- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:77-80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔敦促友人在塞拉修斯任期结束后继续通信,请求为埃尔皮迪乌斯留任故土居间斡旋,向塞巴斯蒂亚的欧斯塔修斯通报抵御显贵官员攻击的现状,并恳求亚历山大的阿塔那修以祈祷与书信提供支持,同时表达了渴望与其相见的愿望。
Ἀνεπίγραφος περὶ Θηρασίου Ἕν καὶ τοῦτο τῆς ἀγαθῆς ἀρχῆς τοῦ μεγάλου ἀπηλαύσαμεν Θηρασίου, τῆς σῆς λογιότητος τὴν ἐπιδημίαν συνεχῶς ἡμῖν γινομένην. τὸ αὐτὸ δὲ τοῦτο ἐζημιώθημεν στερηθέντες τοῦ ἄρχοντος. ἀλλʼ ἐπειδὴ τὰ ἅπαξ ἡμῖν παρὰ τοῦ Θεοῦ χαρισθέντα μένει βέβαια καὶ ταῖς ψυχαῖς ἀλλήλων ἐνοικούμενα διὰ τῆς μνήμης, εἰ καὶ τοῖς σώμασι διωρίσμεθα, γράφωμεν γοῦν συνεχῶς καὶ φθεγγώμεθα πρὸς ἀλλήλους τὰ ἀναγκαῖα, καὶ μάλιστα νῦν, ὅτε ὁ χειμὼν τὴν ὀλιγοχρόνιον ταύτην ἐκεχειρίαν ἐσπείσατο. Ἐλπίζομεν δὲ μὴ ἀπολείψεσθαί σε τοῦ θαυμασιωτάτου ἀνδρὸς Θηρασίου, πρέπον εἶναι κρίναντα κοινωνεῖν τῷ ἀνδρὶ τοιούτων φροντίδων, ἤ γ’ οὐ μὲν οὖν καὶ μάτην πρόφασιν ἀσμενίζοντα παρέχουσάν σοι ἰδεῖν τε τοὺς φίλους, καὶ παρʼ αὐτῶν θεαθῆναι. πολλὰ δὲ ἔχων εἰπεῖν καὶ περὶ πολλῶν, εἰς τὴν συντυχίαν ὑπερεθέμην, οὐκ ἀσφαλὲς εἶναι ἡγούμενος ἐπιστολαῖς τὰ τοιαῦτα καταπιστεύειν.
无收信人(关于塞拉修斯) 从伟大的塞拉修斯优良的任期中,我们所享受到的恩惠之一——且正是这一恩惠——便是您的博学才华不断降临到我们身边。然而,失去了这位长官,我们亦被剥夺了这同一份福祉。但是,既然上帝一度赐予我们的恩泽依然稳固,且纵然我们在肉体上彼此相隔,却仍能借着记忆栖居在彼此的心灵之中,那么就让我们至少频繁致信,互叙要务吧,尤当此刻,严冬已缔结了这短暂的休战协议。 此外,我们期望您不会离开那位最令人钦佩的塞拉修斯,因您认为与他共担此类重任乃理所应当;或者毋宁说,您甚至会乐于接受任何借口,只要它能为您提供得见友朋、亦为友朋所见的契机。我有许多话要说,且关涉甚广,但我已将其延后至我们当面相会之时,因为我认为将此类事宜托付于书信并不稳妥。
Ἀνεπίγραφος ὑπὲρ Ἐλπιδίου Οὐκ ἔλαθεν ἡμᾶς ἡ ἀγαθή σου σπουδὴ περὶ τὸν αἰδεσιμώτατον ἑταῖρον ἡμῶν Ἐλπίδιον, ὅπως τῇ συνήθει σεαυτοῦ συνέσει ἔδωκας καιρὸν φιλανθρωπίας τῷ ἄρχοντι. ταύτην οὖν τὴν χάριν νῦν σε τελειῶσαι παρακαλοῦμεν διὰ τοῦ γράμματος, καὶ ὑπομνῆσαι τὸν ἄρχοντα οἰκείῳ προστάγματι ἐπὶ τῆς πατρίδος ἡμῶν καταστῆναι τὸν ἄνδρα πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον.1 ὥστε πολλὰς ἕξεις καὶ εὐπροσώπους ὑποβάλλειν προφάσεις τῷ ἄρχοντι, ἐξ ὧν ἀναγκαίως ἐπιμένειν αὐτὸν τῇ πατρίδι ἡμῶν προστάξει. οἷα δὲ τὰ ἐνταῦθα, καὶ ὅσου ἄξιος τοῖς πράγμασιν ὁ ἀνήρ, πάντως οὐδὲν δεήσῃ παρʼ ἡμῶν διδαχθῆναι, αὐτὸς τῇ ἑαυτοῦ συνέσει ἀκριβῶς ἐπιστάμενος.
