- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:74#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者恳请马提尼亚努修书陈情,向其痛陈因行省划界导致议员流亡与被押、故土荒废的惨烈现状,并勉励他效仿梭伦为公义挺身发声。
ὥστε, τὴν ἀπὸ τῶν γραμμάτων βοήθειαν χαριζόμενος τῇ πατρίδι, πρῶτον μὲν σαυτῷ συνειδήσεις μηδὲν τῶν εἰς δύναμιν ἡκόντων ἐλλελοιπότι, ἔπειτα μέντοι καὶ τοῖς κάμνουσιν, αὐτῷ τῷ φαίνεσθαι συναλγῶν, ἀρκοῦσαν δώσεις παραμυθίαν. ἀλλʼ εἴθε γὰρ ἦν οἷόν τε, αὐτὸν ἐπιστάντα τοῖς πράγμασιν, ὄψει λαβεῖν αὐτὰ τὰ σκυθρωπά. οὕτω γὰρ ἂν ἴσως, ἀπʼ αὐτῆς τῆς ἐναργείας τῶν ὁρωμένων συγκινηθείς, ἀφῆκάς τινα φωνὴν πρέπουσαν καὶ τῇ σῇ μεγαλονοίᾳ καὶ τῇ κατηφείᾳ τῆς πόλεως. σὺ δὲ ἀλλʼ ἡμῖν διηγουμένοις μὴ ἀπιστήσῃς. ἢ ὅτι Σιμωνίδου ὄντως ἤ τινος τοιούτου μελοποιοῦ ἐδεόμεθα, ἐναργῶς εἰδότος ἐπιστενάζειν τοῖς πάθεσι; καίτοι τί λέγω Σιμωνίδην; δέον Αἰσχύλον εἰπεῖν, ἢ εἰ δή τις ἕτερος, παραπλησίως ἐκείνῳ συμφορᾶς μέγεθος ἐναργῶς διαθέμενος, μεγαλοφώνως ὠδύρατο. Σύλλογοι μὲν γὰρ ἐκεῖνοι, καὶ λόγοι, αἱ κατʼ ἀγορὰν συντυχίαι τῶν ἐλλογίμων ἀνδρῶν, καὶ ὅσα πρότερον ἐποίει τὴν ἡμετέραν ὀνομαστὴν πόλιν ἡμᾶς ἐπιλελοίπασιν· ὥστε τῶν περὶ παιδείαν καὶ λόγους ἧττον ἂν φανείη νῦν τις ἐμβαλὼν τῇ ἀγορᾷ ἢ Ἀθήνησι πρότερον οἱ ἀτιμίαν κατεγνωσμένοι, ἢ τὰς χεῖρας ὄντες μὴ καθαροί. ἀντεισῆκται δὲ τούτοις Σκυθῶν τινῶν ἢ Μασσαγετῶν ἀμουσία· μία δὲ φωνὴ ἀπαιτούντων καὶ ἀπαιτουμένων καὶ ξαινομένων ταῖς μάστιξι. στοαὶ δʼ ἑκατέρωθεν σκυθρωπὸν ἐπηχοῦσαι οἷον οἰκείαν δοκοῦσιν ἀφιέναι φωνὴν τοῖς γινομένοις ἐπιστενάζουσαι. γυμνάσια δὲ κεκλεισμένα καὶ νύκτας ἀλαμπεῖς οὐκ ἐᾷ ἡμᾶς οὐδὲν λογίζεσθαι ἡ περὶ τοῦ ζῇν ἀγωνία.1 κίνδυνος γὰρ οὐχ ὁ τυχών, τῶν κρατούντων ὑφαιρεθέντων, ὥσπερ ἐρείσμασι πεσοῦσι συγκατενεχθῆναι τὰ πάντα. καὶ τίς ἂν λόγος τῶν κακῶν τῶν ἡμετέρων ἐφίκοιτο; οἱ μὲν οἴχονται φεύγοντες, μέρος τῆς βουλῆς ἡμῶν, οὐ τὸ φαυλότατον, τὴν ἀειφυγίαν Ποδανδοῦ προτιμήσαντες. ὅταν δὲ Ποδανδὸν εἴπω, τὸν Κεάδαν με οἴου λέγειν τὸν Λακωνικόν, ἢ εἴ που τῆς οἰκουμένης εἶδες βάραθρον αὐτοφυές, ἃ δὴ καὶ Χαρώνειά τισι προσαγορεύειν αὐτομάτως ἐπῆλθεν, ἀέρα νοσοποιὸν ἀναπνέοντα. τοιούτῳ τινὶ ἐοικὸς νόμισον καὶ τὸ Ποδανδοῦ κακόν· τριῶν τοίνυν μοιρῶν,2 οἱ μὲν φεύγουσιν αὐταῖς γυναιξὶ καὶ ἑστίαις ἀπαναστάντες· οἱ δὲ ἀπάγονται ὥσπερ αἰχμάλωτοι, οἱ πλεῖστοι τῶν ἐν τῇ πόλει ἄριστοι, ἐλεεινὸν φίλοις θέαμα, ἐχθροῖς δὲ εὐχὴν ἐκπληροῦντες, εἰ δή τις γέγονεν ὅλως τοσοῦτον ἡμῖν ἐπαρασάμενος. τριτάτη δέ που μοῖρα λέλειπται· οὗτοι δέ, τήν τε ἀπόλειψιν τῶν συνήθων οὐ φέροντες, καὶ ἅμα τῆς χρείας ἀτονώτεροι ἀπελεγχόμενοι, πρὸς αὐτὸ τὸ ζῇν ἀπειρήκασι. Ταῦτά σε φανερὰ ποιῆσαι πᾶσι παρακαλοῦμεν τῇ σεαυτοῦ φωνῇ καὶ τῇ σεαυτοῦ παρρησίᾳ τῇ δικαίᾳ, ἣν ἔχεις ἀπὸ τοῦ βίου, ἐκεῖνο σαφῶς προειπόντα, ὅτι, ἐὰν μὴ ταχὺ μεταβουλεύσωνται, οὐδʼ ἕξουσιν εἰς οὓς τὴν φιλανθρωπίαν ἐνδείξονται. ἢ γὰρ γενήσῃ τι ὄφελος τοῖς κοινοῖς, ἢ τό γε τοῦ Σόλωνος πεποιηκὼς ἔσῃ,3 ὃς τοῖς ἀπολειφθεῖσι τῶν πολιτῶν ἀμύνειν οὐκ ἔχων, τῆς ἀκροπόλεως ἤδη κατεχομένης, τὰ ὅπλα ἐνδὺς πρὸ τῶν θυρῶν ἐκαθέζετο, εὔδηλος ὢν τῷ σχήματι τοῖς γινομένοις οὐ συντιθέμενος. ἐκεῖνο δʼ ἀκριβῶς οἶδα, ὅτι, καὶ εἴ τίς σου νῦν τὴν γνώμην μὴ ἀποδέχοιτο, μικρὸν ὕστερόν σοι εὐνοίας τε ὁμοῦ καὶ συνέσεως τὴν μεγίστην δόξαν προσθήσει ὅταν ἴδῃ τὰ πράγματα κατὰ τὴν πρόρρησιν ἀπαντήσαντα.
