← 该撒利亚的巴西流

书信集

§81

致英诺森关于继任主教人选的推荐

巴兹尔回应主教英诺森选定继任者的请求,强调该职任之重大,推荐了一位出身名门赫尔摩革涅斯之后、德高望重且清贫苦修的长老,并请英诺森确认是否接受此人并安排迎接。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§81

Ἰννοκεντίῳ ἐπισκόπῳ Ὅσον εὐθύμησα δεξάμενος γράμματα τῆς ἀγάπης σου, τοσοῦτον ἐλυπήθην, ὅτι βάρος ἐπέθηκας ἡμῖν φροντίδος τῆς ὑπερβαινούσης ἡμᾶς. πῶς γὰρ δυνηθῶμεν ἀπὸ τοσούτου διαστήματος τοσαύτης ἡμεῖς οἰκονομίας περιγενέσθαι; ἕως μὲν γὰρ ὑμᾶς ἔχει ἡ Ἐκκλησία, ὡς ἰδίοις στηρίγμασιν ἐπαναπαύεται, ἐὰν δέ τι περὶ τῆς ὑμετέρας ζωῆς ὁ Κύριος οἰκονομήσῃ, τίνας δύναμαι ὁμοτίμους ἐντεῦθεν ὑμῖν εἰς τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν ἐκπέμπειν; ὅπερ σὺ ἐπεζήτησας διὰ τῶν γραμμάτων, καλῶς ποιῶν καὶ ἐμφρόνως, βουλόμενος ζῶν ἰδεῖν τὸν μετὰ σὲ μέλλοντα κυβερνᾷν τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Κυρίου· ὃ καὶ ὁ μακάριος Μωϋσῆς καὶ ἐπεθύμησε καὶ εἶδεν· ἐπεὶ οὖν καὶ ὁ τόπος μέγας καὶ περιβόητος, καὶ τὸ σὸν ἔργον παρὰ πολλοῖς ὀνομαστόν, καὶ οἱ καιροὶ χαλεποί, μεγάλου χρείαν ἔχοντες κυβερνήτου διὰ τὰς συνεχεῖς ζάλας καὶ τοὺς ἐπανισταμένους κλύδωνας τῇ Ἐκκλησίᾳ, οὐκ ἐνόμισα ἀσφαλὲς εἶναι τῇ ἐμῇ ψυχῇ ἀφωσιωμένως τῷ πράγματι χρήσασθαι,1 μάλιστα μεμνημένος ὧν ἔγραψας, ὅτι μέλλεις ἐπὶ τοῦ Κυρίου ἀντικαθίστασθαί μοι, δικαζόμενος πρός με ὑπὲρ τῆς ἀμελείας τῶν ἐκκλησιῶν. Ἵνα οὖν μὴ εἰσέλθω εἰς κρίσιν μετὰ σοῦ, ἀλλὰ μᾶλλον κοινωνόν σε εὕρω τῆς ἀπολογίας μου τῆς ἐπὶ τοῦ Χριστοῦ, περιβλεψάμενος ἐν τῷ συνεδρίῳ τοῦ πρεσβυτερίου τοῦ κατὰ τὴν πόλιν, ἐξελεξάμην τὸ τιμιώτατον σκεῦος, τὸν ἔκγονον τοῦ μακαρίου Ἑρμογένους, τοῦ τὴν μεγάλην καὶ ἄρρηκτον πίστιν γράψαντος ἐν τῇ μεγάλῃ συνόδῳ· πρεσβύτερον τῆς ἐκκλησίας ἐκ πολλῶν ἤδη ἐτῶν, εὐσταθῆ τὸν τρόπον, ἔμπειρον κανόνων, ἀκριβῆ τὴν πίστιν, ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει μέχρι νῦν διάγοντα· εἰ καὶ ὅτι2 τὸ εὔτονον αὐτοῦ τῆς σκληραγωγίας λοιπὸν κατεδαπάνησε τὴν σάρκα· πτωχὸν καὶ μηδένα πορισμὸν ἔχοντα ἐν τῷ κόσμῳ τούτῳ, ὡς μηδὲ ἄρτου αὐτὸν εὐπορεῖν, ἀλλὰ διὰ τῶν χειρῶν ἐκπλέκειν τὸν βίον μετὰ τῶν ἀδελφῶν τῶν συνόντων αὐτῷ. τοῦτον ἐμοὶ βουλητόν ἐστιν ἀποστεῖλαι. Εἰ οὖν καὶ αὐτὸς τοιούτου χρῄζεις ἀνδρός, ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρου τινὸς3 ἐπιτηδείου μόνον πρὸς τὸ πέμπεσθαι καὶ τὰς βιωτικὰς ἐξανύειν χρείας, ταχύ μοι διὰ πρώτης ἀφορμῆς ἐπιστεῖλαι καταξίωσον, ἵνα πέμψω σοι τοῦτον τὸν ἄνδρα, ἐκλεκτὸν ὄντα τοῦ Θεοῦ, καὶ τῷ πράγματι ἐπιτήδειον, αἰδέσιμον τοῖς ἐντυγχάνουσι, καὶ ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. ὃν ἠδυνάμην καὶ εὐθὺς ἐκπέμψαι· ἀλλʼ ἐπειδὴ αὐτὸς προλαβὼν ἐπεζήτησας ἄνθρωπον, τὰ μὲν ἄλλα καλὸν καὶ ἀγαπητὸν ἡμῖν, τοῦ δὲ προειρημένου ἀνδρὸς παραπολὺ ἀποδέοντα, ἠβουλήθην σοι φανερὰν γενέσθαι τὴν ἐμαυτοῦ γνώμην ἵνʼ, εἰ χρῄζεις ἀνδρὸς τοιούτου, ἢ ἐκπέμψῃς τινὰ τῶν ἀδελφῶν τὸν συμπαραληψόμενον αὐτὸν περὶ τὰς νηστείας, ἢ ἐπιστείλῃς ἡμῖν, ἐὰν μηδένα ἔχῃς τὸν δυνάμενον τῆς μέχρις ἡμῶν ὁδοιπορίας τὸν κάματον ὑποστῆναι.