无收信人(为埃尔皮迪乌斯求情) 您对我们最受尊敬的同僚埃尔皮迪乌斯所怀的善意热忱未尝逃过我们的注意,即您以惯常的聪慧,为长官提供了施行仁惠的契机。因此,我们如今借此书信恳求您成全此项恩情,提醒长官以其亲颁的法令,将这位几乎系维着全部公务之顾虑的人留任于我们的故土。如此,您便有诸多体面的理由进言于长官,使〔长官〕必然下令让他继续留驻我们的故乡。此地的局势如何,以及该人在这些政务中具有何等分量,您完全无须由我们告知,凭您自身的智虑早已洞若观火。
Εὐσταθίῳ, ἐπισκόπῳ Σεβαστείας Καὶ πρὸ τοῦ δέχεσθαι τὰ γράμματα, ᾔδειν τὸν πόνον ὃν ἔχεις ὑπὲρ πάσης ψυχῆς, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως, διὰ τὸ προβεβλῆσθαι ἐν τῷ ἀγῶνι τούτῳ· καὶ δεξάμενος παρὰ τοῦ αἰδεσιμωτάτου Ἐλευσινίου τὰ γράμματα, καὶ αὐτὴν αὐτοῦ τὴν παρουσίαν θεασάμενος, ἐδόξασα τὸ θεῖον τὸ τοιοῦτον παραστάτην καὶ συνασπιστήν διὰ τῆς πνευματικῆς βοηθείας ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι χαρισάμενον ἡμῖν. γινωσκέτω δὲ ἡ ἀνυπέρβλητός σου θεοσέβεια μέχρι νῦν προσβολὰς μέν τινας παρὰ τῶν μεγάλων ἀρχόντων ἡμῖν γεγενῆσθαι, καὶ ταύτας σφοδράς, τοῦ τε ἐπάρχου καὶ τοῦ περὶ τὸν κοιτῶνα διαλεχθέντων ἰδιοπαθῶς ὑπὲρ τῶν ἐναντίων· τέως δὲ ἀτρέπτως ἡμᾶς πᾶσαν προσβολὴν ὑπομεῖναι τῷ ἐλέει τοῦ Θεοῦ, τῷ χαριζομένῳ ἡμῖν τὴν συνεργίαν τοῦ Πνεύματος καὶ ἐνδυναμώσαντι ἡμῶν δι’ αὐτοῦ τὴν ἀσθένειαν.