因此,借着书信向故土施以援手,首先,您自己便能问心无愧,深知在力所能及的范围内未曾遗漏任何事情;其次,单单通过显露出与受难者同受苦痛,您便能给予他们充分的慰藉。然而,要是您本人能亲临现场,亲眼目睹这惨淡的现实,那该有多好啊!因为若是那样,或许受所见之景那生动真切本身的触动,您就会发出既契合您宏大的心胸、又契合全城哀愁的呼声。但请莫要对我们的陈述心存怀疑。难道我们真需要一位西摩尼得斯或类似的抒情诗人,懂得生动地为苦难哀叹吗?但我为何还要提西摩尼得斯呢?我本应提及埃斯库罗斯,或者其他任何像他一样生动展现灾难之深重并大声哀号的人。 因为昔日的那些聚会、辩论、名流在集市中的相会,以及往昔使我们城邦享有盛名的一切,如今都抛弃了我们;以至于如今潜心修养与修辞之人踏入集市的身影,恐怕比从前雅典那些被剥夺公民权或双手不洁之人还要罕见。取代这些的,是某种斯基泰人或马萨革泰人的蛮荒野蛮;唯有一种声音在回荡,那就是催逼索要者、被逼勒索者以及遭受皮鞭笞挞者的呼号。两旁的柱廊发出阴森的回响,仿佛在为眼前发生的一切发出属于它们自己的叹息。至于关闭的演武场和毫无光亮的黑夜,因求生之忧虑,我们根本无暇去思量任何这些事情。因为眼下的危险非同寻常,一旦主政者们被革除,正如支柱倾颓一般,一切都将随之倾覆瓦解。又有怎样的言辞能够道尽我们的灾祸呢?有些人已经逃亡离去,那是我们议事会的一部分,且绝非最卑微平庸的部分,他们宁可选择终生流亡,也不愿留在波丹杜斯。而当我提及波丹杜斯时,您大可认为我所说的是拉科尼亚的凯阿达斯深坑;或者就如您在天下某处所见过的自然地堑,吞吐着致病的瘴气,以致人们不由自主地称其为卡隆之渊。请您将波丹杜斯的祸患视为与之相似之物。因此,在三个部分中,一部分人连同妻室与家园一同迁离逃亡;另一部分人则如同战俘般被押走,他们是城中最优秀的绝大多数人士,对友人而言是目不忍睹的惨状,对仇敌而言却如愿以偿——若真有人曾对我们施加过如此深重的诅咒的话。而大概还有第三部分人留了下来;但他们既无法承受失去旧相识的痛苦,同时又被证明无力承担公众的负担,已然对活着本身心灰意冷了。 我们恳请您,用您自己的声音和您立身行事所赋予的正义坦率,将这些实情昭示天下,明确地预先告诫他们:如果他们不尽快改弦易辙,将来甚至连展现仁慈的对象都将不复存在。因为如此一来,您要么会给公益带来某些补益,要么至少也成就了梭伦当年的壮举——当卫城已被占领、他已无力庇护剩下的公民时,梭伦披甲执兵坐在门前,以其身姿昭示自己绝不赞同正在发生的事。而有一点我极为确信:即便眼下有人不接纳您的见解,不久之后,当看到事态正如预言那般应验之时,他也必会将仁善与睿智的至高声誉一并加于您的身上。
- 74γυμνάσια δὲ κεκλεισμένα καὶ νύκτας ἀλαμπεῖς οὐκ ἐᾷ ἡμᾶς οὐδὲν λογίζεσθαι ἡ περὶ τοῦ ζῇν ἀγωνία.
此句包含明显的倒装(hyperbaton)结构。全句主语为置于句末的 ἡ περὶ τοῦ ζῇν ἀγωνία(求生之忧虑),主导动词 οὐκ ἐᾷ(不容许)及不定式的逻辑主语 ἡμᾶς(我们);而前置的宾格短语 γυμνάσια... κεκλεισμένα καὶ νύκτας ἀλαμπεῖς(关闭的演武场与无光的黑夜)则是逻辑上作为不定式 λογίζεσθαι(思量、计及)的直接宾语,与 οὐδέν 形成强调性呼应。
- 74τριῶν τοίνυν μοιρῶν
前置于句首的部分属格(partitive genitive,意为“在三个部分之中”)。随后句式出现破格(anacoluthon),并未在语法上严格承接属格,而是直接以主格展开分述(οἱ μέν... οἱ δέ... τριτάτη δέ που μοῖρα),从而增强了叙述的生动性与现场感。
- 74πεποιηκὼς ἔσῃ
由将来时系动词 ἔσῃ 与完成时分词 πεποιηκώς 构成的迂回式将来完成时主动态(periphrastic future perfect active),表示在将来某一时刻业已完成的行为及其延续的结果状态,意为“(您便算)成就了(梭伦之举)”。
