- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔恳请亚历山大里亚的阿塔纳修斯差遣使者联络西方主教以共济教会危机,并尤为切盼他出面调停深陷分裂的安提阿教会以恢复其良好秩序。
Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Οὐδένα τοσοῦτον ἡγοῦμαι λυπεῖν τὴν παροῦσαν τῶν ἐκκλησιῶν κατάστασιν, μᾶλλον δὲ σύγχυσιν, εἰπεῖν ἀληθέστερον, ὅσον τὴν σὴν τιμιότητα· συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν,1 καὶ παρὰ πόσον ταῦτα ἐκείνων ἐξήλλακται λογιζόμενον, καὶ ὅτι εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ὑπορρέοι ἐπὶ τὸ χεῖρον τὰ πράγματα, οὐδὲν ἔσται τὸ κωλῦον,2 εἴσω ὀλίγου χρόνου πρὸς ἄλλο τι σχῆμα παντελῶς μεθαρμοσθῆναι τὰς ἐκκλησίας. ταῦτα πολλάκις ἐπʼ ἐμαυτοῦ γενόμενος διενοήθην, ὅτι εἰ ἡμῖν οὕτως ἐλεεινὴ τῶν ἐκκλησιῶν ἡ παρατροπὴ καταφαίνεται, ποίαν τινὰ εἰκὸς ἐπὶ τούτοις ψυχὴν ἔχειν τὸν τῆς ἀρχαίας εὐσταθείας καὶ ὁμονοίας περὶ τὴν πίστιν τῶν ἐκκλησιῶν τοῦ Κυρίου πεπειραμένον; ἀλλʼ ὥσπερ τὸ πολὺ τῆς λύπης τὴν σὴν τελειότητα περιίσταται, οὕτως ἡγούμεθα προσήκειν καὶ τῆς ὑπὲρ τῶν ἐκκλησιῶν μερίμνης τὸ πλέον τῇ σῇ διαφέρειν φρονήσει. πάλαι οἶδα καὶ αὐτός, κατὰ τὴν ἐνυπάρχουσάν μοι μετρίως τῶν πραγμάτων κατάληψιν, μίαν ἐπιγνοὺς ὁδὸν βοηθείας ταῖς καθʼ ἡμᾶς ἐκκλησίαις, τὴν παρὰ τῶν δυτικῶν ἐπισκόπων σύμπνοιαν. εἰ γὰρ βουληθεῖεν, ὃν ἀνέλαβον ὑπὲρ ἑνὸς ἢ δύο τῶν κατὰ τὴν δύσιν ἐπὶ κακοδοξίᾳ φωραθέντων ζῆλον, τοῦτον καὶ ὑπὲρ τῆς παροικίας τῶν καθʼ ἡμᾶς μερῶν ἐπιδείξασθαι, τάχα ἄν τι γένοιτο τοῖς κοινοῖς ὄφελος, τῶν τε κρατούντων τὸ ἀξιόπιστον τοῦ πλήθους δυσωπουμένων, καὶ τῶν ἑκασταχοῦ λαῶν ἀκολουθούντων αὐτοῖς ἀναντιρρήτως. Τίς οὖν ταῦτα διαπράξασθαι τῆς σῆς συνέσεως δυνατώτερος; τίς συνιδεῖν τὸ δέον ὀξύτερος; τίς ἐνεργῆσαι τὰ χρήσιμα πρακτικώτερος; τίς πρὸς τὴν καταπόνησιν τῶν ἀδελφῶν συμπαθέστερος; τίς τῆς σεμνοτάτης σου πολιᾶς πάσῃ τῇ δύσει αἰδεσιμώτερος; κατάλιπέ τι μνημόσυνον τῷ βίῳ τῆς σῆς ἐπάξιον πολιτείας, τιμιώτατε πάτερ. τοὺς μυρίους ἐκείνους ὑπὲρ τῆς εὐσεβείας ἄθλους ἑνὶ τούτῳ κατακόσμησον ἔργῳ. ἔκπεμψόν τινας ἐκ τῆς ἁγίας τῆς ὑπὸ σὲ ἐκκλησίας ἄνδρας δυνατοὺς ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους· διήγησαι αὐτοῖς τὰς κατασχούσας ἡμᾶς συμφοράς· ὑπόθου τρόπον ἀντιλήψεως· γενοῦ Σαμουὴλ ταῖς ἐκκλησίαις· πολεμουμένοις τοῖς λαοῖς συγκακοπάθησον· ἀνένεγκε εἰρηνικὰς προσευχάς· αἴτησον χάριν παρὰ τοῦ Κυρίου, εἰρήνης τι μνημόσυνον ἐναφεῖναι ταῖς ἐκκλησίαις. οἶδα ὅτι ἀσθενεῖς αἱ ἐπιστολαὶ πρὸς συμβουλὴν τοῦ τοσούτου πράγματος. ἀλλʼ οὔτε αὐτὸς τῆς παρʼ ἑτέρων παρακλήσεως χρῄζεις, οὐ μᾶλλόν γε ἢ τῶν ἀγωνιστῶν οἱ γενναιότατοι τῆς παρὰ τῶν παίδων ὑποφωνήσεως· οὔτε ἡμεῖς ἀγνοοῦντα διδάσκομεν, ἀλλʼ ἐσπουδακότι τὴν ὁρμὴν ἐπιτείνομεν. Πρὸς μὲν οὖν τὰ λοιπὰ τῆς ἀνατολῆς ἴσως σοι καὶ πλειόνων συνεργίας προσδεῖ, καὶ ἀνάγκη ἀναμένειν τοὺς ἐκ τῆς δύσεως. ἡ μέντοι τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας εὐταξία προδήλως τῆς σῆς ἤρτηται θεοσεβείας· ὥστε τοὺς μὲν οἰκονομῆσαι, τοὺς δὲ καθησυχάσαι, ἀποδοῦναι δὲ τὴν ἰσχὺν τῇ ἐκκλησίᾳ διὰ τῆς συμφωνίας. καὶ γὰρ ὅτι ὀφείλεις, κατὰ τοὺς σοφωτάτους τῶν ἰατρῶν, τῆς ἐπιμελείας ἐκ τῶν καιριωτάτων ἄρχεσθαι, παντὸς ἀκριβέστερον αὐτὸς ἐπίστασαι. τί δʼ ἂν γένοιτο ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις τῆς Ἀντιοχείας ἐπικαιριώτερον; ἣν εἰ συνέβη πρὸς ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν,3 ὥσπερ κεφαλὴν ἐρρωμένην, παντὶ τῷ σώματι ἐπιχορηγεῖν τὴν ὑγίειαν. τῷ ὄντι δὲ τῆς σῆς δεῖται σοφίας καὶ εὐαγγελικῆς συμπαθείας τὰ ἐκείνης τῆς πόλεως ἀρρωστήματα· ἥ γε οὐχ ὑπὸ τῶν αἱρετικῶν διατέτμηται μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὰ αὐτὰ φρονεῖν ἀλλήλοις λεγόντων διασπᾶται. ταῦτα δὲ ἑνῶσαι καὶ εἰς ἑνὸς σώματος συναγαγεῖν ἁρμονίαν ἐκείνου μόνου ἐστί, τοῦ καὶ τοῖς ξηροῖς ὀστέοις τὴν εἰς νεῦρα καὶ σάρκα πάλιν ἐπάνοδον τῇ ἀφάτῳ αὐτοῦ δυνάμει χαριζομένου. πάντως δὲ τὰ μεγάλα ὁ Κύριος διὰ τῶν ἀξίων αὐτοῦ ἐνεργεῖ. πάλιν οὖν καὶ ἐνταῦθα τῇ σῇ μεγαλοφυΐᾳ πρέπειν τὴν τῶν τηλικούτων διακονίαν ἐλπίζομεν, ὥστε καταστορέσαι μὲν τοῦ λαοῦ τὸν τάραχον, παῦσαι δὲ τὰς μερικὰς προστασίας, ὑποτάξαι δὲ πάντας ἀλλήλοις ἐν ἀγάπῃ, καὶ τὴν ἀρχαίαν ἰσχὺν ἀποδοῦναι τῇ Ἐκκλησίᾳ.
