- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:6-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者致信慰问奈克塔里乌的妻子,悼念其夭折的爱子,借由玛加伯母亲的典范和天主的摄理劝勉她忍耐并扶持丈夫;在随后的信中,作者向友人格列高利承认神学言述的局限性,并敦促他全心捍卫真理。
Πρὸς τὴν ὁμόζυγον Νεκταρίου παραμυθητική. Ἔμελλον ἀποσιωπᾷν1 πρὸς τὴν κοσμιότητά σου, λογιζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. ἐπεὶ δέ με εἰσῆλθεν ὅτι πρὸς Χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα. ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο, τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. ὦ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. ὦ γῆ, τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει; Ἀλλʼ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα,2 ὡς μεμαθήκαμεν ἐν τῷ εὐαγγελίῳ ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυτοὺς προσαπόλλυμεν. μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. ἀμαθεῖς ἐσμέν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον καὶ οὐκ ἐστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον, ἀλλʼ εὐχαριστοῦσα τῷ Θεῷ ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι. Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο,3 ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ οὐκ ἐπιστάμεθα. περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν ᾧ κατοικεῖς καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα. ἀνάβλεψον πρὸς τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ οὗτος διαμενεῖ. οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτά, πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. μὴ καθʼ ἑαυτὸ μέτρει τὸ πάθος, ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν τῷ πάθει ἑαυτὴν καταναλίσκουσα. ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παράκλησιν, ἀλλʼ εὐχῆς ἡγοῦμαι χρείαν εἶναι πρὸς τὰ παρόντα. εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνάμει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵνʼ οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.
致奈克塔里乌的妻子:慰问信。 我本打算对尊贵的您保持沉默,因为我考虑到,正如对于发炎的眼睛,哪怕最柔和的敷治也会引起痛苦一样,对于因沉重悲伤而遭受重创的灵魂而言,即便话语带来极大的抚慰,在这剧痛之中呈献上来,亦似乎总显得令人烦扰。然而,当我念及我所要与之交谈的是一位基督徒妇女,她早已领受了属神之事的教导,并对人间的变故有所防备,我便认为忽略自己应尽的本分是不合宜的。我深知为母者的心肠是何等柔细;而当我特别想到您对待众人一贯的仁厚与温和时,我深知面对眼前的遭遇,痛苦必当是何等巨大。您痛失了一个儿子;这孩子在世时,所有的母亲都称赞他有福,并祈求自己的儿子也能像他一样;而当他死去时,她们又都叹息哀悼,仿佛每一位母亲都将自己的骨肉深埋入土。他的离世成了两个故乡的重击:既是我们自己的故乡,也是奇里乞亚人的故乡。随着他的逝去,那显赫荣耀的家族一同崩塌,仿佛支柱被撤去而倾覆。啊,恶魔的可怖侵袭,竟有能力造成如此深重的祸害!啊大地,竟被迫接纳如此沉痛的悲难!即便是太阳,若有知觉,面对那阴惨的景象想必也会战栗。而面对灵魂无可奈何的困顿所催生出的痛苦,又有谁能说出足以比拟的言辞呢? 然而,我们的遭遇并非缺乏天主的眷顾,正如我们在福音中所学到的:若没有我们天父的旨意,哪怕一只麻雀也不会落到地上。是以,凡发生的事,皆是凭着造我们者的旨意而发生。而对于天主的旨意,又有谁能抗拒?让我们接纳所发生的事吧;因为怨怼愤懑既不能挽回既成的事实,反而会连同毁灭我们自身。切莫归咎于天主公正的裁判。我们太缺乏见识,以至于不配审断祂不可言说的决断。此刻上主正在考验您对祂的爱。此刻正是您凭着坚忍而获得殉道者份额的良机。玛加伯的母亲目睹了七个儿子的死亡,却未曾叹息,亦未流下一滴卑怯的眼泪,反而感谢天主,因她看见他们藉着火、剑和最残酷的酷刑得以摆脱肉身的羁绊,因而她在天主面前被判定为忠良,在众人之中被称颂传扬。