← 该撒利亚的巴西流

书信集

§70

致西方教会请求援助东方并派遣使节

巴西尔致信罗马及西方教会领袖,痛陈东方各教会正处于阿里乌异端狂澜肆虐的危急存亡之中,并援引昔日主教狄奥尼修施援的先例,恳请西方派遣使节以促进合一并施以救助。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§70

Ἀνεπίγραφος περὶ συνόδου Ἀρχαίας ἀγάπης θεσμοὺς ἀνανεοῦσθαι, καὶ πατέρων εἰρήνην τὸ οὐράνιον δῶρον Χριστοῦ καὶ σωτήριον, ἀπομαρανθὲν τῷ χρόνῳ, πάλιν πρὸς τὴν ἀκμὴν ἐπαναγαγεῖν, ἀναγκαῖον μὲν ἡμῖν καὶ ὠφέλιμον, τερπνὸν δὲ εὖ οἶδα ὅτι καὶ τῇ σῇ φιλοχρίστῳ διαθέσει καταφανήσεται. τί γὰρ ἂν γένοιτο χαριέστερον, ἢ τοὺς τοσούτῳ τῷ πλήθει τῶν τόπων διῃρημένους τῇ διὰ τῆς ἀγάπης ἑνώσει καθορᾷν εἰς μίαν μελῶν ἁρμονίαν ἐν σώματι Χριστοῦ δεδέσθαι; ἡ ἀνατολὴ πᾶσα σχεδόν, τιμιώτατε πάτερ (λέγω δὲ ἀνατολὴν τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρις Αἰγύπτου), μεγάλῳ χειμῶνι καὶ κλύδωνι κατασείεται, τῆς πάλαι μὲν σπαρείσης αἱρέσεως ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας Ἀρείου, νῦν δὲ πρὸς τὸ ἀναίσχυντον ἀναφανείσης καὶ οἱονεὶ ῥίζης πικρᾶς καρπὸν ὀλέθριον ἀναδιδούσης, κατακρατούσης λοιπὸν διὰ τὸ τοὺς μὲν καθʼ ἑκάστην παροικίαν προεστῶτας τοῦ ὀρθοῦ λόγου ἐκ συκοφαντίας καὶ ἐπηρείας τῶν ἐκκλησιῶν ἐκπεσεῖν, παραδοθῆναι δὲ τοῖς αἰχμαλωτίζουσι τὰς ψυχὰς τῶν ἀκεραιοτέρων τὴν τῶν πραγμάτων ἰσχύν.1 τούτων μίαν προσεδοκήσαμεν λύσιν τὴν τῆς ὑμετέρας εὐσπλαγχνίας ἐπίσκεψιν· καὶ ἐψυχαγώγησεν ἡμᾶς ἀεὶ τὸ παράδοξον τῆς ὑμετέρας ἀγάπης ἐν τῷ παρελθόντι χρόνῳ, καὶ φήμῃ φαιδροτέρᾳ πρὸς βραχὺ τὰς ψυχὰς ἀνερρώσθημεν, ὡς ἐσομένης ἡμῖν τινὸς ἐπισκέψεως παρʼ ὑμῶν. ὡς δὲ διημάρτομεν τῆς ἐλπίδος, μηκέτι στέγοντες ἤλθομεν ἐπὶ τὴν διὰ τοῦ γράμματος ἡμῶν παράκλησιν, διαναστῆναι ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, καὶ ἀποστεῖλαί τινας τῶν ὁμοψύχων, ἢ τοὺς συμβιβάζοντας τοὺς διεστῶτας, ἢ εἰς φιλίαν τὰς ἐκκλησίας τοῦ Θεοῦ ἐπανάγοντας, ἢ τοὺς γοῦν αἰτίους τῆς ἀκαταστασίας φανερωτέρους ὑμῖν καθιστῶντας· ὥστε καὶ ὑμῖν φανερὸν εἶναι τοῦ λοιποῦ, πρὸς τίνας ἔχειν τὴν κοινωνίαν προσῆκε. Πάντως δὲ οὐδὲν καινὸν ἐπιζητοῦμεν, ἀλλὰ τοῖς τε λοιποῖς τῶν πάλαι μακαρίων καὶ θεοφίλων ἀνδρῶν σύνηθες, καὶ διαφερόντως ὑμῖν. οἴδαμεν γὰρ μνήμης ἀκολουθίᾳ, παρὰ τῶν πατέρων ἡμῶν αἰτηθέντων καὶ ἀπὸ γραμμάτων τῶν ἔτι καὶ νῦν πεφυλαγμένων παρʼ ἡμῖν, διδασκόμενοι, Διονύσιον ἐκεῖνον, τὸν μακαριώτατον ἐπίσκοπον, παρʼ ὑμῖν ἐπί τε ὀρθότητι πίστεως καὶ τῇ λοιπῇ ἀρετῇ διαπρέψαντα, ἐπισκεπτόμενον διὰ γραμμάτων τὴν ἡμετέραν ἐκκλησίαν τῶν Καισαρέων, καὶ παρακαλοῦντα τοὺς πατέρας ἡμῶν διὰ γραμμάτων, καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα.2 ἐν χαλεπωτέρῳ δὲ νῦν καὶ σκυθρωποτέρῳ τὰ καθʼ ἡμᾶς, καὶ πλείονος δεόμενα τῆς ἐπιμελείας. οὐ γὰρ οἰκοδομημάτων γηΐνων καταστροφήν, ἀλλʼ ἐκκλησιῶν ἅλωσιν ὀδυρόμεθα· οὐδὲ δουλείαν σωματικήν, ἀλλʼ αἰχμαλωσίαν ψυχῶν καθʼ ἑκάστην ἡμέραν ἐνεργουμένην παρὰ τῶν ὑπερμαχούντων τῆς αἱρέσεως καθορῶμεν. ὥστε εἰ μὴ ἤδη διανασταίητε πρὸς τὴν ἀντίληψιν, μικρὸν ὕστερον οὐδὲ οἷς ὀρέξετε τὴν χεῖρα εὑρήσετε, πάντων ὑπὸ τὴν ἐπικράτειαν τῆς αἱρέσεως γενομένων.

无题,关于公会议。 恢复昔日仁爱的法则,并将先祖们的和平——基督那属天而带来救恩的恩赐,虽随时间而枯萎——重新带回鼎盛状态,这不仅对我们而言是必要且有益的,而且我深知,在您热爱基督的性情看来亦必是令人喜悦的。因为,有什么比看到那些被如此广阔的地域所隔开的人,借由仁爱的结合而在基督的身体中结成肢体的同一协调,更为美好可喜的呢?极尊贵的父啊,几乎整个东方(我所说的东方是指从伊利里库姆直至埃及的地区)都在遭受巨大的暴风雨与惊涛骇浪的震撼;昔日由真理之敌阿里乌所播下的异端,如今公然无耻地显露出来,宛如苦毒的根株结出毁灭性的果实,并且终于占据上风,这是因为各教区中主持纯正道义的人,因诬告与中伤而被逐出教会,而事态的大权却移交给了那些掳掠单纯之人灵魂的人。对于这些,我们曾指望唯一的化解之策,便是您仁慈心肠的探访;并且在过去的时间里,您仁爱罕见的美德始终抚慰着我们,借着较为欣喜的传闻,我们的心灵曾一度振奋,以为必有来自您的某种探访临到我们。然而,由于我们希望落空,我们不能再忍受,遂转向借此书信发出恳求:请您奋起援助我们,并派遣一些志同道合之人,或劝和分裂者,或促使上帝的众教会重修旧好,抑或至少让骚乱的罪魁祸首在您面前更加暴露;以便今后您亦能明了,应当与何人保持交通。 无论如何,我们所寻求的绝非新异之事,而是自古以来其余蒙福且蒙上帝所爱之人的通例,尤其是您那里的惯例。因为我们由承继自受到询问的先祖们的记忆所教导,并藉由至今仍保存在我们此处的书信获知,那位在您那里因信仰的纯正及其他美德而享负盛名的极蒙福的主教狄奥尼修,曾通过书信探访我们凯撒里亚人的教会,通过书信勉励我们的先祖,并派遣人将弟兄们从被掳的境地中赎回。然而如今,我们这里的处境更为严峻、更为阴暗,需要更多的关照。因为我们哀痛的并非属地建筑的坍塌,而是众教会的沦陷;我们目睹的亦非肉身的奴役,而是异端的卫道士们每日施加的对灵魂的掳掠。因此,若您不立刻奋起予以援助,不多时日之后,当一切都落入异端的统治之下时,您甚至将找不到可以向其施以援手之人。

语法注2 条
  1. 70τῆς πάλαι μὲν σπαρείσης αἱρέσεως ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας Ἀρείου, νῦν δὲ πρὸς τὸ ἀναίσχυντον ἀναφανείσης καὶ οἱονεὶ ῥίζης πικρᾶς καρπὸν ὀλέθριον ἀναδιδούσης, κατακρατούσης λοιπὸν διὰ τὸ τοὺς μὲν καθʼ ἑκάστην παροικίαν προεστῶτας τοῦ ὀρθοῦ λόγου ἐκ συκοφαντίας καὶ ἐπηρείας τῶν ἐκκλησιῶν ἐκπεσεῖν, παραδοθῆναι δὲ τοῖς αἰχμαλωτίζουσι τὰς ψυχὰς τῶν ἀκεραιοτέρων τὴν τῶν πραγμάτων ἰσχύν

    围绕名词 αἱρέσεως 展开的长篇属格独立结构,包含四个并列的属格分词(σπαρείσης、ἀναφανείσης、ἀναδιδούσης、κατακρατούσης)。该结构阐明了前文主句“整个东方……都在遭受巨大的暴风雨与惊涛骇浪的震撼”的原因与背景;末尾的分词 κατακρατούσης 进一步由介词短语 διὰ τὸ... 所修饰,解释异端得以占据上风的具体缘由(由不定词 ἐκπεσεῖν 和 παραδοθῆναι 构成的双重从句)。

  2. 70καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα

    在由认知动词 οἴδαμεν(及其属下分词 διδασκόμενοι)所引导的间接引语中,语法结构由前两个宾格分词(ἐπισκεπτόμενον 与 παρακαλοῦντα)转为了不定词 πέμπειν。在文意上,它同属于狄奥尼修斯过去所行的一连串作为(“探访、勉励,并派遣使者赎回弟兄们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:70