致塞巴斯蒂亚主教欧斯塔修斯 甚至在收到信件之前,我便已知晓您为每一个灵魂、尤为我们的微贱所付出的操劳,因为我们被推置于这场搏斗的最前线。当从最受尊敬的埃琉西尼乌斯手中接过书信,并亲睹其尊容时,我颂扬了上帝,因祂在为虔敬而战的搏击中,借由属灵的援助为我们赐下了这样一位襄助者与并肩作战的战友。然而,愿您那无与伦比的虔敬知晓,迄今为止,来自大权贵们的某些冲击已临到我们头上,且甚是猛烈——省督与内侍总管皆偏袒对手、言辞激烈。然而迄今为止,借着上帝的怜悯——它将圣灵的同工赐予我们,并借着祂坚固了我们的软弱——我们坚定不移地承受住了每一次攻击。
Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Ὅσον τῶν ἐκκλησιῶν τὰ ἀρρωστήματα ἐπὶ τὸ μεῖζον πρόεισι, τοσοῦτον πάντες ἐπὶ τὴν σὴν ἐπιστρεφόμεθα τελειότητα, μίαν ἑαυτοῖς ὑπολείπεσθαι τῶν δεινῶν παραμυθίαν τὴν σὴν προστασίαν πεπιστευκότες· ὃς καὶ τῇ δυνάμει τῶν προσευχῶν καὶ τῷ εἰδέναι τὰ βέλτιστα τοῖς πράγμασιν ὑποτίθεσθαι, διασώσασθαι ἡμᾶς ἐκ τοῦ φοβεροῦ τούτου χειμῶνος παρὰ πάντων ὁμοίως τῶν καὶ κατὰ μικρὸν ἢ ἀκοῇ ἢ πείρᾳ γνωριζόντων τὴν τελειότητα σοῦ πιστεύῃ.2 διὸ μὴ ἀνῇς καὶ προσευχόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ διεγείρων ἡμᾶς τοῖς γράμμασιν· ὧν εἰ ᾔδεις ὁπόσον ἐστὶ τὸ ὠφέλιμον, οὐκ ἄν ποτε παραπεσοῦσάν σοι γραμμάτων ἀφορμὴν πρὸς ἡμᾶς ὑπερέβης. εἰ δὲ καταξιωθείημεν τῇ συνεργίᾳ τῶν προσευχῶν τοῦ ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ ἀγαθῶν, καὶ προσθεῖναι τῇ ἱστορίᾳ τοῦ ἡμετέρου βίου τὴν συντυχίαν τῆς μεγάλης σου ὄντως καὶ ἀποστολικῆς ψυχῆς, πάντως ἂν ἑαυτοῖς ἐλογισάμεθα, ὧν ἐθλίβημεν ἐν πάσῃ τῇ ζωῇ ἡμῶν, ἀντίρροπον παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐσχηκέναι παραμυθίαν.3
致亚历山大主教阿塔那修 各教会的疾患愈是趋向恶化,我们众人便愈加归向您的完美之德,坚信您的庇护已成为留给我们在苦难中的唯一慰藉。因为无论何人,即便仅凭传闻或亲身体验而略知您完美品质之人,皆同样坚信您必能拯救我们脱离这场可怕的严冬,这既凭藉您祈祷的大能,亦因您深知如何为各项时务提出最佳对策。因此,切莫停止为我们的灵魂祈祷,亦莫停止以书信激励我们;倘若您知晓其益处有多么巨大,便绝不会在致我们的书信机缘出现时将其错失。若我们能藉由祈祷的同工而获准得见您的圣颜,享受您内里的各项美德,并将与您真正伟大且具使徒风范的灵魂之相会增添进我们生命的历程中,我们必会认定,对于我们毕生所遭受的一切苦难,已从上帝的仁慈中获得了足以相抵的莫大慰藉。
- 78πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον
完成时中动/被动态分词 ἐξηρτημένον 为阳性单数宾格,修饰前面的 τὸν ἄνδρα(埃尔皮迪乌斯)。此处该分词带直接宾格 πᾶσαν... τὴν φροντίδα,构成表示“身系/承担着全部公务顾虑”的中动态或关系宾格用法。
- 80διασώσασθαι ἡμᾶς ἐκ τοῦ φοβεροῦ τούτου χειμῶνος παρὰ πάντων ὁμοίως τῶν καὶ κατὰ μικρὸν ἢ ἀκοῇ ἢ πείρᾳ γνωριζόντων τὴν τελειότητα σοῦ πιστεύῃ
主动词 πιστεύῃ 是动词 πιστεύω 的现在时被动态直陈式第二人称单数(词尾 -ῃ)。它以关系代词 ὅς(先行词指代阿塔那修)为主语,与不定式 διασώσασθαι 一同构成个人被动句式(即“您被所有人同样相信能够拯救我们……”)。需注意不可将其误读为虚拟式。
- 80ὧν ἐθλίβημεν ἐν πάσῃ τῇ ζωῇ ἡμῶν, ἀντίρροπον παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐσχηκέναι παραμυθίαν
关系代词 ὧν 属于先行词省略并发生格吸引(attractio relativi)的现象,代表省略的 τούτων ἅ。此属格由其后充当宾语的 ἀντίρροπον ... παραμυθίαν(“与……相平衡/相抗衡的慰藉”)所要求的从属属格决定,语义为“足以抵偿我们在整个人生中所遭受的一切苦难的慰藉”。
