- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:60-62
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔致信叔父格列高利,就兄弟的到访与来信致谢并请示会面安排;致信阿塔纳修斯,表示完全声援对暴虐利比亚长官的绝罚;并致信帕尔纳索斯教会,对其主教逝世表示慰问并敦促振作以选立继任者。
Γρηγορίῳ θείῳ Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου. τί γὰρ οὐκ ἔμελλον, ἀδελφόν τε ὄντα ἐμαυτοῦ, καὶ τοιοῦτον; καὶ νῦν τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. μηδὲ γὰρ γένοιτό τι τοιοῦτο παθεῖν μηδέν,1 ὅ με τῆς φύσεως ἐπιλαθέσθαι καὶ ἐκπολεμωθῆναι πρὸς τοὺς οἰκείους ποιήσει. ἀλλὰ καὶ τῶν τοῦ σώματος ἀρρωστημάτων, καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς, παραμυθίαν ἡγησάμην εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν· τοῖς τε παρὰ τῆς τιμιότητός σου δι’ αὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· ἃ καὶ ἐκ πολλοῦ μοι ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ μὴ καὶ ἡμᾶς τι σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειοτάτοις πρὸς ἀλλήλους διάστασις, ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφοράν, ἀπαρέσκουσα δὲ Θεῷ, τῷ ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. διὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαι σε ὑπὲρ ἡμῶν παρακαλῶν, καὶ τὰ ἄλλα κήδεσθαι ἡμῶν ὡς οἰκείων. Τὸν δὲ νοῦν τῶν γινομένων ἐπειδὴ αὐτοὶ ὑπὸ ἀμαθείας συνιέναι οὐκ ἔχομεν, ἐκεῖνον ἐκρίναμεν ἀληθῆ εἶναι νομίζειν, ὃν ἂν αὐτὸς ἡμῖν ἐξηγήσασθαι καταξιώσῃς. ἀνάγκη δὲ καὶ τὰ λειπόμενα παρὰ τῆς σῆς μεγαλονοίας ὁρισθῆναι, τὴν συντυχίαν ἡμῶν τὴν πρὸς ἀλλήλους, καὶ καιρὸν τὸν πρέποντα, καὶ τόπον ἐπιτήδειον. εἴπερ οὖν ὅλως ἀνέχεται καταβῆναι πρὸς τὴν ταπείνωσιν ἡμῶν ἡ σεμνότης σου, καὶ λόγου τινὸς μεταδοῦναι ἡμῖν, εἴτε μετʼ ἄλλων, εἴτε κατὰ σεαυτὸν βούλει γενέσθαι τὴν συντυχίαν, ὑπακουσόμεθα, τοῦτο ἅπαξ ἑαυτοῖς συμβουλεύσαντες, δουλεύειν σοι ἐν ἀγάπῃ καὶ ποιεῖν ἐκ παντὸς τρόπου τὰ εἰς δόξαν Θεοῦ παρὰ τῆς εὐλαβείας σου ἡμῖν ἐπιτασσόμενα. Τὸν δὲ αἰδεσιμώτατον ἀδελφὸν οὐδὲν ἠναγκάσαμεν ἀπὸ γλώττης εἰπεῖν ἡμῖν· διότι οὔτε πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων.2
