← 该撒利亚的巴西流

书信集

§8#5

论圣灵的神圣本性与三重创造中的协同

作者根据福音书经文论证了圣子非受造物而与圣父同质,随后转入对圣灵的辩护,阐明圣灵本性上的圣善、无所不在与纯一性,以及在创世、重生和复活这三重创造中与圣父圣子的协同作为。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8#5

οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον, Σαῦλε γάρ, φησί, Σαῦλε, τί με διώκεις; ἡνίκα ἐπὶ Δαμασκὸν ἔτρεχε, τοὺς μαθητὰς τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος. καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει, ἑνός τινος τῶν ἀδελφῶν γυμνητεύοντος, Γυμνὸς γάρ, φησίν, ἤμην, καὶ περιεβάλετέ με. καί, ἄλλου ἐν φυλακῇ ὄντος, ἑαυτὸν ἔφη εἶναι τὸν καθειργμένον. αὐτὸς γὰρ τὰς ἀσθενίας ἡμῶν ἦρε καὶ τὰς νόσους ἐβάστασε. μία δὲ τῶν ἀσθενειῶν ἐστὶ καὶ ἡ ἀνυποταξία, καὶ ταύτην ἐβάστασε. διὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περιστατικὰ ἰδιοποιεῖται ὁ Κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος. Ἀλλὰ καὶ τὸ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδέν,1 λαμβάνουσιν οἱ θεομάχοι ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγγέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν Υἱὸν τῷ Πατρί. εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, αὐτεξούσιον ἔχον τὴν ἐπὶ τὸ χεῖρόν τε καὶ κρεῖττον ῥοπήν, ὁ δὲ Υἱὸς οὐ δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, οὐ κτίσμα ὁ Υἱός. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ Πατρί. καὶ πάλιν, οὐδὲν τῶν κτισμάτων τὰ ὅσα βούλεται δύναται. Ὁ δὲ Υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πάντα ὅσα ἠθέλησεν ἐποίησεν. οὐκ ἄρα κτίσμα ὁ Υἱός. καὶ πάλιν, πάντα τὰ κτίσματα ἢ ἐκ τῶν ἐναντίων συνέστηκεν ἢ τῶν ἐναντίων ἐστὶ δεκτικά. ὁ δὲ Υἱὸς αὐτοδικαιοσύνη καὶ ἄϋλός ἐστιν. οὐκ ἄρα κτίσμα ὁ Υἱός. εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ Πατρί. Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις κατὰ τὴν δύναμιν τὴν ἡμετέραν τῶν τεθέντων ῥητῶν. ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ ἁγίῳ τῷ λόγῳ χωρήσωμεν, καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.2 κτίσμα λέγεις τὸ Πνεῦμα τὸ ἅγιον. πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος· Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά. εἰ δὲ δοῦλόν ἐστι, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα· πᾶν δὲ ὃ ἐπίκτητον ἔχει τὴν ἁγιότητα οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατʼ οὐσίαν ὂν ἅγιον, πηγὴ ἁγιασμοῦ προσηγόρευται. οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ. πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθεροῦντά σε τῆς δουλείας; Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας. ἀλλʼ οὐδὲ τρεπτὴν αὐτοῦ ποτὲ τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως, ἥτις ὡς ἀστραπὴ πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐξέπεσε τῆς ὄντως ζωῆς διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίωσιν. τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος καὶ τὸ ἀγγελικὸν ἀποῤῥίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος, ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης. Ἔπειτα εἰ κτίσμα λέγει τὸ Πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. πῶς οὖν σταθήσεται τὸ Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἀλλʼ οὐδʼ ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ. ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. πᾶν δὲ ὃ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν.3 εἰ δὲ μὴ ἁπλοῦν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον σύνθετον. καὶ τίς οὕτως ἀνόητος ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ; Εἰ δὲ δεῖ προβῆναι τῷ λόγῳ καὶ ἐποπτεῦσαι τὰ μείζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσωμεν. τρεῖς κτίσεις εὑρήκαμεν ὀνομαζομένας ἐν τῇ Γραφῇ· μίαν μὲν καὶ πρώτην, τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· δευτέραν δέ, τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν· τρίτην δέ, τὴν ἐξανάστασιν τῶν νεκρῶν. ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. οὐρανῶν γὰρ οὐσίωσις.4 καὶ τί φησιν ὁ Δαβίδ; Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζεται, Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις. καὶ τί φησι τοῖς μαθηταῖς ὁ Σωτήρ; Ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. τί δʼ ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν, καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν;