致主教英诺森 收到您充满爱德的书信时我何等欣喜,得知您加给我们超越自身能力的重担时我便何等忧伤。因为从如此遥远之处,我们怎能胜任如此重大的教务经纶呢?只要教会还拥有您,她便安卧于其上,犹如依托于自身的支柱;但主若对您的寿命有所安排,我又能从这里派遣何等与您同等尊荣的人去照管弟兄们呢?这正是您在信中所要求的,您的作法极好且明智,愿在有生之年亲眼看见在您之后掌舵主之选民羊群的人——这亦是蒙福的摩西所渴望且亲眼见过的。故此,鉴于该地既宏大又闻名遐迩,您的事迹在众人中久负盛名,且时局艰难,由于教会所面临的持续风暴和翻腾的巨浪,亟需一位伟大的领航者,因此我认为草率了事对我的灵魂并不安全,尤其是我还记得您所写的话:您扬言要在主面前与我对质,因我对众教会的疏忽而与我诉讼争辩。 因此,为了使我不致与您对簿公堂,反能在基督面前使您成为我分辩的同伴,我审视了本城长老团的会议,选拔出了那件最尊贵的器皿——蒙福的赫尔摩革涅斯的后裔,那位在大公会议上起草了伟大且不可摧毁之信仰信条之人的后代。他多年来一直是本教会的长老,品行坚定,深谙教规,信仰严谨,至今仍在克己与苦修中度日——尽管其苦行生活的严峻如今已消磨了他的肉身;他清贫,在此世毫无进项,以致连面包亦不丰足,而是与身边的弟兄们一同靠双手劳作维生。此人正是我切望派遣的。 因此,若您自己确实也需要这样一位人物,而不仅是需要某个只适合被差遣、料理世俗杂务的年轻后生,请务必借着最初的机缘迅速回信,以便我将此人派遣给您;他是上帝的选民,堪当此任,令相遇之人敬仰,且能以温和教导反对者。我本可立即将他派出;但因您先前已指名索要了另一个人——那人在其他方面固然优秀且为我们所爱,却远不及前述之人——所以我切望将自己的意愿向您表明,好使您若需要这样的人物,或在封斋期前后派遣某位弟兄前来接送他,或在您无人能承受前来我们这里的旅途劳顿之时回信告知我们。

语法注3 条
  1. 81ἀφωσιωμένως τῷ πράγματι χρήσασθαι

    副词 ἀφωσιωμένως 源自希腊语动词 ἀφοσιόομαι(“敷衍了事、走过场、虚应故事”),在此意为“草率形式地处理此事”。鉴于该地区主教职任的重大以及对方在信中提出的末日审判的警告,巴兹尔排除了轻慢应付此事的可能性。

  2. 81εἰ καὶ ὅτι

    短语 εἰ καὶ ὅτι 融合了让步连词 εἰ καί(“纵使、尽管”)与引导事实陈述的 ὅτι,构成限制性让步表达式,意为“尽管事实确实是……”。巴兹尔借此在极力称赞该长老苦修功德的同时,补充说明其肉身因而衰弱的现实状况。

  3. 81ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρου τινὸς

    此处 νεωτέρου τινός(属格)与前文 χρῄζεις 所支配的宾语 τοιούτου ... ἀνδρός(属格)形成正反对比。αὐτὸ τοῦτο 作状语性宾格,意为“恰恰仅仅是”,修饰后续的不定式短语,指代那些仅仅适于奔走差遣和处理世俗庶务的年轻后生,与真正的属灵领袖形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:81