← 该撒利亚的巴西流

书信集

§82-83

求阿塔纳修敦促教会合一与为友人减税请愿

在第82封信中,巴西尔恳请阿塔纳修致信东方主教以劝勉众人谋求教会合一,并以自身担保化解疑虑;在第83封信中,他致信估税官,恳求其视如己出地关照友人位于哈马涅内的地产并减免其过重的赋税。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§82

Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Ὅταν μὲν πρὸς τὰ πράγματα ἀποβλέψωμεν καὶ τὰς δυσκολίας κατίδωμεν, ὑφʼ ὧν πᾶσα ἀγαθὴ ἐνέργεια οἷον ὑπό τινος δεσμοῦ ἐμποδιζομένη κατέχεται, εἰς ἀπόγνωσιν ἑαυτῶν ἐρχόμεθα παντελῆ· ὅταν δὲ πάλιν πρὸς τὴν σὴν ἀπίδωμεν σεμνοπρέπειαν, καὶ λογισώμεθα, ὅτι σὲ ἰατρὸν τῶν ἐν ταῖς ἐκκλησίαις ἀρρωστημάτων ὁ Κύριος ἡμῶν ἐταμιεύσατο, ἀναλαμβάνομεν ἑαυτῶν τοὺς λογισμούς, καὶ ἐκ τοῦ κατὰ τὴν ἀπόγνωσιν πτώματος πρὸς τὴν ἐλπίδα τῶν χρηστοτέρων διανιστάμεθα. λέλυται πᾶσα Ἐκκλησία, ὡς οὐδὲ ἡ σὴ φρόνησις ἀγνοεῖ. καὶ ὁρᾷς πάντως τὰ ἑκασταχοῦ, οἷον ἀφʼ ὑψηλῆς τινὸς σκοπιᾶς τῆς τοῦ νοῦ θεωρίας· ὅπως, καθάπερ ἐν πελάγει, πολλῶν ὁμοῦ συμπλεόντων, ὑπὸ τῆς βίας τοῦ κλύδωνος πάντες ὁμοῦ ἀλλήλοις προσρήγνυνται· καὶ γίνεται τὸ ναυάγιον, πῆ μὲν ἐκ τῆς ἔξωθεν αἰτίας βιαίως κινούσης τὴν θάλατταν, πῆ δὲ ἐκ τῆς τῶν ἐμπλεόντων ταραχῆς ἀντιβαινόντων ἀλλήλοις καὶ διωθουμένων. ἀρκεῖ ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, οὔτε τῆς σῆς σοφίας ἐπιτρεπούσης τι πλέον, οὔτε τῆς καταστάσεως ἐπιτρεπούσης ἡμῖν τὴν παρρησίαν. καὶ πρὸς ταῦτα τίς ἱκανὸς κυβερνήτης; τίς ἀξιόπιστος διαναστῆσαι τὸν Κύριον ἐπιτιμῆσαι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ; τίς ἕτερος ἢ ὁ ἐκ παιδὸς τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐναθλήσας ἀγῶσιν; Ἐπεὶ οὖν ὥρμηται νῦν γνησίως πᾶν τὸ περὶ ἡμᾶς ὑγιαῖνον κατὰ τὴν πίστιν εἰς τὴν πρὸς τοὺς ὁμοδόξους κοινωνίαν καὶ ἕνωσιν, θαρρούντως ἤλθομεν εἰς τὴν παράκλησίν σου τῆς ἀνεξικακίας,1 ἐπιστεῖλαι πᾶσιν ἡμῖν ἐπιστολὴν μίαν, παραίνεσιν ἔχουσαν τῶν πρακτέων. οὕτω γὰρ βούλονται παρὰ σοῦ τὴν ἀρχὴν ὑπάρξαι αὐτοῖς τῶν κοινωνικῶν διαλέξεων. ἐπειδὴ δὲ ἴσως ὕποπτοι καταφαίνονταί σοι τῇ μνήμῃ τῶν παρελθόντων, ἐκεῖνο ποίησον, θεοφιλέστατε πάτερ· ἐμοὶ τὰς πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς διάπεμψαι ἢ διά τινος τῶν αὐτόθεν πιστῶν, ἢ καὶ διὰ τοῦ ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἡμῶν, ἃς ὑποδεξάμενος οὐ πρότερον δώσω, μὴ λαβὼν τὰς παρʼ αὐτῶν ἀποκρίσεις· ἐὰν δὲ μή, Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.2 πάντως δὲ οὐ πλείονος ἄξιον φόβου τοῦτο τῷ ἐξ ἀρχῆς εἰπόντι πρὸς τὸν πατέρα ἢ ἐμοὶ νῦν πρὸς σὲ τὸν πνευματικὸν πατέρα λέγοντι. εἰ δὲ τοῦτο παντὶ τρόπῳ ἀπηγόρευται παρὰ σοί, ἀλλʼ ἡμᾶς γε τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες,3 ἀδόλως καὶ ἀκατασκεύως, ἐπιθυμίᾳ τῆς εἰρήνης καὶ τῆς πρὸς ἀλλήλους ἡμῶν συναφείας τῶν ὁμονοούντων εἰς τὰ πρὸς τὸν Κύριον, ἐπὶ τὴν πρεσβείαν ταύτην καὶ μεσιτείαν ἀφικομένους.