祂曾以同样的方式说被逼迫者正是祂自己;因为当扫禄急赴大马士革、企图捆绑基督的门徒时,祂说:“扫禄,扫禄,你为什么逼迫我?”又当弟兄中的一人赤身裸体时,祂称自己为赤身的:“因为我赤身露体,你们给我穿。”而当另一人身在狱中时,祂说被囚禁的就是祂自己。因为正是祂承担了我们的软弱,背负了我们的疾病。而不顺服也是软弱之一,祂也背负了这一软弱。因此,主也因着与我们的相通而承受了我们的受难,将临到我们身上的患难据为己有。 但那些与天主为敌的人,却为了听者的毁灭而利用“子凭着自己不能做什么”这句话。但在我看来,这句经文也极其明确地昭示了圣子与圣父具有同一本性。因为如果每一个理性的受造物都能凭着自己行事,拥有倾向于或恶或善的自由意志,而圣子却凭着自己不能做什么,那么圣子就不是受造物。而如果不是受造物,祂便与圣父同质(同本原)。再者,凡受造物都不能成就其所愿的一切;然而圣子“在天上地上,随自己的意旨成就了一切”。因此圣子不是受造物。再者,一切受造物或由对立者构成,或能接纳对立者;然而圣子是公义本身且是非物质的。因此圣子不是受造物。而如果不属此类,祂便与圣父同质。 根据我们自身的能力,对所列圣句的这一考察对我们而言已属充分。接下来,让我们在言论中转向那些反对圣灵的人,摧毁他们抵挡天主知识而自高自大的一切心意的高垒。你说圣灵是受造物。但凡是受造物都是造它者的奴仆;因为经上说:“万物都是你的仆役。”如果它是奴仆,它所拥有的圣善也是后天获得的;凡拥有后天获得之圣善的,无一不可接纳恶。然而圣灵在本体上就是圣的,被称为成圣的泉源。因此圣灵不是受造物。而若非受造物,祂便与天主同质。请告诉我,借着洗礼使你脱离奴役状态的那一位,你怎么能称祂为奴仆呢?因为经上说:“生命之灵的法则,拯救我脱离了罪的法则。”此外,你若看到那敌对势力的本性,你也绝不敢说祂的本体是可变迁的;那敌对势力如闪电般从天坠落,正是因为它拥有的圣善是后天获得的,并且随着邪恶的意图产生了变异,因而丧失了真正的生命。所以,它从单一性中跌落,抛弃了天使的尊荣,因其行径而被命名为“魔鬼”,它原先那受祝福的性向已被熄灭,而这股敌对的力量却被点燃。 其次,如果有人称圣灵为受造物,他便是把祂的本性引入了有限的界限。既然如此,“主之灵充满了世界”以及“我往哪里去躲避你的灵?”这些经文又何以立足呢?然而正如所见,他也并不承认圣灵在本性上是纯一的。因为他称祂在数量上为一。但是凡在数量上为一的,正如我所说的,并非纯一。而如果圣灵不是纯一的,祂便是由本体和圣化所构成;而此类事物则是复合的。谁会如此愚昧,竟称圣灵是复合的,而非纯一的,并且非按照纯一性的原理与圣父和圣子同质呢? 如果我们必须在论证中向前推进并观照更伟大的事,那就让我们尤其从以下诸点来审视圣灵的神圣力量。我们发现圣经中提到了三种创造:第一种是从无到有的引导;第二种是从较劣到较优的变迁;第三种则是死者的复活。在这一切之中,你都会发现圣灵是圣父与圣子的协同者。因为有诸天的本体确立;而达味说了什么呢?“诸天藉主的话而成,诸军藉祂口中的气(灵)而造。”再者,人借着洗礼被创造:“若有人在基督里,他就是新造的人。”救主又对门徒们说了什么呢?“你们要去,使万民作门徒,奉父、子及圣灵的名给他们授洗。”你看到在这里圣灵同样与圣父和圣子同在。而当我们气绝归于尘土时,对于死者的复活,你又能说什么呢?

语法注4 条
  1. 8οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδέν

    引用自《若望福音》(约翰福音)5:19。异端者将“子凭着自己不能做什么”理解为圣子权能的欠缺或从属地位。作者反转了这一解释,认为这种“不能”意味着圣子不可能背离圣父的旨意而偏向邪恶,这恰恰有别于具有可变自由意志的理性受造物,从而证明了圣子具有非受造且与圣父同质的神圣本性。

  2. 8καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ

    化用了《格林多后书》(哥林多后书)10:5的经文。分词 καθαιροῦντες 作为伴随或方式分词,修饰主句的劝勉语气虚拟式动词 χωρήσωμεν(“让我们前去”),表达了在转入驳斥圣灵反对者的论述时“一边摧毁其高傲意念一边前进”的态度与目的。

  3. 8πᾶν δὲ ὃ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν

    主语部分是由关系从句构成的实质从句 πᾶν ὃ ἓν ἀριθμῷ,在谓语部分由指示代词 τοῦτο 予以承接和强化。基于晚期希腊哲学的本体论范畴,凡在“数量上为一”(即可被计数、具有个体性者)必然由本体与偶性(或形式与质料)复合而成,因而不可能具备神性意义上的“绝对纯一性”。

  4. 8οὐρανῶν γὰρ οὐσίωσις

    省略了系动词(如 ἐστίν)的极度简练的名词句。作为前文“第一种创造(从无到有的导引)”的具体例证,指涉诸天的实体化与生成,紧接着引述《圣咏》(诗篇)33:6(七十士译本32:6),以证明圣灵参与了创世时诸天实体的奠立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:8#5