- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:71-72
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第71封信中,巴西尔敦促格列高利勿被针对自己的谗言所惑,并邀其同心捍卫教会;在第72封信中,他请求赫绪基奥出面劝解愤怒的卡利斯忒涅斯,以平息其与欧斯托基奥的纠纷。
Γρηγορίῳ Βασίλειος Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου· καὶ ὅσα ἐνέφηνας ἡμῖν, αὐτὸς ταῦτα γυμνῶς διηγήσατο. ἀκούσαντες δὲ ὅπως διετέθημεν, οὐκ ἀμφιβάλλεις πάντως. πλὴν ἀλλʼ ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον, καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ, τὰς λειπομένας ἡμέρας ἢ ὥρας οὕτω διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει, ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν ᾧ οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν.1 Εἰ δὲ ὁ δεῖνα ἄρτι, παρακύψαι φιλοτιμούμενος πρὸς τὸν βίον τῶν Χριστιανῶν, εἶτα οἰόμενος αὐτῷ σεμνότητά τινα φέρειν τὸ ἡμῖν συνανατρίβεσθαι, ἅ τε οὐκ ἤκουσε κατασκευάζει, καὶ ἃ μὴ ἐνόησεν ἐξηγεῖται, θαυμαστὸν οὐδέν. ἀλλʼ ἐκεῖνο θαυμαστὸν καὶ παράδοξον, ὅτι τούτων ἀκροατὰς ἔχει τοὺς γνησιωτάτους μοι τῶν παρʼ ὑμῖν ἀδελφῶν, καὶ οὐκ ἀκροατὰς μόνον, ἀλλὰ καὶ μαθητάς, ὡς ἔοικεν. εἴ γε καὶ ἄλλως ἦν παράδοξον τοιοῦτον μὲν εἶναι τὸν διδάσκοντα, ἐμὲ δὲ τὸν διασυρόμενον, ἀλλʼ οὖν τῶν καιρῶν ἡ καταστροφὴ ἐπαίδευσεν ἡμᾶς πρὸς μηδὲν δυσκολαίνειν. πάλαι γὰρ τὰ τούτων ἀτιμότερα συνήθη ἡμῖν γέγονε διὰ τὰς ἁμαρτίας ἡμῶν. ἐγὼ τοίνυν, εἰ μὲν οὐδέπω τοῖς αὐτοῦ ἀδελφοῖς δέδωκα πεῖραν τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν αἱρέσεως,2 οὐδὲ νῦν ἔχω τι ἀποκρίνασθαι· οὓς γὰρ οὐκ ἔπεισεν ὁ μακρὸς χρόνος, πῶς συμπείσει ἐπιστολὴ βραχεῖα; εἰ δὲ ἐκεῖνα αὐτάρκη, λῆροι νομιζέσθωσαν τὰ παρὰ τῶν διαβαλλόντων. πλήν γε ὅτι, ἐὰν ἐπιτρέψωμεν στόμασιν ἀχαλινώτοις καὶ καρδίαις ἀπαιδεύτοις λαλεῖν περὶ ὧν ἂν ἐθέλωσιν, καὶ ἕτοιμα ἔχωμεν πρὸς ὑποδοχὴν τὰ ὦτα, οὐ μόνον ἡμεῖς τὰ τῶν ἄλλων παραδεξόμεθα, ἀλλὰ καὶ ἕτεροι τὰ ἡμέτερα. Τούτων δὲ αἴτιον ἐκεῖνο, ὃ πάλαι μὲν παρεκάλουν μὴ γίνεσθαι, νῦν δὲ ἀπαγορεύσας σιωπῶ, τὸ μὴ συντυγχάνειν ἡμᾶς ἀλλήλοις. εἰ γὰρ κατὰ τὰς ἀρχαίας συνθήκας, καὶ κατὰ τὴν ὀφειλομένην νῦν ταῖς ἐκκλησίαις παρʼ ἡμῶν ἐπιμέλειαν, τὰ πολλὰ τοῦ ἐνιαυτοῦ μετʼ ἀλλήλων διήγομεν, οὐκ ἂν ἐδώκαμεν πάροδον τοῖς διαβάλλουσι. σὺ δέ, εἰ δοκεῖ, τούτους μὲν ἔα χαίρειν, αὐτὸς δὲ παρακλήθητι συγκάμνειν ἡμῖν εἰς τὸν προκείμενον ἀγῶνα καὶ συντυχεῖν μεθʼ ἡμῶν τῷ καθʼ ἡμῶν στρατευομένῳ. εἰ γὰρ ὀφθῇς μόνον, ἐφέξεις αὐτοῦ τὴν ὁρμὴν καὶ τοὺς συγκροτουμένους ἐπὶ τῷ καταστρέψασθαι τὰ τῆς πατρίδος πράγματα διαλύσεις, γνώριμον αὐτοῖς καταστήσας, ὅτι αὐτὸς τῇ τοῦ Θεοῦ χάριτι τοῦ καθʼ ἡμᾶς συλλόγου κατάρχεις, καὶ φράξεις πᾶν ἄδικον στόμα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀνομίαν. ἂν ταῦτα γένηται, αὐτὰ τὰ πράγματα δείξει, τίς μὲν ὁ κατακολουθῶν σοι ἐπὶ τὰ καλά, τίς δὲ ὁ μετοκλάζων καὶ προδιδοὺς δειλίᾳ τὸν λόγον τῆς ἀληθείας. ἐὰν δὲ τὰ τῆς ἐκκλησίας προδιδόμενα ᾖ, ὀλίγος μοι λόγος διὰ ῥημάτων πείθειν τοὺς τοσούτου με τιθεμένους ἄξιον, ὅσον ἂν τιμήσωνται ἄνθρωποι οὔπω ἑαυτοὺς μετρεῖν δεδιδαγμένοι. μετʼ οὐ πολὺ γάρ, τῇ τοῦ Θεοῦ χάριτι, ἡ διὰ τῶν ἔργων ἀπόδειξις τὰς συκοφαντίας ἐλέγξει, διοτι προσδοκῶμεν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας τάχα μέν τι καὶ μεῖζον πείσεσθαι· εἰ δὲ μή, πάντως γε τῶν ἐκκλησιῶν καὶ τῶν πατρίδων ἀπελαθήσεσθαι. ἐὰν δὲ καὶ μηδὲν τῶν ἐλπιζομένων γένηται, οὐ μακράν ἐστι τὸ τοῦ Χριστοῦ δικαστήριον. ὥστε, εἰ μὲν τὴν συντυχίαν διὰ τὰς ἐκκλησίας ἐπιζητεῖς ἕτοιμος συνδραμεῖν ὅπουπερ ἂν προκαλῇ· εἰ δέ, ἵνα τὰς συκοφαντίας διαλύσω, οὐ σχολή μοι νῦν ἀποκρίνασθαι περὶ τούτων.
