- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:67-68
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔再次致信阿塔纳修斯,呼吁支持梅勒提乌斯作为安提阿教会合一的核心;随后在致梅勒提乌斯的主教信函中,告知计划遣派多罗修前往罗马以经由海路争取意大利主教们的支持并避开阻挠,请求其配合作出安排。
Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Ἐμοὶ μὲν ἐξαρκοῦν ἐφάνη ἐν τοῖς προτέροις γράμμασι πρὸς τὴν σὴν τιμιότητα τοσοῦτον ἐνδείξασθαι, ὅτι πᾶν τὸ κατὰ τὴν πίστιν ἐρρωμένον τοῦ κατὰ τὴν ἁγίαν ἐκκλησίαν Ἀντιοχείας λαοῦ εἰς μίαν συμφωνίαν καὶ ἕνωσιν χρὴ ἐναχθῆναι, πρὸς τὸ δηλῶσαι,1 ὅτι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ δέοι τὰ εἰς μέρη πλείονα νῦν διῃρημένα συνάψαι. ἐπεὶ δὲ ὁ αὐτὸς οὗτος ὁ ἀγαπητὸς συνδιάκονος ἡμῶν Δωρόθεος ἐναργεστέραν τὴν περὶ τούτων ἐπεζήτησε μνήμην, ἀναγκαίως ἐπισημαινόμεθα, ὅτι καὶ πάσῃ τῇ ἀνατολῇ δι’ εὐχῆς, καὶ ἡμῖν τοῖς παντοίως αὐτῷ συνημμένοις ἐπιθυμητόν, αὐτὸν ἰδεῖν τὴν ἐκκλησίαν διέποντα τοῦ Κυρίου, τῇ τε πίστει ἀνεπίληπτον ὄντα, καὶ τῷ βίῳ οὐδεμίαν πρὸς τοὺς ἄλλους ἐπιδεχόμενον σύγκρισιν, καὶ τῷ τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς ἐκκλησίας αὐτὸν προεστάναι,2 τὰ δὲ λοιπὰ οἷον μερῶν ἀποτμήματα εἶναι. Ὥστε πανταχόθεν ἀναγκαῖόν τε ὁμοῦ καὶ σύμφερον τῷ ἀνδρὶ τούτῳ συναφθῆναι τοὺς ἄλλους, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν τοὺς ἐλάττους· περὶ δὲ τοὺς ἄλλους γενέσθαι τινὰ οἰκονομίαν, τὴν κἀκείνοις πρέπουσαν, καὶ τὸν λαὸν εἰρηνεύουσαν, καὶ τῇ σῇ συνέσει καὶ περιβοήτῳ ἐντρεχείᾳ καὶ σπουδῇ ἐπιβάλλουσαν. πάντως δὲ οὐκ ἔλαθέ σου τὴν ἀνυπέρβλητον φρόνησιν, ὅτι ἤδη καὶ τοῖς ὁμοψύχοις σου τοῖς κατὰ τὴν δύσιν τὰ αὐτὰ ταῦτα συνήρεσεν, ὡς δηλοῖ τὰ γράμματα τὰ διὰ τοῦ μακαρίου Σιλουανοῦ κομισθέντα ἡμῖν.
致亚历山大里亚主教阿塔纳修斯。 对我而言,在先前致您尊荣的书信中,仅指出安提阿圣教会中在信仰上纯正的民众皆当归入同一的和合与合一,以此表明现今分裂为数派的人应当与极蒙上帝所爱的主教梅勒提乌斯联合,似乎便已足够。然而,既然我们亲爱的同劳执事多罗修本人请求对此作更明确的述说,我们便有必要指出:全东方同心企盼,且我们这些在各方面与他紧密联结之人亦深切渴求,得见他治理主的教会;因他在信仰上无可指责,在生活上无可比拟,并且可以说他居于教会整个身体之首,其余部分则如同被截断的碎块。 因此,无论从何种角度来看,其余的人与此人联合,如同支流归入大河一般,既是必要的,也是有益的;而对于其余的人,则当采取某种适宜于他们、使民众得享和平、并合乎您的明哲及闻名遐迩的干练与热忱的妥善安排。无论如何,您无可逾越的明哲断不会忽略,您在西方的同道中人亦早已赞同这全然相同的事,正如藉着已蒙福的西尔瓦努带给我们的书信所显明的那样。
Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας Τέως μὲν ἐβουλήθημεν κατασχεῖν παρʼ ἑαυτοῖς τὸν εὐλαβέστατον ἀδελφὸν Δωρόθεον τὸν συνδιάκονον, ὥστε, ἐπὶ τῷ τέλει τῶν πραγμάτων ἀποπεμψάμενοι, γνωρίσαι δι’ αὐτοῦ ἕκαστα τῶν πεπραγμένων τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι εἰς πολὺ τοῦ χρόνου παρετάθημεν, καὶ ἅμα, ὡς ἐν ἀπόροις, βουλή τις ἡμῖν ἐνέπεσε περὶ τῶν πρακτέων, ἀπεστείλαμεν τὸν προειρημένον ἄνδρα καταλαβεῖν ὑμῶν τὴν ὁσιότητα, καὶ δι’ ἑαυτοῦ τε ἀνενεγκεῖν ἕκαστα, καὶ τὸ ὑπομνηστικὸν ἡμῶν ἐπιδεῖξαι, ἵνα, εἰ φανείη χρησίμως ἔχειν τὰ παρʼ ἡμῶν ἐννοηθέντα, εἰς ἔργον ἐλθεῖν παρὰ τῆς ὑμετέρας τελειότητος σπουδασθείη. Ὡς δὲ συντόμως εἰπεῖν, γνώμη ἐκράτησεν ἐπὶ τὴν Ῥώμην διαβῆναι τὸν αὐτὸν τοῦτον ἀδελφὸν ἡμῶν Δωρόθεον, διαναστῆσαί τινας τῶν ἀπὸ τῆς Ἰταλίας, πρὸς τὴν ἐπίσκεψιν ἡμῶν θαλάσσῃ χρησαμένους, ἵνα τοὺς ἐμποδίζοντας διαφύγωσι. τοὺς γὰρ παραδυναστεύοντας τοῖς κρατοῦσιν εἶδον μηδὲν βουλομένους μήτε δυναμένους ὑπομιμνήσκειν αὐτὸν περὶ τῶν ἐκβεβλημένων,3 ἀλλὰ τὸ μή τι χεῖρον ἰδεῖν ἐν ταῖς ἐκκλησίαις γινόμενον κέρδος τιθεμένους. εἰ οὖν καὶ τῇ σῇ φρονήσει χρήσιμον εἶναι τὸ βούλευμα παρασταίη, καταξιώσεις καὶ ἐπιστολὰς τυπῶσαι, καὶ ὑπομνηστικὰ ὑπαγορεῦσαι περὶ ὧν χρὴ διαλεχθῆναι αὐτὸν καὶ πρὸς τίνας. ὥστε δὲ ἔχειν ἀξιοπιστίαν τινὰ τὰ γράμματα, συμπαραλήψῃ πάντως τοὺς ὁμογνώμονας, κἂν μὴ παρῶσι. τὰ δʼ ἐνταῦθα ἔτι ἐστὶν ἐν ἀδήλῳ, τοῦ Εὐϊππίου παραγενομένου μέν, μηδὲν δὲ τέως ἐκφήναντος. ἀπειλοῦσι μέντοι καὶ συνδρομήν τινα ὁμογνωμόνων αὐτοῖς ἔκ τε τῆς Ἀρμενίας τῆς Τετραπόλεως, καὶ ἐκ τῆς Κιλικίας.
致安提阿主教梅勒提乌斯。 此前,我们本欲将极其虔敬的弟兄、同劳执事多罗修留在身边,以便在诸事底定之后将他遣回,藉着他向您的尊荣通报所行之事的始末。然而,因我们日复一日地推延,致使耗费了大量时日,同时在困顿之中,我们心中对当作之事产生了一个计策,因此我们差遣上述这位弟兄前往晋见您的圣洁,让他当面陈奏一切,并呈递我们的备忘录,以便我们所思虑之事若显得有益,便能由您的全备之德力加付诸实行。 简而言之,现已占上风的意见是:让我们这同一位弟兄多罗修渡海前往罗马,促使意大利方面的某些人士走海路来探视我们,以便避开那些从中阻挠之人。因为我看出了那些在掌权者们左右得势之人既不愿也不能就那些被驱逐之人提醒他〔君王〕,反而将教会中没有出现更恶劣的事态视为幸事。因此,倘若您的明见亦认为此策有益,尚祈赐准起草书信,并口述备忘录,明确交代他当同何人交涉以及交涉何事。为了使书信具备相当的威信,无论如何请将同道之人一并列入,纵使他们未能亲临亦无不可。此地的局势依旧未明,欧伊皮乌斯虽已抵达,但迄今未有任何表态;不仅如此,他们还以来自亚美尼亚提特拉波利斯和基利家与他们同道之人将行集结相威胁。
- 67πρὸς τὸ δηλῶσαι
介词 πρός 搭配带中性单数宾格定冠词的不定式(πρὸς τὸ δηλῶσαι),在主句 τοσοῦτον ἐνδείξασθαι 之后表示目的(“为了表明/澄清”),进一步阐明了前述 ὅτι 从句所意图达到的结论。
- 67καὶ τῷ τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς ἐκκλησίας αὐτὸν προεστάναι
带与格定冠词的不定式(τῷ ... προεστάναι)作为表示原因或解释的与格,与前面的分词短语(ἀνεπίληπτον ὄντα 等)并列,说明全东方为何渴望由他治理教会的理由。随后的 τὰ δὲ λοιπὰ ... εἶναι 亦在该结构中以类似 μέν...δέ 的对比形式并列。
- 68τοὺς γὰρ παραδυναστεύοντας τοῖς κρατοῦσιν εἶδον μηδὲν βουλομένους μήτε δυναμένους ὑπομιμνήσκειν αὐτὸν περὶ τῶν ἐκβεβλημένων
动词 εἶδον(第一人称单数,“我观察到/发觉”)支配分词宾语 τοὺς παραδυναστεύοντας(“侍奉于当权者身侧之人/权要的亲信”)。而不定式 ὑπομιμνήσκειν 的直接宾语 αὐτόν 则指单数的最高统治者/皇帝,与前面的泛指复数 τοῖς κρατοῦσιν 形成指代上的区分。
