← 该撒利亚的巴西流

书信集

§73

致卡利斯忒涅斯谢信与为仆人求情

巴西尔感谢卡利斯忒涅斯克制盛怒并将争端交由教会裁决,同时恳请他切勿严惩冒犯的仆役,而是在萨西马施予宽容将其免刑释放,并下令撤回行为粗暴的士兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§73

Καλλισθένει Ηὐχαρίστησα τῷ Θεῷ τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου· πρῶτον μέν, ὅτι ἀνδρὸς τιμᾷν ἡμᾶς προαιρουμένου ἀφίκετό μοι προσηγορία· καὶ γὰρ πολλοῦ μὲν ἀξίαν τιθέμεθα τῶν ἀρίστων ἀνδρῶν τὴν συντυχίαν· δεύτερον δὲ εἰς εὐφροσύνην, τὸ μνήμης ἀγαθῆς τυγχάνειν. σύμβολον δὲ μνήμης γράμματα, ἅπερ ἐπειδὴ ἐδεξάμην καὶ κατέμαθον τὸν ἐν αὐτοῖς νοῦν, ἐθαύμασα ὅπως τῷ ὄντι κατὰ τὴν πάντων ὑπόληψιν πατρικὴν ἀπένειμε τὴν αἰδῶ. τὸ γὰρ φλεγμαίνοντα καὶ ὠργισμένον καὶ ὁρμήσαντα πρὸς τὴν τῶν λελυπηκότων ἄμυναν, παραλῦσαι μὲν τὸ πολὺ τῆς σφοδρότητος, ἡμᾶς δὲ τοῦ πράγματος κυρίους ποιήσασθαι, ἔδωκεν ἡμῖν εὐφρανθῆναι1 ὡς ἐπὶ τέκνῳ πνευματικῷ. ἀντὶ οὖν τούτων τί ἄλλο λειπόμενόν ἐστιν ἢ εὔχεσθαί σοι τὰ ἀγαθά; φίλοις μέν σε ἥδιστον εἶναι, ἐχθροῖς δὲ φοβερόν, πᾶσι δὲ ὁμοίως αἰδέσιμον, ἵνα καὶ οἱ τῶν προσηκόντων τι ἐλλελοιπότες, αἴσθησιν λαβόντες τῆς ἐν σοὶ πραότητος, ἑαυτῶν καθάψωνται, ὅτι εἰς τοιοῦτόν σε ὄντα ἐξήμαρτον. Ἐπειδὴ οὖν προσέταξας τοὺς οἰκέτας ἐπὶ τὸν τόπον ἐν ᾧ τὴν ἀταξίαν ἐπεδείξαντο διαχθῆναι, ἀξιῶ τὸν σκοπὸν μαθεῖν, καθʼ ὃν ἐπιζητεῖ τοῦτο ἡ χρηστότης σου. εἰ μὲν γὰρ αὐτὸς παρέσῃ καὶ αὐτὸς εἰσπράξῃ τῶν τετολμημένων τὴν δίκην, παρέσονται μὲν οἱ παῖδες. τί γὰρ ἄλλο δεῖ γενέσθαι, εἰ τοῦτό σοι κέκριται; πλὴν ἀλλʼ ἡμεῖς οὐκ οἴδαμεν ποίαν ἔτι χάριν εἰληφότες ἐσόμεθα, ἐάν περ μὴ ἐξαρκέσωμεν ἐξελέσθαι τοὺς παῖδας τῆς τιμωρίας.2 εἰ δὲ αὐτόν σε ἡ ἐπὶ τῆς λεωφόρου ἀσχολία καθέξει, τίς ὁ ὑποδεχόμενος ἐκεῖ τοὺς ἀνθρώπους; τίς δὲ ὁ μέλλων αὐτοὺς ἀντὶ σοῦ ἀμύνεσθαι; ἀλλʼ εἰ δοκεῖ σοι ἐλθεῖν αὐτοὺς εἰς ὄψιν καὶ τοῦτο πάντως κέκριται, μέχρι Σασίμων κέλευσον γενέσθαι αὐτῶν τὴν παράστασιν, καὶ αὐτοῦ δεῖξον σεαυτοῦ τὸ πρᾶον τοῦ ἤθους καὶ μεγαλόθυμον. λαβὼν γὰρ ὑποχειρίους τοὺς παροξύναντας, καὶ ἐν τούτῳ τὸ εὐκαταφρόνητον τῆς σεαυτοῦ ἀξίας ἐπιδειξάμενος, ἄφες αὐτοὺς ἀβλαβεῖς, ὡς ἐν τοῖς προτέροις γράμμασι παρεκαλέσαμεν, ἡμῖν μὲν διδοὺς τὴν χάριν, παρὰ δὲ Θεοῦ τὴν ἐφʼ οἷς ποιεῖς ἀντίδοσιν ἐκδεχόμενος. Καὶ ταῦτα λέγω, οὐχ ὡς οὕτως ὀφείλοντος τελεσθῆναι τοῦ πράγματος, ἀλλὰ συνενδιδοὺς τῇ ὁρμῇ σου, καὶ φοβούμενος μή τι ὑπολείπηται ἄπεπτον τοῦ θυμοῦ, καὶ ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ὀφθαλμῶν καὶ τὰ ἁπαλώτατα τῶν βοηθημάτων ὀδυνηρὰ φαίνεται, οὕτω καὶ νῦν ὁ ἡμέτερος λόγος ἐξαγριάνῃ σε μᾶλλον ἢ καταστείλῃ. ἐπεὶ τὸ εὐπρεπέστατον ἦν, καὶ σοὶ μέγιστον κόσμον ἐνεγκεῖν δυνάμενον καὶ ἐμοὶ ἀρκοῦν πρὸς τοὺς ἐμαυτοῦ φίλους καὶ ἡλικιώτας εἰς σεμνολόγημα, τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν.3 πάντως δὲ εἰ καὶ ὀμώμοσται σοὶ δοῦναι αὐτοὺς εἰς τιμωρίαν κατὰ τοὺς νόμους, οὔτε ἡ παρʼ ἡμῶν ἐπιτίμησις ἐλάττων ἐστὶν εἰς ἐκδίκησιν, οὔτε ὁ θεῖος νόμος ἀτιμότερος τῶν ἐμπολιτευομένων τῷ βίῳ νομίμων. Ἀλλʼ ἦν δυνατὸν αὐτούς, ἐνταῦθα ἐπιστραφέντας τοῖς ἡμετέροις νομίμοις, ἐν οἷς καὶ αὐτὸς τὴν ἐλπίδα ἔχεις τῆς σωτηρίας, καὶ σὲ τῆς ἐπὶ τῷ ὅρκῳ ἀνάγκης ἐλευθερῶσαι, καὶ αὐτοὺς σύμμετρον τοῖς ἡμαρτημένοις ἐκπληρῶσαι τὴν δίκην.4 Ἀλλὰ πάλιν μακρὰν ποιῶ τὴν ἐπιστολήν. ὑπὸ γὰρ τοῦ σφόδρα σπουδάζειν πιθανός σοι γενέσθαι, οὐδὲν τῶν εἰς διάνοιαν ἐρχομένων ἀποσιωπῆσαι ἀνέχομαι, φοβούμενος μὴ παρὰ τοῦτο ἄπρακτός μοι ἡ αἴτησις γένηται, ἐλλιπῶς μου τὴν διδασκαλίαν ποιησαμένου. ἀλλʼ, ὦ τιμιώτατον καὶ γνήσιον θρέμμα τῆς Ἐκκλησίας, βεβαίωσον καὶ ἐμοὶ τὰς ἐλπίδας, ἃς ἔχω νῦν ἐπὶ σοὶ καὶ τὰς πάντων συμφώνως περὶ τῆς σῆς ἐμμελείας καὶ πραότητος μαρτυρίας, καὶ ἐπίστειλον τῷ στρατιώτῃ ἀπαλλαγῆναι ἡμῶν ἐν τάχει, ὃς νῦν γε οὐδὲν ἐπαχθείας οὐδὲ ὕβρεως ἐλλέλοιπε, μᾶλλον αἱρούμενός σε μὴ λυπῆσαι ἢ πάντας ἡμᾶς οἰκείους ἔχειν καὶ φίλους.