巴西尔致格列高利。 我通过最受尊敬的弟兄赫勒尼奥收到了您敬虔之人的信函;您向我们所隐约示意的一切,他本人都毫无掩饰地细细叙述了。听闻这些之后我们的心情如何,您断然不会有所怀疑。然而,由于我们判定对您的爱应当置于一切忧伤之上,我们也合宜地接纳了这些事,并向圣洁的上帝祈求,在我们余下的日子或时辰中,对您的心愿能始终保全,正如在过去的时日里那样;在那段时日中,我们自知未曾有过任何哪怕微小或重大的亏欠。 若是某某人如今热衷于窥探基督徒的生活,继而以为与我们交往能为他带来某种尊严,从而捏造他未曾听闻的事,并阐释他并未理解的道理,这绝不足为奇。但令人惊奇且不可思议的是,在你们那里的弟兄中与我最为契合的人,竟成了这些言论的听众,并且看来不仅是听众,甚至是门徒。尽管从别的情形来看,施教者竟是这样的人,而被毁谤的却是我,这也是不可思议的,但无论如何,时代的倾覆已训练我们不对任何事心生忿懑。因为由于我们的罪孽,比这些更为羞辱之事早就为我们所习以为常了。因此,若是我尚未向那里的弟兄证实我自己关于上帝的信念,那么我如今亦无话可答;因为连漫长岁月都未能说服的人,一封简短的书信又怎能使其完全信服?但若那些往事已足资证明,中伤者的话语就应当被视为无稽之谈。只不过,如果我们任由不受约束的口舌和缺乏教养的心灵随意谈论他们所愿的事,并且随时准备倾听接纳,那么不仅我们会采信关乎他人的谣言,别人也会采信关乎我们的谣言。 而这些事情的起因,正是那件我昔日恳求不要发生、如今却已放弃而保持沉默之事——即我们彼此未曾相见。因为若是按照旧日的约定,并按照我们如今对众教会当尽的照管,在一年中大部分时间都与彼此相处,我们就不会给诽谤者留下可乘之机。但您若意下以为合适,就且由得这些人去罢;请您自己接受劝勉,在摆在我们面前的争战中与我们一同劳苦,并与我们一道面对那向我们发动攻势之人。因为哪怕只要您露面,便能遏制他的势头,驱散那些为了颠覆故土事务而纠集起来的人,让他们知道全凭上帝的恩典是由您本人统领着我们的集会,并且您将堵住一切妄论上帝不法之事的邪恶之口。若能如此,事实本身便将表明,谁是在美善之事上追随您的人,谁又是因怯懦而退缩并背叛真理之道的人。但若教会的事务正被出卖,对于那些按照尚未学会衡量自身之人所评估的分量来看待我的人,我便无意多费唇舌去说服他们。因为不多时之后,蒙上帝的恩典,行事的实证便将驳倒这些毁谤,由于我们预料为了真理之道,或许甚至要遭受更为重大的苦难;即便不然,也断然会被驱逐出众教会与故土。即便所预料的事一件也没有发生,基督的审判台亦相距不远。因此,若您是为了众教会的缘故寻求会晤,无论您在何处相邀,我都随时准备前往奔赴;但若只是为了让我澄清毁谤,我现在没有闲暇就这些事作出答辩。
Ἡσυχίῳ Οἶδά σου καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην, καὶ τὴν περὶ τὰ καλὰ σπουδήν. διόπερ χρῄζων δυσωπῆσαι τὸν ποθεινότατον υἱὸν Καλλισθένην, ἡγησάμην, εἰ κοινωνόν σε λάβοιμι τῆς φροντίδος, ῥᾷον κατορθώσειν τὸ σπουδαζόμενον. λελύπηται ὁ ἀνὴρ κατὰ τοῦ λογιωτάτου Εὐστοχίου, καὶ λελύπηται δικαίαν λύπην. ἐγκαλεῖ αὐτοῦ τοῖς οἰκέταις θράσος κατʼ αὐτοῦ καὶ ἀπόνοιαν. τοῦτον ἀξιοῦμεν παρακληθῆναι, ἀρκεσθέντα τῷ φόβῳ, ὃν ἐφόβησεν αὐτούς τε τοὺς θρασυνομένους καὶ τοὺς τούτων δεσπότας, καταλῦσαι τὴν φιλονεικίαν, δόντα τὴν χάριν.3 οὕτω γὰρ ἀμφότερα ὑπάρξει· καὶ τὸ παρὰ ἀνθρώποις σεμνόν, καὶ τὸ παρὰ Θεῷ εὐδόκιμον, ἐὰν τῷ φόβῳ θελήσῃ τὸ μακρόθυμον ἀναμίξαι. αὐτός τε οὖν, εἴ τις σοι προϋπάρχει φιλία πρὸς τὸν ἄνδρα καὶ συνήθεια, αἴτησον παρʼ αὐτοῦ τὴν χάριν ταύτην· καὶ οὓς ἐὰν γνῷς ἐν τῇ πόλει δυναμένους αὐτὸν δυσωπῆσαι, κοινωνοὺς λάβε τῆς φροντίδος, εἰπὼν αὐτοῖς, ὅτι τὸ γινόμενον ἐμοὶ μάλιστα κεχαρισμένον ἔσται. Καὶ ἀπόπεμψαι τὸν συνδιάκονον πράξαντα ὧν ἕνεκεν ἀπεστάλη.4 αἰσχύνομαι γάρ, καταφυγόντων πρός με τῶν ἀνθρώπων, μὴ δυνηθῆναι αὐτοῖς γενέσθαι τι χρήσιμον.