致亚历山大里亚主教阿塔纳修 当我们审视当前的境况,看出一切善行都仿佛被某种羁绊阻碍、遏制时,我们便对自己陷入了彻底的绝望;但当我们再次仰望您庄严的威仪,并思忖到我们的主已将您预备为众教会疾患的医者时,我们便重新收拢思绪,从绝望的颓丧中奋起,怀抱对更美之事物的盼望。整座教会已经分崩离析,正如您的明哲亦深知的那样。您想必从理性凝思的崇高守望台上,洞悉各处的情状:正如在广阔的海面上众人同舟共济之时,在巨浪的暴烈冲击下,大家彼此冲撞;难破之祸的发生,一方面是由于从外部狂暴搅动大海的原因,另一方面也是由于同舟之人彼此对抗、互相推搡的骚乱。言语只需停留于这一譬喻便足够了,因为既是您的睿智不容再赘述,亦是我们的处境不容我们直言不讳。面对这些,谁是合格的舵手?谁足堪信赖去唤醒主,使祂斥责风和海?除了从幼年起就在捍卫虔敬的争战中历经搏击的那位,还能有谁呢? 因此,鉴于我们周围在信仰上健全的一切人,如今都真诚地渴望与志同道合者达成交通与联合,我们便满怀信心来到您能容忍宽恕的仁德面前恳请,愿您给我们大家写一封书信,内含对当行之事的劝告。因为他们切望彼此交通对话的开端能由您向他们发起。然而,若因往昔的记忆,他们在您眼中或许仍显可疑,那么至爱上帝的父亲,请这样做吧:请将致众主教的书信寄交给我,或通过当地的信徒,或通过我们的同僚助祭多罗特乌弟兄转交;我收到后,若未先拿到他们的回信,就绝不递交;若不然,我将在有生之年对您永远担当罪责。诚然,当初对肉身之父说出这誓言的人,其心中的畏惧决不会大过如今我对您这位属灵之父说出这番话的畏惧。但若此事在您那里无论如何也被拒绝,那么至少请免除我们因这项服事所受的咎责;我们毫无诡诈亦无心机,纯粹出于对和平的渴望,以及出于我们在顺服主的事上同心合意之人彼此联合的愿望,才承担了这一使节与中保的使命。

