- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:63-65
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信新凯撒利亚长官及赫修基乌斯,表达了通过埃尔庇狄乌斯获悉二人美德后的由衷敬爱;并劝告阿塔尔比乌斯打破沉默与隔阂,为了爱与教会的合一而重新振作。
Ἡγεμόνι Νεοκαισαρείας Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτʼ αὐτὸν ὄσσοις προσίδω, κρίνω φίλον· Εὐριπίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. ὥστε, εἰ, μήπω τῆς κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσίν σου τῆς μεγαλοφυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις, μὴ κολακείαν εἶναι τὸν λόγον κρίνῃς. ἔχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας, μεγαλοφώνως τὰ σὰ πᾶσιν ἀνθρώποις συμβοῶσαν. ἀφʼ οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ Ἐλπιδίῳ συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν, καὶ οὕτω κατʼ ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες, καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. οὐ γὰρ ἐπαύσατο ὁ ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος, τὸ μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήματος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα, ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου φαιδρότητι κεκραμένην, λόγου δύναμιν, τἄλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατόν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν ἐπιστολὴν προαγάγωμεν. πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾷν τὸν τοιοῦτον; πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι, πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν;1 Δέχου τοίνυν τὴν προσηγορίαν, ὦ θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόρρω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ καταλόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν.
致新凯撒利亚长官。 “智者即便居于遥远之邦,即便我从未亲眼见其形容,我亦视其为友”——这是悲剧诗人欧里庇得斯的名言。因此,纵使我们尚未在当面晤谈中领教您宏伟的才器,若我们自称是您的友人与故交,切勿判定此言乃是谄媚。因为我们拥有声名作为友谊的引荐者,向全人类高声传颂着您的美德。甚至自我们与极可敬的埃尔庇狄乌斯相会以来,我们对您已有了如此深切的认知,并且如此彻底地为您所倾倒,宛如我们已长久共处,并通过久历亲验而尽知您身上的种种美德。因为此人毫不间断地向我们叙述关于您的一切:您灵魂的崇高、志向的弘远、品格的温厚、世事的练达、判断的明敏、融入欢畅的端庄举止、辞辩之力,以及他在与我们的长谈中列举的其余一切;而我们无法尽数落笔,以免书信篇幅逾越规度。既然如此,我怎能不去爱慕这样一位人物?我又怎能克制自己,不疾呼出声以昭明我灵魂深处的情感呢? 因此,可敬之人啊,请接纳这一出于真实而纯洁的友谊向您呈献的问候;因我们的作为绝无奴颜媚骨之态;并请通过源源不断的书信展现您自身、抚慰离索之苦,将我们列于您的友人名册之中。
Ἡσυχίῳ Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι,2 ὅ τε περὶ λόγους κοινὸς ἔρως, πολλαχοῦ παρὰ τῶν πεπειραμένων περιφερόμενος, ἥ τε πρὸς τὸν θαυμάσιον ἄνδρα Τερέντιον ἡμῖν ἐκ παλαιοῦ φιλία. ἐπεὶ δὲ καὶ ὁ πάντα ἄριστος, καὶ πάσης ἡμῖν οἰκειότητος ὄνομα ἐκπληρῶν, ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἐλπίδιος εἰς λόγους ἀφίκετο, καὶ ἕκαστα τῶν ἐν σοὶ καλῶν διηγήσατο (δυνατώτατος δέ, εἴπερ τις ἄλλος, καὶ ἀρετὴν ἀνθρώπου καταμαθεῖν, καὶ παραστῆσαι ταύτην τῷ λόγῳ), τοσοῦτον ἡμῖν τὸν ἐπὶ σοὶ πόθον ἐξέκαυσεν, ὥστε εὔχεσθαι ἡμᾶς ἐπιστῆναί σέ ποτε τῇ παλαιᾷ ἑστίᾳ ἡμῶν, ἵνα μὴ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ τῶν ἐν σοὶ καλῶν ἀπολαύσωμεν.