致叔父格列高利。 我先前便欣然得见我的兄弟;我怎会不如此呢,既然他既是我的兄弟,又是这样一个人?如今他抵步此地,我亦怀着同样的情感接待了他,丝毫未曾改变我自身的挚爱。愿我绝不至于遭遇任何使我忘却骨肉亲情并与亲族反目的事情。相反,我认为此人的到来是对我肉身的病患以及灵魂中其他苦痛的安慰;因他从您的尊贵之躯那里带来的书信,我亦感到由衷的喜悦。我长久以来便渴望收到这封信,别无他求,只为免得我们也将一段阴暗的轶事平添于尘世,仿佛至亲之间彼此产生了隔阂,给仇敌带来快意,给友人带来不幸,且不讨那位将完满之爱立为门徒记号的上帝喜悦。因此我也必须作出回应,恳请您为我们祈祷,并在其余诸事上视我们为亲眷而加以顾念。 至于所发生之事的原委,既然我们自己因愚昧而无法领悟,我们便决意将您亲自屈尊向我们阐明的那番解释视为真实。其余的事宜——我们彼此之间的会面、合宜的时机与合适的地点——亦当由您的宽宏气度来决定。因此,若您的庄严之德全然甘愿降卑屈尊来见我们的卑微之躯,并向我们传达某些教言,无论您希望这场会面是有他人在场还是单独进行,我们都将顺从,因为我们已然在自身中立定心意,在爱中服侍您,并竭尽所能去奉行您的虔敬为了上帝的荣耀而向我们所吩咐的一切。至于那位极可尊敬的兄弟,我们并未强求他向我们口头陈述什么,因为先前他的言论亦未曾被行动所证实。
Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Ἐνέτυχον τοῖς γράμμασι τῆς σῆς ὁσιότητος, δι’ ὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέναξας.3 καὶ ὠδυράμεθα μὲν τὴν ἡμετέραν πατρίδα, ὅτι τοιούτων κακῶν μήτηρ ἐστὶ καὶ τροφός· ὠδυράμεθα δὲ καὶ τὴν γείτονα τῆς ἡμετέρας Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπολαύουσαν, καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. τοῦτο ἦν ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον), καὶ οἱ ἄρχοντές σου οὐκ ἀπὸ νυκτὸς ἐσθίουσιν, ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοιϲ ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι, ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ. Ἐγνωρίσθη δὲ καὶ τῇ ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται, μὴ πυρός, μὴ ὕδατος, μὴ σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. ἀρκοῦσα δὲ αὐτῷ στήλη, καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ.4 οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες· πάντως δέ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραώ, ἀλλʼ εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσιν οἴσει.
致亚历山大主教阿塔纳修斯。 我拜读了您的圣善所致的书信,在信中您为利比亚的长官——那个恶名昭彰之徒——发出了痛叹。我们哀悼我们自己的故土,因为它竟然成了这等恶疾之母与抚育者;我们亦哀悼作为我们近邻的利比亚,它正承受着我们之恶的恶果,并被交付给一个残暴与荒淫并存的男子的兽性脾性。这正是传道者的明智之语:“城啊,若你的王年少”(此处的境况甚至更为严峻),“你的君臣不在入夜后进食”,反而在正午公然荒淫,比牲畜更毫无理性地狂热于他人的婚配,你就有祸了!因此,那位公义审判者的皮鞭正等待着他,将以他率先施加于主的圣徒之上的同等尺度,如数奉还给他。 通过您的敬虔之德所致的书信,此事已昭告于我们的教会,所有人都会视他为可憎之徒,不与他共用火、水或住所——假若共同一致的谴责对如此顽梗之徒尚有任何效用的话。然而,在各处朗读这封书信本身,对于他而言就已是足够的不名誉之碑。因为我们将毫不间断地向他所有的亲眷、友人及外客展示这封信。无论如何,即便惩戒未能如对法老那样即刻临到他身上,但日后定会给他带来沉重而痛苦的报偿。