这苦难固然深重,我也承认;然而上主为坚忍之人所存留的赏报亦同样巨大。 当您为人母、看见这孩子并感谢天主之时,您必然早已知晓,身为必死之人,您所生下的亦是必死之身。既然如此,一个必死之人死去了,又有何怪哉?然而使我们悲伤的是死非其时。但这究竟是否不合时宜,尚难断定,因为我们并不懂得为灵魂挑选何为有益,亦不懂得为人的生命划定界限。环顾您所居住的整个世界吧,思想一切目所能及之物皆属必死,皆屈服于朽坏。举目望向苍天,就连它有朝一日也必将解体;望向太阳,它亦不能长存。一切星辰、陆生与水生的动物、大地周遭的美景、这大地本身,皆是可朽之物,在不久之后都将不复存在。对这些事的默想,但愿能成为对所发生之事的抚慰。不要单独衡量眼前的痛苦,因为那样它在您看来必将是无法承受的;而将它与一切人间万事相比拟,您便能从中找到抚慰。在这一切之上,我有一句恳切之言不得不说:顾惜您的丈夫吧;你们当彼此成为安慰;切莫因沉溺于哀痛而耗尽自身,反倒使灾难对他而言变得更加沉重。大抵而言,我认为言辞不足以提供安慰,面对当前的变故,唯有祈祷才是当务之急。因此我祈求上主亲自以祂难以言表的大能触碰您的心,藉着良善的思绪在您的灵魂中注入光明,使您能从自己内心深处汲取抚慰的源泉。
Γρηγορίῳ ἑταίρῳ Οὐδὲ τότε ἠγνόουν, ὅτε ἐπέστελλον τῇ λογιότητί σου, ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέγοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμένοις. εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾷν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις, καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων;4 οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ἐπιζητούμενον. κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. ἐκεῖνα μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶ ἀκριβεστέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει. Τὸ δὲ νῦν ἔχον παρακαλοῦμέν σε, ὃ καὶ παρεκαλέσαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας καὶ ταῖς παρὰ τοῦ Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρʼ ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον· οἳ πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας5 βλάπτομεν μᾶλλον τῇ παρʼ ἑαυτῶν ἀσθενείᾳ τὸν λόγον ἤ τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀληθείᾳ προστίθεμεν.
致友人格列高利。 即使在彼时,当我给博学的您写信时,我也并非不知道:一切神学上的言语,既不及言说者心中的思想,亦不及探求者的渴望,因为言辞生来就显得无力为理智所领会的事物效力。是以,若我们的心思本就软弱,而舌头较之更显微不足道,那么对于所说出的话,我们除被指责为言辞匮乏之外,还能期待什么呢?然而,我们绝不能因此就将所探求的事情在沉默中搁置。因为若不能欣然向爱上主的人给出关乎天主的解答,便有背信之虞。是以那些内容,不论是看似已经充分,抑或尚需某些更为精确的增补,皆需特定的时机予以修正。 目下我们所恳请您的,正如我们此前已经恳请过的那样:请将您自身全然投入到对真理的辩护中,投入到天主在您心中所激发的、旨在坚立美善的志向中;满足于这些,而不要再向我们寻求更多。盖因我们远远不及您的期望,非但未能通过为真理辩护而为其增添力量,反而因自身的拙劣更损害了这篇论说。
- 6Ἔμελλον ἀποσιωπᾷν
未完成过去时 ἔμελλον 搭配不定式表示过去未遂的意图(“我本打算保持沉默”)。其后由 ἐπεὶ δέ με εἰσῆλθεν 引导的分句说明了放弃该打算的原因。
- 6Ἀλλʼ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα
固定连用短语 ἀλλʼ οὐ γάρ 意为“然而[事实并非如此],因为我们的境况绝非缺乏眷顾……”,在此用以打断并否定前文极度悲痛的感叹,将论点转向对天主眷顾的信靠。
- 6ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο
接在 ἄδηλον(“尚不清楚/未定”)之后的间接疑问句。εἰ μή 表达带有推测意味的疑问(“这究竟是否并非合乎时宜”),意指凭人的有限认识,无法断定天主所定的离世时刻是否真是不合时宜的。
- 7καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων
由 τί ἐχρῆν προσδοκᾷν ἡμᾶς 所统摄的带不定式的宾格结构(ἐγκληθήσεσθαι 的逻辑主语为 ἡμᾶς),配合否定词 οὐχὶ 构成反问(“除了料想我们必将因言辞匮乏而遭谴责之外,还能期待什么呢?”)。πενίαν 是被动语态动词保留的指控宾格。
- 7οἳ πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας
关系代词 οἳ 以紧随其前的 παρʼ ἡμῶν(“从我们这里”)为先行词,并充当第一人称复数主动词 βλάπτομεν(“我们反而损害……”)的主语。τῆς ὑπονοίας 为比较属格,意为“远逊于[阁下的]期望/推测”。
