← 该撒利亚的巴西流

书信集

§69

致阿塔纳修斯:派遣使节与请求罗马主教介入

巴西尔恳请阿塔纳修斯就教会合一事宜提供指导与领导,提议派遣执事多罗修、请求罗马主教介入,并明确谴责马尔刻鲁的异端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§69

Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Ἣν ἐκ παλαιοῦ περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχομεν, ταύτην ὁ χρόνος προϊὼν ἀεὶ βεβαιοῖ· μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθʼ ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλʼ ἡ μέριμνά σοι πασῶν τῶν ἐκκλησιῶν τοσαύτη, ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ Δεσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται· ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα, καὶ τὸν ἀγαθὸν αὐτοῦ τῆς ἀποδημίας σκοπὸν ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται κατʼ ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντιτείνοντα προσαγόμενος, καὶ τὰ διεσπασμένα συνάπτων. ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων, ἐπὶ τὴν σὴν ἀναδράμοιμεν τελειότητα, καὶ σοὶ συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. ὅθεν καὶ τὸν ἀδελφὸν Δωρόθεον, τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ, καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀνεπέμψαμεν, ὥστε, ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ, καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν, ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις. Ὃν καὶ ὑποδέξῃ δηλονότι, καὶ προσβλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ, καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰς τῶν αὐτόθεν σπουδαίων, ἐπὶ τὰ προκείμενα ὁδηγήσεις. ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης, ἐπισκέψασθαι τὰ ἐνταῦθα, καὶ δοῦναι γνώμην, ἵνʼ ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα,1 ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους ὑπενεγκεῖν, ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιαστρόφους τῶν παρʼ ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ, καὶ πάντα ἔχοντας μεθʼ ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα ἐπὶ λύσει τῶν κατʼ ἀνάγκην ἐκεῖ γενομένων· καὶ τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης. Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται, τὸ τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως ἀλλοτρίως ἔχουσαν, ἐξορίσαι.2 ἐπεὶ μέχρι τοῦ νῦν ἐν πᾶσιν οἷς ἐπιστέλλουσι γράμμασι, τὸν μὲν δυσώνυμον Ἄρειον ἄνω καὶ κάτω ἀναθεματίζοντες καὶ τῶν ἐκκλησιῶν ἐξορίζοντες οὐ διαλείπουσι, Μαρκέλλῳ δέ, τῷ κατὰ διάμετρον ἐκείνῳ τὴν ἀσέβειαν ἐπιδειξαμένῳ, καὶ εἰς αὐτὴν τὴν ὕπαρξιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀσεβήσαντι καὶ κακῶς τὴν τοῦ Λόγου προσηγορίαν ἐκδεξαμένῳ, οὐδεμίαν μέμψιν ἐπενεγκόντες φαίνονται. ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι, κατὰ χρείαν καὶ ἐπὶ καιροῦ προελθόντα, πάλιν δὲ εἰς τὸν ὅθεν ἐξῆλθεν ἐπαναστρέψαντα, οὔτε πρὸ τῆς ἐξόδου εἶναι, οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι.3 καὶ τούτου ἀπόδειξις αἱ παρʼ ἡμῖν ἀποκείμεναι βίβλοι τῆς ἀδίκου ἐκείνης συγγραφῆς ὑπάρχουσιν. ἀλλʼ ὅμως τοῦτον οὐδαμοῦ διαβαλόντες ἐφάνησαν, καὶ ταῦτα αἰτίαν ἔχοντες ὡς, τὸ ἐξ ἀρχῆς κατʼ ἄγνοιαν τῆς ἀληθείας, καὶ εἰς κοινωνίαν αὐτὸν ἐκκλησιαστικὴν παραδεξάμενοι. ἐκείνου τε οὖν μνησθῆναι πρεπόντως ἀπαιτεῖ τὰ παρόντα, ὥστε μὴ ἔχειν ἀφορμὴν τοὺς θέλοντας ἀφορμήν, ἐκ τοῦ τῇ σῇ ὁσιότητι συνάπτειν τοὺς ὑγιαίνοντας καὶ τοὺς πρὸς τὴν ἀληθῆ πίστιν ὀκλάζοντας φανεροὺς πᾶσι ποιῆσαι· ὥστε τοῦ λοιποῦ γνωρίζειν ἡμᾶς τοὺς ὁμόφρονας, καὶ μή, ὡς ἐν νυκτομαχίᾳ, μηδεμίαν φίλων καὶ πολεμίων ἔχειν διάκρισιν. μόνον παρακαλοῦμεν εὐθὺς ὑπὸ τὸν πρῶτον πλοῦν ἐκπεμφθῆναι τὸν προειρημένον διάκονον, ἵνα δυνηθῇ κατὰ γοῦν τὸ ἐφεξῆς ἔτος γενέσθαι τι, ὧν προσευχόμεθα. Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρων λόγων συνιεῖς τε αὐτὸς καὶ φροντιεῖς δηλονότι, ὅπως ἐπιστάντες, ἐὰν ὁ Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς ἐκκλησίαις τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλήλους διαφορῶν ἀφορμὰς εὕρωσιν ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης, καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. μᾶλλον δέ, τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντός σοι, πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν ἐκκλησιῶν ἐπιτρέποντας.

