔτος ἀπὸ γενέσεως ἄγοντα, κελεύσας τοῦ βουλευτηρίου μετέχειν, τί ἄλλο καὶ οὐχὶ τὸν πρεσβύτην διὰ τοῦ ἐκγόνου πάλιν ἐξ ἀρχῆς παράγεις εἰς τὰ δημόσια; ἀλλὰ νῦν ἱκετεύομεν ἀμφοτέρων σε λαβεῖν τῶν ἡλικιῶν οἶκτον, καὶ ἀμφοτέρους ἀνεῖναι διὰ τὰ προσόντα ἑκατέρῳ ἐλεεινά. ὁ μὲν γὰρ οὐκ εἶδε γονέας, οὐδʼ ἐγνώρισε, ἀλλὰ δι’ ἀλλοτρίων χειρῶν εἰς τὸν βίον τοῦτον εἰσῆλθεν, εὐθὺς ἐκ σπαργάνων ἀμφοτέρων ὀρφανισθείς· ὁ δὲ τοσοῦτον ἐταμιεύθη τῷ βίῳ, ὡς μηδὲν αὐτὸν εἶδος συμφορᾶς παρελθεῖν· ἐπεῖδε μὲν γὰρ υἱοῦ τελευτὴν ἄωρον· εἶδε δὲ οἶκον ἔρημον διαδόχων· ὄψεται δὲ νῦν, ἐὰν μή τι αὐτὸς ἄξιον τῆς σεαυτοῦ φιλανθρωπίας διανοηθῇς, τὴν παραμυθίαν τῆς ἀπαιδίας, ταύτην ἀφορμὴν αὐτῷ μυρίων γενησομένην κακῶν. οὐ γὰρ δήπου τὸ παιδίον εἰς βουλευτὰς συντελέσει, ἢ ἐκλέξει τὰς εἰσφοράς, ἢ στρατιώταις χορηγήσει τὸ σιτηρέσιον, ἀλλʼ ἀνάγκη πάλιν τοῦ ἀθλίου γέροντος τὴν πολιὰν καταισχύνεσθαι. δὸς οὖν χάριν καὶ τοῖς νόμοις ἀκόλουθον καὶ τῇ φύσει συμβαίνουσαν, τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν4 τὸν θάνατον. πραγμάτων δὲ συνέχειαν καὶ τὸ τῆς ἀνάγκης ἀπαραίτητον ἄλλοι προβαλλέσθωσαν. οὐ γὰρ δὴ τοῦ σοῦ τρόπου ἢ κακῶς πράττοντας περιιδεῖν, ἢ νόμων ὀλιγωρῆσαι, ἢ φίλοις μὴ εἶξαι καθικετεύουσι, κἂν τὰ ἐξ ἀνθρώπων σε περιεστήκει πράγματα.
致总督 我将要写下的事情几乎令人难以置信,但为了真理的缘故必须将它写下:尽管我怀着全部的热望,想要尽可能频繁地与您卓越的美德畅叙,但当我获得了这次写信的机缘时,我不仅没有扑向这从天而降的意外之喜,反而退缩犹疑了。因此,其中的反常之处就在于:我曾祈求发生的事情,在实现之时我却没有接纳。其原因在于,我耻于表现得似乎不是纯粹为了友谊,而是每次都在谋求解决某种私需才写信。然而,那一念头进入了我的心中(我也希望您思考这一点,切莫以为我们彼此交谈是出于功利而非友情):向长官致意,必定与向平民致意有所不同。因为我们接触医生与接触普通人不能一视同仁,接触长官与接触平民显然也不能一样;相反,我们必须努力从前者的医术中、从后者的权能中,为我们自身的事务求取益处。正如走在阳光下的人无论自己是否意愿,阴影总会相随一样,与长官交往也同样伴随着一种副产物:对受苦之人的救助。 因此,单单向您的宽宏气度致意,就足以成就此信的首要缘由。即便没有任何写信的托辞随附其后,这本身也应当被视为一个崇高的话题。至善的阁下,愿您接受我们的问候,并在整个人生中蒙受保佑,从一个官位晋升到另一个官位,借着您的统治时刻惠及不同的人群。因为这不仅是我素常的举动,也是那些哪怕稍许体验过您治理之美德的人对您应尽的本分。 在祷愿之后,也请接纳为那可怜的老人所作的恳求。一份皇帝的敕令免除了他的公共劳役;或者更确切地说,甚至在皇帝之前,衰老本身就已经赐予了他所必需的免役权。而您自己出于对天性的敬畏,并在我看来也是出于对公事的深谋远虑,确认了来自上方的这一恩典,免得公共利益因一个随年岁而神智昏乱之人陷入险境。 然而,可敬的阁下,您何以又循着另一条路径,不知不觉将他又推回公众视线之中呢?因为您命令他的孙子——一个出生尚不足四岁的幼儿——加入市参事会,这除了借着后嗣将这位老人从头再次推入公家事务之外,难道还能是别的什么吗?但如今我们恳求您垂怜这两重年龄,因各自具有的凄楚境况而免除他们二人。因为幼者未曾见过也未曾认得双亲,从襁褓之中便骤然双亲俱亡,是经由陌生人之手进入人世的;而长者在世间羁留之久,竟无任何一种不幸与他擦肩而过:他曾目睹儿子的早逝,曾见到后继无人的荒凉之家;如今,除非您亲自想出配得上您仁爱胸怀的善策,否则他将眼睁睁看着他无子晚年唯一的安慰,竟变为他自身无数灾祸的根由。因为这个稚童断然无法履行市参议员的职责,既不能催缴赋税,也不能为兵士配发军饷,而那可怜老人的白发必将再次蒙受羞辱。因此,请赐下一项既合乎法律又顺应自然的恩典:一方面下令宽免幼童直至成年,另一方面允准老人在病榻上等待死亡。至于事务的连贯与责任的不可推卸,就让其他人去当作借口吧。因为无论是漠视苦难之人,还是轻慢法令,抑或不顺应苦苦恳求的朋友,都绝非您的为人作风,纵使来自人事的千头万绪已将您重重包围。
- 84γεγράψεται δὲ τῆς ἀληθείας ἕνεκεν. ὅτι
连词 ὅτι 引出对前句中“ὃ μέλλω γράφειν”(我将要写下的事情)的解释性同位语从句。它跨越句号置于句首,统摄后文主句,意为“即……/也就是……”。
- 84προσείρησο
动词 προσαγορεύω 的完成时中动/被动态第二人称单数命令语气(源自 προσείρημαι)。这是一种书信体惯用表达,意为“愿您接受我们的问候”。
- 84πῶς αὐτὸν ἔλαθες, ὦ θαυμάσιε, παραγαγὼν
动词 λανθάνω 搭配分词(παραγαγών)的惯用结构,意为“不知不觉地/在自己未发觉的情况下做了某事”。委婉地指出总督并非出于恶意,而是未曾意识到任命幼童实际上间接累及了老人。
- 84τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν
依赖主动词“δὸς χάριν”的不对称结构:对于前半部分的“τῷ μέν”(与格),由分词“προστάξας”支配非人称被动不定词“συγχωρηθῆναι”(命令予以宽免);而对后半部分的“τὸν δέ”(宾格),则直接充当不定词“ἀναμένειν”的逻辑主语(或隐含分词 ἐῶν),意为“允准他在榻上等待死亡”。