致卡利斯忒涅斯 得睹阁下高贵之人的来信,我向上帝献上了感谢:首先,是因为一位愿向我们致敬之人的问候送达于我;因为我们确实将与最优秀之人的相交视为极其宝贵;其次,作为喜乐的因由,是因为得到了美好的记念。书信乃是记念的标志,当我收到它并领会了其中的用意时,我不禁赞叹,阁下确实如所有人所料想的那样,施予了对待父亲般的敬重。因为,尽管此前满腔怒火、义愤填膺并急于向那些造成伤痛之人报仇雪恨,您却消减了大半的激烈情绪,并让我们做此事的裁决之主,这使我们得以如同为属灵的孩子而喜乐。那么,为了回报这些,除了为您祈求美善之事外,还剩下什么呢?愿您对友人而言最为亲切愉悦,对仇敌而言令其生畏,对所有人而言皆同等尊严可敬,以便连那些在当尽职责上有所亏欠的人,在体会到您内在的温良之后,也会为自己竟得罪了这样的人而自责不已。 既然您已下令将仆役们押解至他们表现出放肆无礼的地点,我便请求知晓您的仁慈是出于何种目的而作此要求的。因为若是您本人将亲临现场并亲自追讨那放肆行为的惩戒,奴仆们固然会出庭受审。若是您已下定此决心,又怎能有别的结果呢?然而,我们若不能足以救拔这些仆役免受刑罚,我们便不知我们究竟还算获得了何种恩惠。但若是大道上的公职羁绊了您本人,又有谁会在那里接收这些人呢?又有谁将代替您向他们施行惩治呢?不过,若是您意下以为必须让他们出现在您眼前,且此事已断然确定,那么就请吩咐将他们押解呈送至萨西马,并请在那里彰显您温厚宽宏的品性。因为在将冒犯您的人收归掌中,并藉此表明您的威严绝不可轻侮之后,正如我们在前信中所恳求的那样,请放他们不受伤害地归去,既是将恩惠施予我们,也是等候上帝对您的作为施予报偿。 我说这些,并非认为事情本该如此办妥,而是略微顺从您的冲动,并唯恐怒气尚有未消解的残余,正如在发炎的眼睛上,哪怕最温和的药物也会显得痛苦难忍一样,唯恐我们如今的话语会激怒您而非抚平您。因为最体面、最能为您带来崇高荣耀、且足以为我在自己的朋友与同龄人面前引为夸耀的事,本该是将惩处之事全权交托给我们。无论如何,即便您已发誓要依照律法将他们付诸刑罚,由我们所作的申斥在惩诫上并不逊色,上帝的神圣法度比起规范城邦生活的现行法规也绝非更少威严尊崇。 反而本有可能的是,让他们在此转顺于我们的法度——您本人在其中亦怀有得救的盼望——既能免除因誓言给您带来的羁绊拘束,又能让他们承受与所犯罪衍相称的惩罚。 但我又一次把信写长了。因为出于让您信服的极度迫切之心,凡是映入脑海之事我都无法容忍默不作声,唯恐因自己的指教有所欠缺而导致恳求落空。然而,教会最可尊荣且真诚的养子啊,请坚固我如今寄托在您身上的期望,以及众人就您的得体与温良所作的一致见证;并请传令给那位士兵,让他赶快离开我们;他如今丝毫不缺粗暴与傲慢无礼,宁愿不去触怒您,也不愿将我们众人收作至亲挚友。