致亚历山大里亚主教阿塔纳修斯。 我认为,没有谁比您的尊荣更为当前众教会的境况——或者说得更真确些,是混乱——感到痛心了。因为您将当今的情势与古代相比较,考量着如今已与昔日相距何其遥远;并且深知,倘若时局以同样势头滑向更恶劣的地步,不出多时,便没有任何力量能阻止众教会彻底变为另一种模样。我多次独自一人时便思忖:如果我们眼中众教会的倾颓已显得如此可悲,那么一位曾亲身体验过主之教会往昔的稳固与信仰合一的人,面对此情此景,心中该是何等滋味?然而,正如这巨大的悲痛紧紧缠绕着您的全备之德,我们亦同样认为,为众教会所怀之顾虑的大半,理当归于您的审慎智慧。我自己根据自身对世事的些许领悟,也早已知晓并认准了对我们这方教会施以援助的唯一途径,即西方主教们的合意与协同。因为他们若是愿意将先前为西方一两个被查出怀有邪见之人所激发的同一份热忱,亦施展在关顾我们这一方教区之上,或许便能对公共利益大有裨益,掌权者亦会因顾忌众人的威信而有所敬畏,各地的民众亦将无可争议地追随他们。 那么,在促成这些事情上,又有谁比您的明敏更为有力?谁在洞悉当务之急上更为敏锐?谁在推行有益之举上更为务实?谁在面对弟兄们的苦难时更富于同情?在整个西方,又有谁比您至尊的华发更受敬重?至敬的教父啊,请为世间留下配得上您平生功业的纪念吧!请用这单独的一桩伟业,为您为敬虔而历经的无数征战增添荣冠!请从您所掌管的圣教会中差遣数位在纯正教导上大有能力之人,前往西方的诸位主教那里;向他们陈说压迫我们的灾难;指明救助的方法;作众教会的撒母耳;与受战火摧残的民众同甘共苦;献上带来和平的祈祷;从主那里祈求恩典,好在众教会中留下和平的纪念。我知道书信对于谋划如此重大的事业显得微弱无力;然而您自己并不需要他人的规劝,正如最英勇的角力士不需要孩童的助威一样;我们亦非向一位无知之人施教,而是在为一位早已充满热忱之人更添锐气。 对于东方的其余各地,或许您尚需更多人的协同,且不得不等待西方来人;然而安提阿教会的整饬,显然完全系于您的虔敬:好使您能妥处某些人,安抚另一些人,并通过和睦为教会重新注入力量。因为正如同那些最明智的医者一般,您必须从最枢要之处着手医治,这一点您自己比任何人都更为明晓。而对于普世众教会而言,又有何处比安提阿更为枢要?此城若能恢复和睦,便无异于健全的头颅,没有任何东西能阻止它为整个身体输送康健。诚然,那座城市的病痛急需您的智慧与合乎福音的怜悯;因为她不仅被异端割裂,亦正被那些自称彼此意念相同的人所撕裂。然而,将这些联结起来并聚拢归于一身之和睦,唯独那位以其无可言喻的大能连枯骨也赐其重归筋脉与血肉者方能做到。但无论如何,主总是借着配得祂的人行大事。因此,在此我们也再次期盼,由您的宏伟才器承担这等重任是相称的,好平息民众的骚乱,消除党派纷争,使众人皆在爱中彼此顺服,并将古代的力量重归于教会。
- 66συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν
分词 συγκρίνοντα(阳性单数宾格)在语义上与主句的宾格宾语 τὴν σὴν τιμιότητα(“您的尊荣”)相一致。尽管该尊称在语法上是阴性名词,但分词依照受话人阿塔纳修斯本人的实际性别(阳性)进行搭配,属于依意一致(constructio ad sensum)。
- 66εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ὑπορρέοι ἐπὶ τὸ χεῖρον τὰ πράγματα, οὐδὲν ἔσται τὸ κωλῦον
这是一个混合条件句,条件从句采用现在时愿望语气 ὑπορρέοι,而主句结论则使用将来时直陈语气 ἔσται。从句以愿望语气提出某种可能的情形假设(“倘若时局滑向……”),主句则用将来时直陈语气果断断言其必然的后果(“便没有任何力量能阻止……”)。
- 66ἣν εἰ συνέβη πρὸς ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν
在非真实条件句的归结分句中,未完成过去时直陈语气 ἐκώλυεν 未带小辞 ἄν。这符合古典希腊语的常规用法:表示可能性、义务或阻碍的动词(如 ἔδει, ἐχρῆν, ἐκώλυε 等)在非真实条件的主句中往往省略 ἄν,以直接强调那种固有的必然性或阻碍之不存在。
