- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:75-76
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信高官阿布尔吉乌斯与索弗罗尼乌斯,痛陈因行省划界与要人迁徙而导致故土凯撒里亚急速荒芜倾覆的惨状,恳求他们凭借自身的崇高权能与影响力援救濒临绝境的故土。
Ἀβουργίῳ Πολλῶν ὄντων ἃ τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν, οὐδὲν οὕτως ἴδιόν ἐστι σὸν ὡς ἡ περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου, ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν. αὕτη τοίνυν ἡ πατρίς, ἡ σὲ ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθε· καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν γνωρίσειεν· οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς ἀφαιρεθέντων τῶν πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. ὧν ἀκρωτηριασθέντες1 οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν μεταπεπτώκασι, καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν τῆς ἀθυμίας τὸν ὄγκον, ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν, καὶ γεγενῆσθαι τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφεδρεύουσιν ἡμῶν τῷ πτώματι. τίνος οὖν ἐστὶ χεῖρα ἡμῖν ὀρέξαι;2 ἢ τίνος συμπαθὲς ἐφʼ ἡμῖν ἀφεῖναι δάκρυον, ἀλλʼ οὐχὶ τῆς σῆς ἡμερότητος, ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι γε3 τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι. πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπʼ οὐδενὸς καιροῦ καταλέλοιπέ σε, καὶ πολλὰς ἔδωκέ σοι τῆς παρʼ ἑαυτοῦ εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν, καὶ τῇ προσούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν.
致阿布尔吉乌斯 在使您的品格卓越超群的诸多美德之中,没有什么比对故土的热忱更专属于您的了;您正向她给予公正的回报,正是从她那里启程,您才成就了如此伟业,以致您的显赫声名传遍整个天下。然而,正是这生您养您的故土,如今竟沦落到如同古代传说般令人难以置信的地步;凡来到我们城邦的人,哪怕是往昔最为熟知它的人,也无法将它认出。全城竟如此突兀地沦为一片彻底的废墟,因为此前已有许多主政官员被从城中剥离,而如今几乎所有人都被迁往波丹杜斯。残存之人因失去他们而宛如被斩断肢体,自身也陷入了全然的绝望之中,并在所有人心中激起了如此巨大的沮丧,以致如今城中甚至连居民都已匮乏,此地化为可怕的荒漠——对友人而言是目不忍睹的惨状,对久已窥伺我们倾覆的人而言却带来了无尽的欢悦与快意。那么,向我们伸出援手,抑或为我们流下同情的泪水,究竟是谁的职责呢?难道不正是属于您的仁厚宽宏吗?甚至对一座遭受如此苦难的异乡城邦,您尚且会深表同情,更何况是对将您带入人世的故土呢?因此,若尚有任何力量,请在当下的急难中向我们展现出来吧。无论如何,您都承受着来自上帝的巨大庇佑,祂在任何危难关头都未曾离弃您,并赋予您诸多来自祂自身恩眷的明证;只要您愿意彻底奋起顾念我们,并运用您所拥有的权能来援助同胞公民。
Σωφρονίῳ μαγίστρῳ Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν ἐμὲ ἠνάγκαζε, καταλαβόντα τὸ στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν, καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. ἐπειδὴ δὲ ἥ τε τοῦ σώματος ἀρρωστία καὶ ἡ τῶν ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν μεγαλόνοιαν ἐπείχθην, γνωρίζων, ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα, εἰς ἀθρόον ἀφανισμὸν ἐχώρησεν οὕτως, ὡς ἡ ἡμετέρα τῇ καινῇ ταύτῃ τῶν πραγμάτων οἰκονομίᾳ καταποθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ. καὶ μῦθος γέγονε τὰ ἡμέτερα. οἴχεται μὲν γὰρ τὸ πολίτευμα· πᾶν δὲ τὸ πολιτικὸν σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸν τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. ἐπιλέλοιπε δὲ λοιπὸν καὶ ἡ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται ἡ πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς, οἷς εὐθηνοῦνται πόλεις ἀνενδεῶς διάγουσαι. Μίαν δὲ ἐνομίσαμεν ὡς ἐν δεινοῖς4 παραμυθίαν εἶναι, τὸ ἐπιστενάξαι τοῖς πάθεσιν ἡμῶν πρὸς τὴν σὴν ἡμερότητα, καὶ παρακαλέσαι, εἴ τις δύναμις, χεῖρα ὀρέξαι τῇ πόλει ἡμῶν εἰς γόνυ κλιθείσῃ. τὸν δὲ τρόπον δι’ οὗ ἂν γένοιο ἐν καιρῷ τοῖς πράγμασιν, αὐτὸς μὲν εἰσηγεῖσθαι οὐκ ἔχω, σοι δὲ πάντως καὶ εὑρεῖν διὰ τὴν σύνεσιν ῥᾴδιον, καὶ χρήσασθαι τοῖς εὑρεθεῖσι, διὰ τὴν παρὰ Θεοῦ σοι δεδομένην δύναμιν, οὐ χαλεπόν.