致亚历山大里亚主教阿塔纳修斯。 我们自古以来对您的尊荣所怀有的看法,随著时间的推移而不断得到坚固;不仅如此,更因一件件相继发生的具体事件而日益增进。因为对其他大多数人而言,各人仅顾及与自己相关之事便已足够,但这对您却并不充分,您对所有教会的关怀,就如同对我们共同的主亲自托付给您的教会所承担的责任一样沉重。确实,您从未停止交谈、规劝、寄发书信,并随时派遣那些能提出最佳建议的人。而此刻,我们也怀着极大的喜悦接待了从您管辖的圣职团派来的极可敬的弟兄彼得,并赞同他此行的崇高目的,即遵照您的尊荣的吩咐,召引抗拒者并联合分裂者。因此,我们也渴望为这项热诚的事业略尽绵薄之力,并认为若像奔向万物的顶峰一样奔向您的全备之德,以您为我们行动的谋士与领路人,便能为这项事业奠定最合宜的开端。因此,我们亦将极尊贵的主教梅勒提乌斯辖下教会的执事、弟兄多罗修遣送至您的敬虔面前;他在信仰的正统上满怀善意之热诚,自己亦渴望得见诸教会的和平,以便他遵从您的训诲(凭藉岁月、对事务的经验,以及因超越常人而拥有源自圣灵的劝告,您能使这些训诲更加稳妥),从而着手施行众人所期盼的事项。 毫无疑问,您必会接纳他,并以和平的目光垂顾,借着祈祷的扶助坚固他,备以书信资助他,不仅如此,更会从当地派遣若干热心人士与他同行,引导他走向摆在我们面前的目标。在我们看来,致信罗马主教亦是顺理成章之事,请他视察此地情形并给出决断;以便由于难以通过联合的公会议决议从彼处派遣代表,他能亲自在此事上行使权威,挑选那些既能承受旅途劳顿,又能以温和坚毅的品格劝戒我们中间的乖谬之辈,且善于并审慎运用言辞,并随身携带阿里米努姆会议之后的一切议案以解除彼处被迫产生之后果的人士;并使之在无人知晓的情况下,乘海路悄然莅临此地,以赶在和平的敌人察觉之前抵达。 此外,此地某些人还提出了一项要求,正如我们自己所见,这也是极其必要的:他们应当将马尔刻鲁的异端作为凶险、有害且有悖于健全信仰的事物予以驱逐。因为直到如今,他们在所寄发的一切书信中,虽无休止地对臭名昭著的阿里乌反复予以绝罚并逐出教会,但对于在不虔上与那人背道而驰、亵渎独生子神性之本体且妄解“道”之称谓的马尔刻鲁,却似乎未提出任何谴责。他虽承认独生子被称为“道”,却是因应需要且顺应时机而产生,随后又重归于其所自出的那位,在显现之前并不存在,在回归之后亦无实体。关于此点,我们此处所保存的那部不义著作的卷册便是有力的证据。然而,他们却从未在任何地方对该人加以斥责,甚至还背负着当初因不谙真理而将其接收入教会交融的罪名。因此,当前的局势理当对此事予以妥善提及,以使那些企图寻找借口的人无隙可乘,借由使纯正之人与您的圣洁联合,向众人彰明那些在真道面前动摇之人;从而使我们今后能认清志同道合者,而不至于如夜战一般,无法分辨敌友。我们唯独恳求在首个航运季节便立时派遣上述执事,以便我们所祈求的事项至少能在来年有所成就。 至于那件事,即便在我们陈词之前,您本人自然亦明了并会予以关照:倘若上帝愿意,使莅临者不致在诸教会中留下分裂,而是尽一切可能将志同道合者促成合一,纵使发现他们彼此之间存在着某些个人的争端由头,亦不使持守正统的民众随同其领袖分离而割裂为诸多部分。因为人人都当竭力将一切置于和平之下,并在凡事之上关照安提阿的教会,免得其中纯正的一派因人物之争而四分五裂、日趋衰竭。不仅如此,当您如我们所祈愿的那样在上帝的襄助下,接纳所有人将教会的重整事宜交付于您时,日后您必将亲自照管这一切。

语法注3 条
  1. 69ἵνʼ ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα

    由 ἵνα 引导的从句之后并未接续虚拟式动词,而是接了带不定式的宾格句 αὐτὸν αὐθεντῆσαι(以及随后的 ἐπιστῆναι)。这是一种破格构词(anacoluthon),从目的从句顺势滑入了依附于主句 δοῦναι γνώμην 的间接命令或内容不定式结构。

  2. 69Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται, τὸν τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως ἀλλοτρίως ἔχουσαν, ἐξορίσαι.

    指示代词 ἐκεῖνο 用作无人称动词 ἐπιζητεῖται 的主语,随后的带不定式短语 τὸν... αὐτοὺς... ἐξορίσαι 作其同位语以阐明具体内容。不定式 ἐξορίσαι 的逻辑主语是宾格 αὐτούς(指西方主教们),而 τὴν Μαρκέλλου αἵρεσιν 则是其宾语。

  3. 69ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι ... οὔτε πρὸ τῆς ἐξόδου εἶναι, οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι.

    在由关系代词 ὃς(指马尔刻鲁)引导的从句中,动词 δίδωσι 意为“承认”或“假设”。它支配带不定式的短语 Λόγον... εἰρῆσθαι,后文平行的不定式 οὔτε... εἶναι, οὔτε... ὑφεστάναι 亦继续陈述其关于圣子在显现前后皆无实体的异端主张。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:69