← 该撒利亚的巴西流

书信集

§8#3

论圣子谦逊经文的阐释与神性辩护

作者探讨了“我因父活着”、“父是比我大的”以及圣子不知审判时日等经文,指出这些表述出自道成肉身的谦卑及体谅信徒软弱的经纶考量,绝不减损圣子与圣父的同质性,并进而对“日”与“时”提出了关乎神圣概念与单一者观照的高级属灵解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8#3

βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων· καὶ οὐκ εἶπεν, Ἐγὼ ἔζησα διὰ τὸν Πατέρα, ἀλλʼ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, σαφῶς τὸν παρόντα προσημαίνων χρόνον. δύναται δὲ καὶ ζωὴν λέγειν ἣν δῇ ὁ Χριστός,1 τὸν λόγον τοῦ Θεοῦ ἔχων ἐν ἑαυτῷ. καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον, ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα. Καὶ ὁ τρώγων με, φησί, ζήσεται δι’ ἐμέ· τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα καὶ πίνομεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι, διὰ τῆς ἐνανθρωπήσεως καὶ τῆς αἰσθητῆς ζωῆς, τοῦ Λόγου καὶ τῆς σοφίας. σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὠνόμασε, καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε, δι’ ἧς τρέφεται ψυχὴ καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευάζεται. καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον. Καὶ πάλιν, Ὁ Πατήρ μου μείζων μου ἐστί· κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ γεννήματα. ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα. τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας.2 ἄγγελον γὰρ ἀγγέλου λέγομεν μείζονα, καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον, καὶ πτηνὸν πτηνοῦ ταχύτερον. εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται, μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ Πατὴρ τοῦ Υἱοῦ, ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. τί γὰρ θαυμαστὸν εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε, Λόγος ὢν καὶ σὰρξ γεγονώς, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; Ἠλάττωσας γὰρ αὐτόν, φησί, βραχύ τι παρʼ ἀγγέλους· καὶ πάλιν, Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον, καὶ τὸ Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς ἀνθρώπους. τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται καὶ τὸ σωθὲν καταμίξῃ καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ διὰ τοῦτο περιπεσόντα λῃσταῖς, εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα. Ἢ καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσει αἱρετικός, δι’ ἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ Λόγου; καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρησεν ὁ τοῦ τέκτονος υἱός; διὰ τοῦτο Πατρὸς ἐλάττων ὁ Υἱός, ὅτι διὰ σὲ γέγονε νεκρός, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ καὶ ζωῆς μέτοχον ἐπουρανίου ποιήσῃ; ὥσπερ ἄν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο,3 ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύῃ, ἵνα τοὺς πεπονθότας ἰάσηται. Διὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως σοφίαν, Πάντα γὰρ δι’ αὐτῆς ἐγένετο, οὐδεὶς δὲ ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ. ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας, μηδʼ αὖ πάλιν οἱ πολεμοῦντες μακρὰν τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος. καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν· ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὡς τελείοις κατʼ ἰδίαν διαλεγόμενος, καθʼ ὑπεξαίρεσιν ἑαυτοῦ4 φησίν, Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον. ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴ πως δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην, τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτόν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν οὓς ἑστιᾶσαι σπουδάζομεν. Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες5 καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου, τὸ τέλος ἐπιζητοῦσι καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν ὁ Κύριος ἡμῶν ἀπεφήνατο· ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοίων τοῦ Θεοῦ, ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ προσένειμε τῷ Πατρί. ὑπονοῶ τοίνυν ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὔκ ἐστι. δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ Θεός, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρχων, ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός.

