- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:8#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证了圣子与圣父本性的同质性,指出圣经中称天主为“独一”旨在排斥外在的假神而非排除三位一体的位格,并阐明“我因父活着”等经文所指的是道成肉身之经纶生活。
Καίτοι ἡμεῖς κατὰ τὸν ἀληθῆ λόγον οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. ταὐτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος·1 ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. ὁ γὰρ κατʼ οὐσίαν Θεὸς τῷ κατʼ οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν. Ἐπεὶ δὲ λέγεται θεὸς καὶ ὁ ἄνθρωπος, ὡς τὸ Ἐγὼ εἶπα, θεοί ἐστε, καὶ ὁ δαίμων θεός, ὡς τὸ Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ἀλλʼ οἱ μὲν κατὰ χάριν ὀνομάζονται, οἱ δὲ κατὰ ψεῦδος. ὁ δὲ Θεὸς μόνος κατʼ οὐσίαν ἐστὶ Θεός. μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ, τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου· ἐπί τινος μέν, οἷον, φέρε εἰπεῖν, ἐπὶ Παύλου, ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἤκουσεν ἄῤῥητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγῃ Δαβίδ, Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. ἐνταῦθα γὰρ οὐ τόν τινα ἄνθρωπον, ἀλλὰ τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός. οὕτω κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα· τὸ Ὁ μόνος ἔχων ἀθανασίαν, καί, Μόνῳ σοφῷ Θεῷ, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός (τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταὐτὸν δηλοῖ), καὶ τὸ Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ πάλιν, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τὸ Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεούς, ὀνομαζομένους δὲ ψευδῶς· ὡς τὸ Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος, καὶ τὸ Περιεῖλον υἱοὶ Ἰσραὴλ τὰ Βααλεὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευον Κυρίῳ μόνῳ, καὶ πάλιν ὁ Παῦλος, Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλʼ ἡμῖν εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα. Ἀλλὰ ζητοῦμεν ἐνταῦθα πῶς Εἷς Θεὸς εἰρηκὼς οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ ὅτι μόνος καὶ τὸ εἷς, ἐπὶ Θεοῦ, τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε καὶ τοῦ Χριστοῦ ἐμνημόνευσεν. ὑπονοῶ τοίνυν ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ, καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου τὸν Λόγον τὸν δι’ οὗ τὰ πάντα σημάνῃ· καὶ πάλιν, διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαραλήψεως, τὴν ἐνανθρώπησιν παραγγείλῃ καὶ τὸ πάθος παραστήσῃ καὶ τὴν ἀνάστασιν φανερώσῃ. τὸ γὰρ Ἰησοῦς Χριστὸς τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει. διὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται ὁ Κύριος, Ἰησοῦς Χριστὸς καταγγέλλεσθαι, καὶ διαστέλλεται τοῖς μαθηταῖς, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν.2 τοιοῦτόν ἐστι καὶ τὸ Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, καὶ τὸ Πιστεύετε εἰς Θεὸν καὶ εἰς ἐμὲ πιστεύετε· πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ ἁγίου,3 ἵνα μὴ θατέρῳ προσβαίνοντες θατέρου ἐκπίπτωμεν, καὶ τῇ θεολογίᾳ προσέχοντες τῆς οἰκονομίας καταφρονῶμεν, καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἡ ἀσέβεια. Τὰ δὲ ῥήματα τῆς θείας Γραφῆς, ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνείδησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ Μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσωμεν, κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτῶν τὴν διάνοιαν. καὶ πρῶτον ἡμῖν προτιθέσθω τὸ Ἐγὼ ζῶ διὰ τὸν Πατέρα· τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶς αὐτῷ κεχρημένων. ἐνταῦθα δὲ τὸ ῥητὸν οὐ τὴν προαιώνιον, ὡς οἶμαι, ζωὴν ὀνομάζει (πᾶν γὰρ τὸ δι’ ἕτερον ζῶν αὐτοζωὴ εἶναι οὐ δύναται,4 ὡς οὐδὲ τὸ ὑφʼ ἑτέρου θερμανθὲν αὐτοθερμότης εἶναι, ὁ δὲ Χριστὸς καὶ Θεὸς ἡμῶν εἴρηκεν, Ἐγώ εἰμι ἡ ζωή), ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην, ἣν ἔζησε διὰ τὸν Πατέρα.
