- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:74#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔极力赞颂马提尼亚努的卓越才德与交往价值,但解释称自己因卡帕多细亚故土惨遭行政分割、同胞求援而不得不前去应对,并恳请马提尼亚努向朝廷或皇帝直言劝阻,若不能亲往亦当修书干预。
Μαρτινιανῷ Ἐμὲ τί οἴει πόσου ποτʼ ἂν τιμήσασθαι1 τὸ εἰς ταὐτὸν ποθʼ ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ ἐπὶ πλεῖον σοὶ συγγενέσθαι, ὥστε πάντων ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν; καὶ γὰρ εἰ μέγα πρὸς μαρτυρίαν παιδεύσεως τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα, καὶ νόον γνῶναι, τοῦτο οἶμαι δι’ ὀλίγου χαρίζεσθαι τὴν σὴν ὁμιλίαν. τί γὰρ διαφέρει πολλοὺς ἰδεῖν κατὰ μέρος, ἢ ἕνα τὸν πάντων ὁμοῦ τὴν πεῖραν ἀναδεξάμενον; μᾶλλον δὲ ἐγὼ καὶ πλεῖστον ἂν ἔχειν εἴποιμι τὸ διάφορον, ὅσα ἀταλαίπωρον τὴν γνῶσιν τῶν καλῶν προξενεῖ, καὶ καθαρὰν τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας συνάγει τὴν ἱστορίαν τῆς ἀρετῆς. εἴτε γὰρ πρᾶξις ἀρίστη, εἴτε λόγος μνήμης ἄξιος, εἴτε πολιτεῖαι ἀνδρῶν ὑπερπεφυκότων τοὺς ἄλλους, πάντα τῷ σῷ ταμιείῳ τῆς ψυχῆς ἐναπόκειται. ὥστε οὐκ εἰς ἐνιαυτὸν μόνον, ὡς ὁ Ἀλκίνοος τοῦ Ὀδυσσέως, ἀλλʼ εἰς πάντα μου τὸν βίον εὐξαίμην ἄν σου ἀκούειν, καὶ μακρὸν ἄν μοι γενέσθαι τούτου γε ἕνεκα τοῦτον, καὶ ταῦτα δυσκόλως πρὸς αὐτὸν διακείμενος. τί δήποτʼ οὖν ἐπιστέλλω νῦν, παρεῖναι δέον; ὅτι με κάμνουσα ἡ πατρὶς ἐπείγει πρὸς ἑαυτήν. οἷα γὰρ πέπονθεν, οὐκ ἀγνοεῖς, ὦ ἄριστε· ὅτι Πενθέως τρόπον Μαινάδες ὄντως τινές, δαίμονες, αὐτὴν διεσπάσαντο. διαιροῦσι γὰρ αὐτὴν καὶ ἐπιδιαιροῦσιν· ὥσπερ οἱ κακοὶ τῶν ἰατρῶν, χαλεπώτερα τὰ ἕλκη ποιοῦντες τῇ παρʼ ἑαυτῶν ἀπειρίᾳ. ἐπεὶ οὖν κέκμηκε κατατεμνομένη, λείπεται αὐτὴν θεραπεύειν, ὡς ἀρρωστοῦσαν. ἐπέστειλαν οὖν ἐπείγοντες ἡμᾶς οἱ πολῖται· καὶ ἀνάγκη ἀπαντᾷν, οὐχ ὥς τι ὄφελος ἐσομένους τοῖς πράγμασιν, ἀλλὰ τὴν ἐκ τῆς ἀπολείψεως μέμψιν ἐκκλίνοντας. οἶσθα γάρ, ὡς εὔκολοι μὲν ἐλπίσαι οἱ ἀμηχανοῦντες, εὔκολοι δέ που καὶ καταμέμψασθαι, ἐπὶ τὸ παρεθὲν ἀεὶ τρέποντες τὰς αἰτίας. Καίτοι ἔγωγε καὶ αὐτοῦ τούτου ἕνεκεν ἐδεόμην σοι συνελθεῖν καὶ δοῦναι γνώμην· μᾶλλον δὲ παρακαλέσαι ἐνθυμηθῆναί τι νεανικὸν καὶ πρέπον τῷ σεαυτοῦ φρονήματι, καὶ εἰς γόνυ κλιθεῖσαν τὴν πατρίδα ἡμῶν μὴ περιιδεῖν, ἀλλὰ καταλαβόντα τὸ στρατόπεδον εἰπεῖν μετὰ παρρησίας τῆς σῆς μήτοι νομίζειν αὐτοὺς δύο κεκτῆσθαι ἀντὶ μιᾶς ἐπαρχίας. οὐ γὰρ ἐξ ἄλλης τινὸς οἰκουμένης ἐπεισήγαγον τὴν ἑτέραν, ἀλλὰ παραπλήσιόν τι πεποιήκασιν, ὥσπερ ἂν εἴ τις ἵππον ἢ βοῦν κεκτημένος, εἶτα διχῆ διελὼν δύο νομίζοι ἔχειν ἑνὸς ἄντι· οὔτε γὰρ δύο ἐποίησε, καὶ τὸν ἕνα διέφθειρεν·2 εἰπεῖν δὲ καὶ τοῖς παραδυναστεύουσι, μὴ τοῦτον αὔξειν τὸν τρόπον τὴν βασιλείαν, οὐ γὰρ ἐν ἀριθμῷ εἶναι τὴν δύναμιν, ἀλλʼ ἐν τοῖς πράγμασιν· ἐπεὶ νῦν γε ἡγούμεθα τοὺς μὲν ἀγνοίᾳ τῆς ἀληθείας ἴσως, τοὺς δὲ τῷ μὴ βούλεσθαι λυπεῖν τοῖς ῥήμασι, τοὺς δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾷν τὰ γινόμενα.3 εἰ μὲν οὖν ἦν δυνατὸν αὐτὸν ἐλθεῖν πρὸς βασιλέα, τοῦτο κράτιστον μὲν τοῖς πράγμασι, πρέπον δέ σου τῇ καλῇ τοῦ βίου προαιρέσει. εἰ δὲ βαρὺ ἄλλως καὶ διὰ τὴν ὥραν τοῦ ἔτους καὶ διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἔφης, σύντροφον ἔχουσαν ἐν ἑαυτῇ τὸν ὄκνον, ἀλλὰ τό γε ἐπιστεῖλαι πόνος οὐδείς.
