← 该撒利亚的巴西流

书信集

§8#1

隐退的申辩与神圣唯一性的论证

作者向凯撒里亚人申明自己离去并追随格列高利钻研教义的原由,请求获允稍作宽限,并告诫信众警惕败坏信仰纯正的异端牧人。随后,他驳斥了三神论的指责,论证天主并非在属于受造物与物体的“数目”上为一,而是在单纯且无可限量的“本性”上为一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8#1

Τοῖς Καισαρεῦσιν ἀπολογία περὶ τῆς ἀποχωρήσεως, καὶ περὶ πίστεως Πολλάκις ἐθαύμασα τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον ἡττᾶσθε τῆς ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκ ἀρνηθείην· τὴν δὲ αἰτίαν μάθοιτʼ ἂν ἤδη ποθοῦντες. Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλʼ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφʼ ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει μου τῶν θείων δογμάτων καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; τίς δʼ ἄν μοι γένηται Λάβαν, ἀπαλλάττων με τοῦ Ἡσαῦ καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; ἀλλʼ ἐπειδή, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον, ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον. αἰτούμεθα, οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι· οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος· ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνοντες. ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. καὶ τὰ μὲν καθʼ ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον. Ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελές, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχάς, ἀλλʼ ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματίζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἀντικρύς ἐστι Φυλιστεύς; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τό Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν, δέον ὁμολογεῖν1 Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ θεῖοι λόγοι καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν. Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως οὐδʼ ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. οὐκ ἄρα εἷς ἀριθμῷ ἐστὶν ὁ Θεός. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει, ἀλλʼ οὐδʼ ἁπλοῦν τινὰ τοῦτον· τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται· ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν. ἀλλʼ οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθʼ ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν. εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὔκ ἐστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὔκ ἐστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν, πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν, ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική. ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων.2 περιγραπτὴν δὲ λέγω, οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλʼ ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἣν καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστι. πᾶν οὖν ἅγιον, ὃ περιγραπτὴν ἔχει τὴν φύσιν καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον πηγή ἐστιν ἁγιασμοῦ, ὑφʼ ἧς πᾶσα ἡ λογικὴ κτίσις κατʼ ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται.

致凯撒里亚人:关于退隐的辩护,及关于信仰。 我常常感到惊异,你们究竟对我们抱有怎样的情意,为何竟对我们这渺小、微不足道且或许毫无可爱之处的微末之躯如此倾心;你们又何以用言辞勉励我们,唤起对友谊与故土的记忆,仿佛要以慈父般的衷肠,试图将我们这些逃亡者重新引回到你们身边。就我而言,我承认自己成了逃亡者,我也不会否认这一点;至于其中的缘由,渴求明了的你们如今便可得知。 尤其是当时,我被这意想不到的变故所震慑,犹如那些被猝不及防的声响骤然惊吓的人一样,无法掌控自己的思绪,因而远走逃亡,并在远离你们的地方滞留了相当长的时间;其后,对属神教义及关于这些教义的知解探求的渴望,亦悄然潜入我的心中。我自忖道:“我怎能克制与我们同处的邪恶?又有谁能成为我的拉班,使我脱离以扫,并引导我走向至高的哲思呢?”然而,蒙天主相助,我们藉着找到一个特选的器皿与深井——我指的是基督的代言人格列高利——已竭尽所能达成了目标;因此,我恳求你们,请宽限我们片刻,宽限我们片刻的光阴。我们如此祈求,绝非因为眷恋居于城邦的生活——因为我们并非不知道,恶者正是通过此类事物向人们施展诡计——而是因为我们判定与圣者相处乃是极其有益的。盖因在谈论属神教义以及更频繁地聆听这些教义的过程中,我们获得了不易磨灭的玄想体认。我们个人的情况大抵便是如此。 然而,对我而言属神且在众人中最亲爱的诸位领袖啊,你们应当防备非利士人的牧人,免得有人暗中堵塞你们的井,污损关于信仰之认识的纯正。因为他们所念念不忘的始终是:不用神圣的经书去教导纯朴的心灵,反而借外在的世俗智慧来蒙蔽真理。凡是将“非受生”与“受生”强加于我们的信仰,断言那永在者“曾经不在”,断言那在本性上永远为父者乃是“后来成为父亲”,并断言圣灵“并非永恒”的人,难道不是彻头彻尾的非利士人吗?他嫉妒我们先祖的羊群,使它们不能畅饮那涌流至永生的纯净之水,反倒招致先知的判语:“他们离弃了我这活水的泉源,为自己凿出破裂不能存水的池子”;而他们本应当承认父是天主,子是天主,圣灵是天主,正如神圣的言语以及对这些言语有更高深领悟的人们所教导的那样。 至于那些诬称我们为三神论的人,应当对他们这样说明:我们承认独一的天主,不是在数目上,而是在本性上。因为凡在数目上被称为一的事物,既非真正的一,在本性上亦非单纯;然而众人皆公认天主是单纯且非复合的。由此可见,天主绝非在数目上为一。我的意思乃是如此:我们说宇宙在数目上为一,但在本性上却不是一,它亦非某种单纯之物;因为我们将它分割为构成它的诸元素,即火、水、空气和泥土。同样,人亦被称为在数目上为一,因为我们常说“一个人”;但这并不是一个单纯之物,因他是由肉体与灵魂组合而成的。同理,我们也会说一位天使在数目上为一,但在本性上却非一,亦非单纯;因为我们领会天使的实体乃是伴随着圣化的本质。既然凡在数目上为一的,在本性上皆非一,而在本性上为一且单纯的,在数目上皆非一,而我们所宣讲的乃是在本性上为一的天主,那么,当我们完全将数目从那至福且属灵智的本性中排除时,他们又怎能将数目强加于我们呢?因为数目属于数量,而数量与肉体性的本性相联结;盖因数目乃属于肉体性的本性。并且我们坚信,我们的主乃是肉体的造物主。因此,一切数目所指称的,皆是那些注定具有物质性且受限制的本性之物,而“太一”与“单一”所指称的,乃是单纯且不可测度的本质。所以,凡承认天主之子或圣灵为数目或受造物的人,不知不觉中便引入了物质性且受限制的本性。我所说的受限制,不仅指受空间所包容的本性,亦指那将要把它从无引至有者在其预知中所涵盖的本性,以及能够被理性认知所把握的本性。是以,一切具有受限制本性并具有后天获得之圣洁的圣物,皆非不可接纳邪恶。然而圣子与圣灵乃是圣化的泉源,一切理性的受造物皆藉此泉源、按照其德行的多寡而获得圣化。

语法注2 条
  1. 8δέον ὁμολογεῖν

    这是由无人称动词 δεῖ 的中性单数宾格分词构成的绝对宾格(accusative absolute)结构,意为“本应当承认……”或“既然理当承认……”。它与前文 ἵνα 从句所描述的异端行径形成转折与对比,指明正统信仰所应当恪守的本分。

  2. 8λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων

    动词 λανθάνω 搭配补充分词 εἰσάγων 的古典希腊语惯用句式,意为“不知不觉中引入了……”或“未曾察觉自己引入了物质性且受限制的本性”。它揭示了主语在宣称错误信条时,其逻辑推演在不经意间所必然导致的谬误后果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:8#1