致赫修基乌斯。 从一开始便将我与您的尊荣联系在一起的因由固然极多:既有那在饱学之士中广为流传的对于学问辞章的共同热爱,亦有我们与可敬之士泰伦提乌斯自古结下的友谊。然而,当各方面皆极尽完善、为我们充实了一切亲密名分的极可敬兄弟埃尔庇狄乌斯与我们交谈,并一一叙述了您身上的诸般美德时(若有任何人具备此种能力,那便是他最能洞悉人之德性并以言辞将其昭示),他极大地燃起了我们对您的渴念,以至于我们祈求您有朝一日能降临我们古老的炉边,好叫我们不仅凭耳闻,亦能借由亲身体验来领受您身上的种种美德。
Ἀταρβίῳ Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μέν, τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα ἀπαιτῶν, ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχὴν τῆς προσφωνήσεως, ἡ δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς ἡσυχίας ἐγκαρτερεῖν; ἀλλʼ ὅμως ἐγώ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας.3 αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον, εἰδὼς ὅτι ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυτῆς· διόπερ οὔτε ἐκπίπτει ποτέ. ἀταπείνωτος γὰρ ὁ κατὰ ἀγάπην τῷ πλησίον ὑποτασσόμενος. ὅπως οὖν καὶ αὐτὸς πρὸς γοῦν τὸ ἑξῆς τὸν πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύματος ἐπιδεικνύμενος, τὴν ἀγάπην, ἀπορρίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπόν, ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς ὑποφαίνεις, ἀναλάβῃς δὲ4 χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν ἐκκλησιῶν τοῦ Κυρίου διαμονῆς. γίνωσκε γάρ, ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν ἐκκλησιῶν ἀναλάβοιμεν, ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμόν, οὐδὲν τὸ κωλῦον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ τὸν Θεὸν τὴν ἐνδεχομένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἐπιδειξαμένους.5 Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὴν ἐντολὴν τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. ἅμα δὲ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν καὶ πρὸς ἡμᾶς εἰσέλθοι ποτέ, κἂν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοὺς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.
致阿塔尔比乌斯。 若是我依仗年资而要求长者的尊荣,等待由您先开言致意,而您的仁爱之德却决意更加长久地固执于静默这一有害的决断,那么这种缄默何时才能有终局?然而,我认为在友谊之中的退让本具有胜利的力量,故而我承认,对于在固守己见上显得占了上风这一虚荣名分,我甘愿让给您。而我自己则首先提笔写信,深知“爱能包容凡事,凡事忍耐,绝不求自己的益处”,是以爱永不止息。因为因着爱而顺服邻人者,绝不会蒙受贬损。因此,愿您自身至少在今后亦彰显圣灵最初也是最大的果子——爱,摒弃您借由沉默向我们暗示的那种怀怒之徒的阴郁,在心中重拾喜乐,与同道弟兄恢复和睦,并为保全主的众教会而激发起热忱与顾念。因为您当知晓,如果我们不能为诸教会承担起同等的抗争,如同那些抗拒纯正教导之人为了颠覆与彻底消灭教会所作的抗争那样,那么便没有任何东西能够阻止真理被仇敌冲垮荡涤,亦不能阻止我们分担审判的重罚,因为我们未曾竭尽全副热诚与愿心,在彼此的和睦以及合乎上帝的协力中,为教会的合一展现出应有的顾念。 因此我恳求您,从您自己的灵魂中彻底根除那种自以为无需与任何他人相交的念头。因为将自己从与弟兄的联络中割裂开来,绝非按爱心而行、亦非践行基督诫命之人所当为。同时,我亦希望您的良善心志能思量此事:战争的祸害周而复始,有朝一日亦可能侵入我们当中;如果我们亦同其余众人一道遭受侵害,我们将连同情哀怜我们的人都无法觅得,皆因我们在安乐之时未曾向受屈之人预先缴付同情这一份应纳的捐税。
- 63πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν
带有双重否定 μὴ οὐ 的介词冠词不定式结构(πρὸς τὸ μὴ οὐ...)紧随在具有否定修辞疑问意味的克制动词(πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι;)之后。在表示妨碍、克制等动词被否定或用于反问时,所带的不定式习惯上采用 μὴ οὐ 进行强化的双重否定。
- 64Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι
句首的宾格 Ἐμέ 处于话题化前置位置,充当后文名词化分词 τὰ συνάπτοντα 的直接宾语。整句的核心结构为 πολλὰ ἦν τὰ συνάπτοντα(“将我与您的尊贵联结起来的事物固然很多”),该分词同时支配宾格 Ἐμέ(我)和与格 σου τῇ τιμιότητι(向着您的尊贵)。
- 65τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας
属格 τῆς φιλοτιμίας(虚荣心、争胜心)作动词 παραχωρεῖν(让与)的宾语。介词短语 ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι(基于看似胜过)修饰 φιλοτιμίας,其中完成时不规则不定式 περιγεγενῆσθαι 支配表比较或分离的属格 τῆς οἰκείας κρίσεως(自己固执的主张)。
- 65ὅπως οὖν καὶ αὐτὸς... ἀπορρίψῃς μὲν... ἀναλάβῃς δὲ...
ὅπως 搭配不定过去时虚拟式(ἀπορρίψῃς, ἀναλάβῃς)构成独立劝勉/祈愿句(省略了主句动词如 ὅρα 或 ἐπιμελοῦ,“务必请你……”),直接向对方发出劝告,要求其抛弃阴沉、重拾爱心与关怀。
- 65μὴ πάσῃ σπουδῇ... τὴν ἐνδεχομένην μέριμναν... ἐπιδειξαμένους
带否定词 μή 的分词 ἐπιδειξαμένους 表达条件或原因,在性、数、格上与不定式 παραπολαῦσαι 的逻辑主语(宾格 ἡμᾶς)保持一致,意为“如果我们未曾竭尽全副热诚展现对教会合一的顾念”。