语法注4 条
  1. 73τὸ γὰρ φλεγμαίνοντα καὶ ὠργισμένον καὶ ὁρμήσαντα πρὸς τὴν τῶν λελυπηκότων ἄμυναν, παραλῦσαι μὲν τὸ πολὺ τῆς σφοδρότητος, ἡμᾶς δὲ τοῦ πράγματος κυρίους ποιήσασθαι, ἔδωκεν ἡμῖν εὐφρανθῆναι

    主动词 ἔδωκεν 的主语是由冠词 τό 引导的两个不定式(παραλῦσαι 与 ποιήσασθαι)构成的名词性短语。宾格分词 φλεγμαίνοντα 等充当这两个不定式在逻辑上的主语(即“阁下虽满腔怒火却……”),并未另加单独的人称代词宾格。

  2. 73ἐάν περ μὴ ἐξαρκέσωμεν ἐξελέσθαι τοὺς παῖδας τῆς τιμωρίας

    动词 ἐξαρκέω 搭配不定式表示“有足够力量去……”或“能够做到……”。ἐξελέσθαι 是 ἐξαιρέω 的不定过去时中动不定式,后接表示分离的属格 τῆς τιμωρίας,意为“将仆役从惩罚中救拔出来”。

  3. 73ἐπεὶ τὸ εὐπρεπέστατον ἦν, καὶ σοὶ μέγιστον κόσμον ἐνεγκεῖν δυνάμενον καὶ ἐμοὶ ἀρκοῦν πρὸς τοὺς ἐμαυτοῦ φίλους καὶ ἡλικιώτας εἰς σεμνολόγημα, τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν.

    连词 ἐπεί 在此引出一种与现实相违的反事实理由(“因为最合宜的本该是……”)。未完成过去时 ἦν 表达过去未曾实现的理想状态,句末带冠词的不定式 τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν(“将惩处交托于我们”)充当其实际的主语。

  4. 73Ἀλλʼ ἦν δυνατὸν αὐτούς, ἐνταῦθα ἐπιστραφέντας τοῖς ἡμετέροις νομίμοις ... καὶ σὲ τῆς ἐπὶ τῷ ὅρκῳ ἀνάγκης ἐλευθερῶσαι, καὶ αὐτοὺς σύμμετρον τοῖς ἡμαρτημένοις ἐκπληρῶσαι τὴν δίκην.

    如同前一句,ἦν δυνατόν 表达过去未能实现的可能性(“本是可能的”)。它统辖两个并列的宾格不定式短语:σὲ ... ἐλευθερῶσαι(“使您免除……”)与 αὐτοὺς ... ἐκπληρῶσαι(“使他们承受……”),前面的宾格分词短语 αὐτούς, ἐνταῦθα ἐπιστραφέντας... 则为这两项行为提供了前置的条件背景。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:73