致马提尼亚努 您以为,若我们有朝一日能聚在一起、更多地与您相伴,从而尽情领略您身上的一切美善品质,我会将这估量为多大的价值呢?因为如果说“得见众人之城邑、洞察彼等之心意”是受过教养的崇高明证,那么我认为与您的交往能在顷刻之间赐予此事。毕竟,逐一打量众人,与目睹一位集众人阅历于一身的人,又有何差别呢?或者说,我更要断言其差别极其悬殊,因为它无须劳苦便能为人带来善美的认知,并将毫无不良杂质掺合的纯粹美德见闻汇聚一处。盖无论是最高尚的行为,还是值得留存的言论,抑或是超越常人的杰出人士之生平行迹,全都储藏在您心灵的宝库之中。是以我所祈愿向您倾听的,不仅是如阿尔喀诺俄斯之于奥德修斯那样的一整年,而是我的整个余生;且单单为此缘故,我便祈求这生命得以长久,尽管就生命本身而言我是怀有厌烦心态的。那么,在我理当亲临之时,为何如今反而寄去书信呢?是因为陷入困境的故乡催促我赶赴它的身旁。至善的贤兄啊,它遭遇了怎样的变故,您并非不知:即如同对待彭透斯那样,实实在在地有些恶魔般狂女将它撕得粉碎。他们将它瓜分,并一再细分,宛如拙劣的医官,因自身的缺乏经验而使伤口愈发恶化。既然它已因惨遭切割而精疲力竭,所剩下的便只有视其为病患予以医治了。因此同胞们急迫地致信于我们;而我们也必须前去应召,并非以为能给局势带来什么补益,而是为了避开因缺席招致的指责。因为您知道,身陷绝境之人极易抱有希望,想必也极易心生责怪,总是将罪责归咎于被遗漏之事。 然而,正是为了这件事本身,我先前极愿与您相聚并陈述见解;或者不如说,恳请您构想出某些符合您自身傲骨气节的刚毅果决之策,莫要对屈膝倒地的故土坐视不理,而是赶赴军营,以您素有的坦率直言向他们申明:绝不可自以为拥有了两个行省而非一个。因为他们并非从另一个天下迁入了第二处领土,而是做了一件极为类似的事,正如有人本有一匹马或一头牛,随后将其劈成两半,便以为拥有一双而非一个;但他并未造出两只,反倒毁掉了原先的一只。并且我也希望您去告诉执政的显要们,不可用这种方式扩张帝国,因为实力并不在于数目,而在于实情。因为依我们看来,如今有些人或许是出于对真相的无知,有些人是不愿用言语触怒人,还有些人则是漫不关心,都在对正在发生的事坐视不管。那么,若是您本人能亲自前往晋见皇帝,这对局势自是上策,亦符合您崇高的生活志向;但若是因时令气候,又或是因您自己所说天生伴随着畏缩迟疑的高龄而显得难以成行,那么至少修书一封是毫无劳苦可言的。
- 74Ἐμὲ τί οἴει πόσου ποτʼ ἂν τιμήσασθαι
句首的 Ἐμέ 是提前宾语/先领成分(prolepsis),在逻辑上是不定词 τιμήσασθαι 的主语(因受 οἴει 支配而作对格)。全句构成了双重疑问句(“你以为我会将……估量为多大价值?”),πόσου 为表示价值/价格的属格,ἄν 与不定词 τιμήσασθαι 连用表示潜势(“会如何估量”)。
- 74οὔτε γὰρ δύο ἐποίησε, καὶ τὸν ἕνα διέφθειρεν
由关联连词 οὔτε ... καί ... 构成的对比句(“既没有……反而……”)。此处使用直说语气不定过去时,断然陈述了前述假设(将一头牛马剖为两半)的荒谬后果:既未制造出两头,反倒毁掉了仅有的一头,以此揭露行政拆分之虚妄。
- 74τοὺς δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾷν τὰ γινόμενα
在受主动词 ἡγούμεθα 支配的对格不定词结构中,不定词 περιορᾷν 的对格主语被分列为三组:τοὺς μέν ... τοὺς δέ ... τοὺς δέ ...。第三组中的 οὐ μέλον αὐτοῖς 是无人称动词 μέλει 的分词构成的绝对对格(accusative absolute),表示原因或伴随状态(“因自以为与己无关”)。