§83

Κηνσίτορι Ἐμοὶ πρὸς τὴν σὴν εὐγένειαν συνήθεια μὲν καὶ ἡ κατʼ ὀφθαλμοὺς συντυχία πάνυ βραχεῖα γέγονε, γνῶσις δὲ ἡ ἐξ ἀκοῆς, δι’ ἧς πολλοῖς συναπτόμεθα τῶν ἐπιφανῶν, οὐκ ὀλίγη τε οὐδὲ εὐκαταφρόνητος. εἰ δὲ καὶ σοί τις ἐκ τῆς φήμης περὶ ἡμῶν ὑπάρχει λόγος, αὐτὸς ἂν εἰδείης ἄμεινον. τὸ δʼ οὖν σὸν παρʼ ἡμῖν τοιοῦτόν ἐστιν οἷον εἴπομεν. ἐπειδὴ δὲ ἐκάλεσέ σε ὁ Θεὸς εἰς πρᾶγμα φιλανθρωπίας ἐπίδειξιν ἔχον, δι’ οὗ δυνατόν ἐστι διορθωθῆναι ἡμῶν τὴν πατρίδα παντελῶς ἐδαφισθεῖσαν, ἡγοῦμαι πρέπειν μοι ὑπομνῆσαί σου τὴν χρηστότητα, ἵνα ἐπʼ ἐλπίδι τῆς παρὰ Θεοῦ ἀνταποδόσεως τοιοῦτον σεαυτὸν καταξιώσῃς παρασχέσθαι, ὥστε ἀθανάτου μὲν τῆς μνήμης ἀξιοῦσθαι, γενέσθαι δὲ αἰωνίων ἀναπαύσεων κληρονόμον, ἐκ τοῦ ἐλαφροτέρας ποιῆσαι τοῖς καταπονουμένοις τὰς θλίψεις. Ἐπειδὴ δὲ κἀμοί τίς ἐστι κτῆσις περὶ Χαμανηνήν, ἀξιῶ σε προστῆναι αὐτῆς ὡς οἰκείας. μὴ θαυμάζῃς δέ, εἰ ἐμαυτοῦ λέγω τὰ τῶν φίλων, μετὰ τῆς ἄλλης ἀρετῆς καὶ φιλίαν πεπαιδευμένος, καὶ μεμνημένος τοῦ σοφῶς εἰπόντος, ἄλλον ἑαυτὸν εἶναι τὸν φίλον. τὴν τοίνυν κτῆσιν τὴν διαφέρουσαν τῷδε,4 ταύτην ὡς ἐμαυτοῦ παρατίθεμαι τῇ τιμιότητί σου· καὶ παρακαλῶ, ἐπισκεψάμενον τὰ τῆς οἰκίας δυσχερῆ, δοῦναι αὐτοῖς καὶ τῶν παρελθόντων χρόνων παραμυθίαν, καὶ πρὸς τὸ μέλλον αἱρετὴν αὐτοῖς κατασκευάσαι τὴν οἴκησιν, τὴν φευκτὴν καὶ ἀπηγορευμένην διὰ τὸ πλῆθος τῆς ἐπικειμένης αὐτῇ συντελείας. σπουδάσω δὲ καὶ αὐτὸς περιτυχών σου τῇ κοσμιότητι ἐντελέστερον περὶ ἑκάστου διαλεχθῆναι.

致估税官 我与您高贵的阁下相识并当面相遇的机会虽然极少,但通过传闻而获得的知悉——我们借此与许多显赫之士相联结——却既非有限亦非微不足道。至于从名声中是否也有关于我们的谈论传入您的耳中,您自己想必更为清楚。无论如何,在我们眼中您的风评正如我们所言。既然上帝召唤您担任一项展现仁爱的工作,借此有可能使我们那彻底沦为废墟的故土得到重整,我认为我有责任提醒您的仁慈,好使您在对上帝奖赏的盼望中,屈尊展现出如此的品格,以致配得不朽的纪念,并通过减轻受压迫者的患难而成为永恒安息的继承者。 又因在哈马涅内一带我也有某种资产,我请求您将其视同己物加以照拂。如果我把朋友的财产说成是自己的,请不要感到奇怪,因为在其他美德之外我也受过友谊的教导,并牢记那位贤者所言:朋友乃是另一个自己。因此,对于属于此人的这份地产,我视同己出委托给您的尊荣;我恳请您体察该家族的困境,既给予他们对往昔岁月的宽免安慰,又为他们将来的居住营造惬意的条件——那处居所此前因其所背负的沉重赋税而遭人避走弃置。待我有幸拜见您文雅的仪容之时,我也必将竭力就各项事务与您作更详尽的商谈。

语法注4 条
  1. 82παράκλησίν σου τῆς ἀνεξικακίας

    名词短语结合了代词属格 σου 与抽象名词属格 τῆς ἀνεξικακίας。后者依附于 παράκλησιν 作宾格性属格或性质属格,意为“恳请您宽宏忍耐”或“向您展现的宽容提出恳求”。

  2. 82Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου

    这是由完成时分词与将来时连系动词构成的迂回将来完成时结构,引自七十士译本《创世记》43:9犹大对雅各的誓言。承接前面的条件省略语 ἐὰν δὲ μή(若非如此/否则),强调若违背誓言则将永久承担罪责。

  3. 82τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες

    动词 ἄφες(ἀφίημι 的不定过去式祈使语气)支配人的宾格 ἡμᾶς(由同位分词 ἀφικομένους 修饰)以及表示缘由/脱离的属格 τῆς αἰτίας,意为“免除我们……的罪责”。介词短语 ἐπὶ τῇ διακονίᾳ 修饰 αἰτίας,指“关于此项服事/调解的咎责”。

  4. 83τὴν διαφέρουσαν τῷδε

    分词 διαφέρουσαν 支配与格 τῷδε。动词 διαφέρω 接与格是表示财产所有关系的习用句法,意为“属于……的”。在此代词 τῷδε 指代巴西尔为其代求的那位友人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:82-83