Τῇ Ἐκκλησίᾳ Παρνασσοῦ παραμυθητική Καὶ ἔθει ἑπόμενοι παλαιῷ ἐκ μακρᾶς τῆς ἀκολουθίας κεκρατηκότι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος, τὴν κατὰ Θεὸν ἀγάπην, ὑμῖν ἐπιδεικνύμενοι, διὰ τοῦ γράμματος τὴν εὐλάβειαν ὑμῶν ἐπισκεπτόμεθα, κοινωνοῦντες ὑμῖν τῆς τε ἐπὶ τῷ συμβάντι λύπης, καὶ τῆς φροντίδος τῶν ἐν χερσίν. ὑπὲρ μὲν οὖν τῶν λυπηρῶν τοσοῦτον λέγομεν, ὅτι καιρὸς ἡμῖν ἀποβλέψαι πρὸς τὰ τοῦ Ἀποστόλου παραγγέλματα, καὶ μὴ λυπεῖσθαι Ὡς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα· οὐ μὴν οὐδʼ ἀπαθῶς ἔχειν πρὸς τὸ συμβάν, ἀλλὰ τῆς μὲν ζημίας αἰσθάνεσθαι, ὑπὸ δὲ τῆς λύπης μὴ καταπίπτειν, τὸν μὲν ποιμένα τοῦ τέλους μακαρίζοντας, ὡς ἐν γήρᾳ πίονι τὴν ζωὴν καταλύσαντα, καὶ ταῖς μεγίσταις παρὰ τοῦ Κυρίου τιμαῖς ἐναναπαυσάμενον. Περὶ δὲ τῶν λοιπῶν ἐκεῖνα παραινεῖν ἔχομεν, ὅτι προσήκει, πᾶσαν ἀποθεμένους κατήφειαν, ἑαυτῶν γενέσθαι,5 καὶ πρὸς τὴν ἀναγκαίαν πρόνοιαν τῆς Ἐκκλησίας διαναστῆναι, ὅπως ἂν ὁ ἅγιος Θεὸς ἐπιμεληθείη τοῦ ἰδίου ποιμνίου, καὶ παράσχοιτο ὑμῖν ποιμένα κατὰ τὸ αὐτοῦ θέλημα, ποιμαίνοντα ὑμᾶς μετʼ ἐπιστήμης.
致帕尔纳索斯教会的慰问信。 我们遵循历经长久传承而确立的古老惯例,并向你们彰显那作为圣灵之果的、合乎上帝的爱,特此借书信探问你们的虔敬,与你们分担因所发生之事而生出的悲痛,以及对眼下事务的挂虑。关于令人悲伤之事,我们只说这些:当下正当是我们仰望使徒的训谕,不要“像其余没有指望的人一样”忧伤的时候;这绝非要对发生的事麻木不仁,而是说在感知损失的同时,不至被悲伤压垮,并因牧者的终局而称赞他为有福,因他在成熟的高龄了结了生命,安息于来自主的至高尊荣之中。 至于其余的事务,我们能给予的劝告如下:你们理当卸下一切沮丧,恢复清醒自主,为了教会必不可少的照料而重新振作,以便圣洁的上帝顾念祂自己的羊群,并按照祂的旨意赐予你们一位以真知牧养你们的牧者。
- 60μηδὲ γὰρ γένοιτό τι τοιοῦτο παθεῖν μηδέν
表示愿望的希求语气 γένοιτο 接不定式 παθεῖν,由 μηδέ 和 μηδέν 构成加强的双重否定。先行词 τι τοιοῦτο 由关系代词 ὅ 所引导的从句(ὅ με τῆς φύσεως ἐπιλαθέσθαι... ποιήσει)修饰。
- 60διότι οὔτε πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων
由 εἶχε 与完成时被动态分词 μεμαρτυρημένον 构成的迂说法结构(ἔχω + 分词),表达过去持续的状态(“其言论并未为行事所证实”)。
- 61δι’ ὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέναξας
复合动词 καταστενάζω(叹息、痛叹)支配表示感叹或愤慨对象的属格(τοῦ ἡγεμόνος... τοῦ δυσωνύμου ἀνδρός)。
- 61ἀρκοῦσα δὲ αὐτῷ στήλη, καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ
省略系词(如 ἔσται)的名词句。ἀρκοῦσα στήλη 为表语,αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα 为主语(“在各处朗读的书信本身对于他就是足够的耻辱之碑”)。στήλη 借指昭示罪行与羞辱的石柱。
- 62ἑαυτῶν γενέσθαι
接属格 ἑαυτῶν 的成语性表达,意为“做自己的主人”或“清醒自主、恢复自制”(compos sui fieri),敦促在丧失理智的悲恸中振作自持。