致赫绪基奥 我既知晓您对我们的爱心,也知晓您对美善之事的竭诚。因此,由于我需要规劝劝慰极令人思慕的儿子卡利斯忒涅斯,我认为若能请您作为此项顾虑的同伴,我便能更容易地办成所致力之事。此人对极有学识的欧斯托基奥怀有怨尤,并且他怀有的乃是正当的怨气。他控告后者的仆役对自己狂妄无礼、肆意妄为。我们请求对他加以劝抚,使他在以恐惧威慑了那些放肆之徒及其主人之后,能以此恐惧为足,施予恩惠,平息争端。因为若是他愿意将宽容与威慑融为一体,二者都将归他所有:在人前的尊严,以及在上帝面前的蒙悦纳。因此,您若先前与此人有任何情谊与交情,就请您亲自向他恳求这一恩情;并且在城中凡是您所知有能力规劝他的人,都请收作此项顾虑的同伴,告诉他们说,所成就之事将令我最为感悦。 并请打发我们的同道执事回去,使他成就受遣之目的。因为在人们向我求助投奔时,我若不能对他们有任何补益,便会深感惭愧。
- 71ἐλλελοιπόσι συνέγνωμεν
动词 σύνοιδα 与反身代词与格 ἡμῖν αὐτοῖς 搭配,意为“自知……”。分词 ἐλλελοιπόσι(完成时主动与格阳性复数)与该代词保持性数格一致,此分词补足结构在功能上等同于不定式补足语。
- 71τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν αἱρέσεως
名词 αἵρεσις 在教理辩难中常特指“异端”,但此处仍保留其古典和基本的含义,即“个人的抉择、信条或教义立场”。在为自身信仰辩白的语境下,巴西尔指的是自己关于上帝的正统信仰。
- 72τοῦτον ἀξιοῦμεν παρακληθῆναι, ἀρκεσθέντα τῷ φόβῳ, ὃν ἐφόβησεν αὐτούς τε τοὺς θρασυνομένους καὶ τοὺς τούτων δεσπότας, καταλῦσαι τὴν φιλονεικίαν, δόντα τὴν χάριν
主动词 ἀξιόω 支配带逻辑主语的被动不定式结构 τοῦτον... παρακληθῆναι,其后由不定式 καταλῦσαι 表明劝说的具体内容。分词 ἀρκεσθέντα 与 δόντα 均为阳性单数宾格,与不定式 καταλῦσαι 的逻辑主语(即 τοῦτον)保持一致。关系代词 ὃν 在 ὃν ἐφόβησεν 中充当内宾格(同源宾格)。
- 72πράξαντα ὧν ἕνεκεν ἀπεστάλη
关系代词的引诱(attraction)。由于后置介词 ἕνεκεν 要求属格,原本应当作为动词分词 πράξαντα 的宾格宾语的关系代词被吸引为属格 ὧν(相当于 πράξαντα ἐκεῖνα ὧν ἕνεκεν 的省略兼引诱结构)。