致长官索弗罗尼乌斯 降临在我们故土的灾祸之深重,本在逼迫我亲自前往军营,向您非凡的才干以及在政务上掌握最高权力的其余诸位,亲口陈述笼罩我们城邦的哀愁。然而,由于肉体的虚弱与教会的照管阻碍着我,我便急忙暂且通过书信向您高迈的胸襟倾诉哀思;因为我深知,在汪洋中被狂风倾覆吞没的舟楫,未曾如此突兀地消失无踪;被地震摧毁、被洪水淹没的城邦,也未曾像我们的城邦被这项新政体制所吞噬而步入彻底毁灭那般,如此迅速地走向彻底消亡。我们的遭遇已然化为神话般的谈资。因为执政阶层已然消散,整个公民队伍因对统治者心灰意冷而离弃了城中的居所,流落于乡野之间。如今连必需品的供给也已匮乏;往昔曾以文人学者和那些使生活无缺的城邦繁荣昌盛的一切自豪的城邦,已然彻底沦为一幅目不忍睹的惨景。 但我们认为,在这惨境之中唯一的慰藉,便是向您的仁厚倾诉我们受难的哀叹,并恳求您,若尚有任何力量,请向我们已然屈膝倒地的城邦伸出援手。至于您能在适当时机补救时局的具体方式,我自身无法提出建议;然而凭藉您的睿智,去构想此策对您而言绝非难事,而凭藉上帝所赐予您的权能,将所构想的策略付诸施行,也绝非不易之事。
- 75ὧν ἀκρωτηριασθέντες
ὧν 是表示分离/剥夺的属格,指代前文被强行迁走的几乎所有官员(σχεδὸν ἁπάντων [τῶν πολιτευομένων])。被动态分词 ἀκρωτηριασθέντες 字面意为“被切除肢体的/被致残的”,比喻残存的市民(οἱ λειπόμενοι)因失去核心骨干而宛如失去四肢般陷入瘫痪绝境。
- 75τίνος οὖν ἐστὶ χεῖρα ἡμῖν ὀρέξαι
τίνος 是疑问代词作系动词 ἐστί 的表语属格(表示职责、特征或属性),不定式短语 χεῖρα ἡμῖν ὀρέξαι 作主语,意为“向我们伸出援手是谁的职责/特征?”它与后文的 ἀλλʼ οὐχὶ τῆς σῆς ἡμερότητος(难道不正是属于您的仁厚宽宏吗)紧密呼应。
- 75μὴ ὅτι γε
惯用短语,意为“更不用说……”或“何况……”。此处构成层进对比:既然您对异邦城邦(ἀλλοτρίᾳ πόλει)的受难尚且同情,那么对于将您带入人世的故土(τῇ σε παραγαγούσῃ εἰς τὸν βίον)自然更不用说了。
- 76ὡς ἐν δεινοῖς
限制性小词 ὡς 与介词短语 ἐν δεινοῖς(“在灾难中”)结合,修饰表语名词 παραμυθίαν,意为“在惨境之中所可能得到的/符合惨状程度的慰藉”。