然而,按照真实的道理,我们既不说圣子与圣父“相似”,也不说“不相似”。因为这两者同样都是不可能的;盖因“相似”与“不相似”是就性质而言的,而神性乃是摆脱了一切性质的。但我们在承认本性同一的同时,既接纳“同质”,又摒弃“复合”,因为在本性上为天主且为父者,生出了在本性上为天主且为子的那位;盖因“同质”正是由此得以证明的。因为在本性上为天主者,与在本性上为天主者乃是同质的。 由于人也被称为“神”,正如经上说:“我曾说:你们是神”;魔鬼也被称为“神”,正如说:“外邦的神明都是魔鬼”;但前者是因恩典而得名,后者则是因虚妄而得名。唯独天主在本性上是天主。当我用“唯一”一词时,我指的是天主神圣且非受造的本质;因为“唯一”既可用于指称某一个特定的人,亦可简单地用于指称普遍的本性。指称特定的人,例如就保罗而言,说他“独自一人被提到第三层天,听见了隐秘的言语,是人不可说的”;指称普遍的本性,正如大卫所言:“至于世人,他的年日如草一样。”因为这里指的并非某一个具体的人,而是普遍的本性;因为人人皆是短暂且必朽的。我们同样以此理解那些关乎本性而说的经文:“那独一拥有不死的”、“向独一全智的天主”,以及“除了天主一位之外,再没有良善的”(因为此处的“一”与“唯一”表示同一意思),还有“独自铺张诸天的”,又如“当拜主你的天主,单要事奉祂”,以及“除我以外,再没有天主”。因为圣经中关于天主所用的“一”与“唯一”,并非用来区别圣子或圣灵,而是为了对照那些并非神明、却被虚妄地如此称呼者;正如说“唯独主引导他们,并无外邦神与他们同在”,以及“以色列人便除掉诸巴力和亚斯她录的邱木,单单事奉主”,又如保罗所言:“虽有许多的神,许多的主,然而我们只有一位天主,就是父,万物都本于祂;并有一位主,就是耶稣基督,万物都是藉着祂有的。” 但我们在此要追问:保罗在说了“一位天主”之后,为何不以此语为满足(因为我们说过,“唯一”与“一”用于天主时乃是指本性),反而加上了“父”,并提及了“基督”?因此我推想,被选的器皿保罗认为,倘若不藉着加上“父”来表明万物所本的那一位,不藉着提及“主”来指示万物藉以而成的道,再者,不藉着并提“耶稣基督”来宣告道成肉身、显明受难并昭示复活,那么仅仅宣讲子是天主、圣灵是天主(这正是他藉着“一位天主”这一语词所表明的),如今是不够充分的。因为“耶稣基督”这个名称向我们显明了这些概念。因此,在受难之前,主亦拒绝被称为耶稣基督,并吩咐门徒不可告诉人祂就是基督耶稣。因为祂定下的旨意乃是:在完成了经纶之后,在从死者中复活并升天之后,才准许他们传扬祂为基督耶稣。“认识你独一的真神,并且认识你所差来的耶稣基督”,以及“你们信天主,也当信我”,皆属此类;圣灵在各处坚固我们的认知,免得我们执着于这一面而偏离了另一面,因专注神学而轻视了经纶,以致因偏废而陷于不敬虔。 至于那些反对者所引用的神圣经文——他们按照自己的私意加以歪曲,并向我们抛出以贬抑独生子的荣耀——让我们竭尽全力阐明其涵义,按如下方式予以省察。首先让我们摆出这句经文:“我因父活着”;因为这是那些不虔敬地滥用此句之人射向诸天的飞箭之一。在此,正如我所认为的,该圣经语句所指称的并非那先于万世的生命(因为凡因他者而活的,绝不能是生命本身,犹如被他者加热之物不能是热本身一样,而我们的基督和天主曾说:“我就是生命”),而是指祂在肉身中、在此时间之内生成的、因父而活的生命。
- 8τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος
属格独立结构,表示前文“接纳‘同质’,又摒弃‘复合’”的原因。属格短语 τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς 作分词 γεγεννηκότος 的逻辑主语,宾格短语 τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν 作其直接宾语。
- 8πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν
非人称动词 πρόκειται 搭配与格(αὐτῷ)和不定式(ἐπιτρέψαι)的结构,意为“(作为计划或目标)摆在祂面前去准许……”。与格过去时分词 τελειώσαντι 与 αὐτῷ 一致,表示时间(“在完成了经纶之后”)。
- 8πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ ἁγίου
置于句末的属格独立结构。逻辑主语是 τοῦ Πνεύματος τοῦ ἁγίου,支配宾格直接宾语 τὴν ἔννοιαν ἡμῶν。在列举前述圣经引文之后,说明这种神圣教导背后的用意或伴随情形。
- 8πᾶν γὰρ τὸ δι’ ἕτερον ζῶν αὐτοζωὴ εἶναι οὐ δύναται
主语是带有冠词的分词短语 πᾶν τὸ δι’ ἕτερον ζῶν(“凡因他者而活的一切事物”),其中中性单数分词 ζῶν 与 πᾶν 一致并作名词化用法。复合词 αὐτοζωή(“生命本身”)作不定式 εἶναι 的表语名词。