因为祂是凭着父的旨意莅临人类的生活;祂并未说“我因父活过了”,而是说“我因父活着”,显然是在指明现在的时间。或者也可以理解为,祂指的是基督借着在自身内拥有天主的道而赐予的生命。而这就是其所要表明的意思,我们将从下文得知:“吃我的人,”祂说,“也要因我活着。”因为我们吃祂的肉,喝祂的血,借着道成肉身与感性的生活,成了圣道与智慧的分享者。因为祂将祂那整个奥秘的降临称为“肉”和“血”,并借此表明了由实践、自然与神学知识所构成的教义,灵魂借此得享滋养,并暂时为观照真实的存在作预备。这大概就是该圣经语句所要表明的意思。 再者,关于“我的父是比我大的”这一句:那些忘恩负义的受造物,那恶者的子孙,也利用了这句经文。但我确信,即使从这句话中,也能表明圣子与圣父是同质的。因为我知道,比较严格而言是在同属一种本性的事物之间进行的。事实上,我们说天使比天使更大,人比人更公义,飞鸟比飞鸟更迅捷。因此,如果比较是在同类事物之间进行的,而圣父按比较被称为比圣子“大”,那么圣子就与圣父是同质的。但在该圣句中还蕴涵着另一种含义。因为既然祂身为圣道且成了肉身,祂承认父比自己大,又何足为奇呢?何况在荣耀上祂甚至显现得低于天使,在容貌上低于众人。因为经上说:“你使祂比天使微小一点”;又说:“那比天使微小一点的”,以及“我们看见祂,祂并无形貌威仪,祂的相貌比众人更为衰颓消损。”祂忍受这一切,乃是因祂对自身受造物的莫大仁爱,为了寻回迷失的羊并使之归入得救的群体,并为了将那从耶路撒冷下到耶利哥、因而落在强盗手中的人,健全地重新带回属于他自己的家乡。 难道异端还要拿那马槽来责难祂吗?殊不知他自己正是作为无理性的造物借着马槽得蒙圣道的滋养。难道他还要提及贫困,说木匠的儿子连一张简陋的躺椅都没有吗?难道只因圣子为了你成了死者,为要拯救你脱离死亡的境地、使你分享天上的生命,祂就因此比圣父低微了吗?这就好比有人怪罪医生,只因他俯身照看痛苦、一同忍受恶臭,是为了医治受苦的人一样。 祂为了你,也不知晓审判的时刻和日子;然而绝无任何事物能瞒过真正的智慧,因为“万物都是借着祂造的”,而世人绝不会不知道自己所造之物。但祂因你的软弱而施此经纶,免得犯罪之人因期限的紧迫而陷于沮丧,以为未曾留下悔改的时机;又免得那些与对立势力长期作战的人因时间的漫长而放弃战阵脱离行伍。因此,祂通过这种假托的不知晓来经纶双方:对一方为了善好的战斗而缩短时间,对另一方为了其罪过而保留悔改的时机。尽管在福音书中,正如我所说的,祂为了多数人的软弱而将自己列入不知者之中,但在《宗徒大事录》中,因祂是私下对完人交谈,便把自己排除在外而说道:“父凭着自己的权能所定的时候和日期,不是你们可以知道的。” 这些话权当是按照我们最初的探讨粗略说说的。如今我们当在更高的层面上省察该句的意义,敲击知识之门,看我是否能唤醒那将属灵的面包赐给向祂祈求之人的家主,因为我们竭力想要款待的人乃是朋友与兄弟。 我们救主的圣门徒们,在人类力所能及的范围内超越了观照,并在蒙受了圣道的洁净之后,探求终极,渴望认识至高的福乐,而我们的主曾宣告不仅祂的天使、连祂自己也不知道这一福乐。祂将对天主概念的全部精确把握称为“日”,将对一与单一者的观照称为“时”,而祂将对这些的知晓仅仅归给了圣父。因此我推测,关于天主,凡是祂之所是的,便说祂知道;凡是祂之所非的,便说祂不知道。因为天主被称为知道公义与智慧,因为祂本身就是公义与智慧本身;却说祂不知晓不义与邪恶;因为创造我们的天主绝不是不义与邪恶。

语法注5 条
  1. 8ζωὴν λέγειν ἣν δῇ ὁ Χριστός

    关系代词 ἣν 的先行词为 ζωὴν,动词 δῇ 为 δίδωμι 的现在时虚拟语气第三人称单数形式,表示“基督所赐予的生命”。不定式 λέγειν 依附于 δύναται,引入了对该句经文的另一种补充性解释。

  2. 8τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας

    这是动词 οἶδα 所带的宾语分词结构,τὰς συγκρίσεις 为逻辑主语,γινομένας 为补充性分词。属格短语 τῶν τῆς αὐτῆς φύσεως 由介词 ἐπί 支配并被实质化,指“属于同一本性的事物”。作者借此确立哲学与语法论据:严格的“比较”只能在同质/同类事物间成立。

  3. 8ὥσπερ ἄν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο

    这是一个带有省略的假设比喻结构:ὥσπερ ἄν 后面省略了主句谓语(如 αἰτιῷτο 或 εἴη),后接条件从句 εἴ τις... αἰτιῷτο(祈愿语气),意为“正如假若有人指责……”。在 ὅτι 从句中使用了虚拟语气 συναπολαύῃ,生动描绘医生俯身忍受恶臭的救治过程,用来反衬异端指责基督受辱之荒谬。

  4. 8καθʼ ὑπεξαίρεσιν ἑαυτοῦ

    介词成语,意为“把自身除外”或“以自身为特例”。名词 ὑπεξαίρεσις(排除、例外)与宾格性属格 ἑαυτοῦ 结合,从构词与语意上指明基督在《宗徒大事录》中对门徒说“不是你们可以知道的”时,明确将自身从“不知者”的范围内排除在外。

  5. 8ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες

    副词性介词 ἐπέκεινα 支配属格 θεωρίας,意为“达于观照的彼岸/更高处”。插入语 ὡς ἔνι ἀνθρώποις(ἔνι 为 ἔνεστι 之缩短形,支配与格,意为“就人所可能达到的程度”)对其进行了界定。分词 ἐλθόντες 与随后的 καθαρθέντες 均为修饰主句主语(οἱ ἅγιοι μαθηταί)的伴随/时间分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:8#3