← 该撒利亚的巴西流

书信集

§59

致叔父格列高利恳求和解

巴西尔打破沉默致信其叔父格列高利主教,恳求其止息长期的疏离隔阂,以宽宏与隐忍之德为教会和信众着想,亲自带头实现和解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59

Γρηγορίῳ θείῳ Ἐσιώπησα. μὴ καὶ ἀεὶ σιωπήσομαι,1 καὶ ἀνέξομαι ἐπὶ πλεῖον τὴν δυσφορωτάτην ζημίαν τῆς σιωπῆς κυρῶσαι κατʼ ἐμαυτοῦ μήτε αὐτὸς ἐπιστέλλων, μήτε ἀκούων προσφθεγγομένου; ἐγὼ μὲν γὰρ μέχρι τοῦ παρόντος ἐγκαρτερήσας τῷ σκυθρωπῷ τούτῳ δόγματι, ἡγοῦμαι πρέπειν κἀμοὶ τὰ τοῦ προφήτου λέγειν· ὅτι Ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἀεὶ μὲν ἐπιθυμῶν ἢ συντυχίας ἢ λόγων, ἀεὶ δὲ ἀποτυγχάνων διὰ τὰς ἁμαρτίας τὰς ἐμαυτοῦ. οὐ γὰρ δὴ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπινοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτιννύειν δίκας, ἐν τῷ χωρισμῷ τῆς ἀγάπης σου· εἰ δὴ καὶ ὀνομάζειν χωρισμὸν ὅσιον ἐπὶ σοῦ καὶ οὑτινοσοῦν τῶν τυχόντων, μὴ ὅτι γε ἡμῶν,2 οἷς ἐξ ἀρχῆς ἐν πατρὸς γέγονας χώρᾳ. Ἀλλʼ ἡ ἁμαρτία μου νῦν, οἷα νεφέλη βαθεῖά τις ἐπισχοῦσα, πάντων ἐκείνων ἄγνοιαν ἐνεποίησεν. ὅταν γὰρ ἀπίδω, πλὴν τοῦ ἐμοὶ λύπην τὸ γινόμενον φέρειν, μηδὲν ἕτερον ἐξ αὐτοῦ κατορθούμενον,3 πῶς οὐχὶ εἰκότως ταῖς ἐμαυτοῦ κακίαις ἀνατίθημι τὰ παρόντα; ἀλλʼ εἴτε ἁμαρτίαι τῶν συμβάντων αἰτίαι, τοῦτό μοι πέρας ἔστω τῶν δυσχερῶν· εἴτε τι οἰκονομούμενον ἦν, ἐξεπληρώθη πάντως τὸ σπουδαζόμενον. οὐ γὰρ ὀλίγος ὁ τῆς ζημίας χρόνος. διό, μηκέτι στέγων, πρῶτος ἔρρηξα φωνήν, παρακαλῶν ἡμῶν τε αὐτῶν ἀναμνησθῆναι καὶ σεαυτοῦ, ὃς πλέον ἢ κατὰ τὸ τῆς συγγενείας εἰκὸς παρὰ πάντα τὸν βίον τὴν κηδεμονίαν ἡμῶν ἐπεδείξω, καὶ τὴν πόλιν νῦν ἡμῶν ἕνεκεν ἀγαπᾷν, ἀλλὰ μὴ δι’ ἡμᾶς ἀλλοτριοῦν σαυτὸν τῆς πόλεως. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί, πλήρωσον ἡμῶν τὴν εὐχήν· ἐνταῦθα στῆσον τὰ κατηφῆ, ἀρχήν τινα δὸς τοῖς φαιδροτέροις πρὸς τὸ ἑξῆς, αὐτὸς τοῖς ἄλλοις καθηγούμενος ἐπὶ τὰ βέλτιστα, ἀλλʼ οὐχὶ ἀκολουθῶν ἑτέρῳ ἐφʼ ἃ μὴ δεῖ. καὶ γὰρ οὐδὲ σώματος χαρακτὴρ ἴδιος οὕτω τινὸς ἐνομίσθη, ὡς τῆς σῆς ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. πρέποι δʼ ἂν οὖν τῷ τοιούτῳ τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτόν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσί σοι, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ σοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι. καὶ γὰρ εἴ τι καὶ ἀντιτεῖνόν ἐστι νῦν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸ τὸ τῆς εἰρήνης ἀγαθὸν ἐπιγνώσεται. ἕως δʼ ἂν ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον συναύξεσθαι. ἔστι μὲν οὖν οὐδὲ ἐκείνοις πρέπον ἀμελεῖν ἡμῶν, πάντων δὲ πλέον τῇ τιμιότητί σου. καὶ γὰρ εἰ μὲν ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι. τοῦτο δὲ ἄνευ συντυχίας ἀμήχανον. εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; ταῦτα μὲν δὴ οὖν τὰ τῆς ἰδίας ἐμαυτοῦ δικαιολογίας προΐσχομαι. Ἃ δʼ ἂν ὑπὲρ ἑαυτῶν αἱ ἐκκλησίαι εἴποιεν, οὐκ εἰς καλὸν τῆς διαστάσεως ἡμῶν ἀπολαύουσαι, βέλτιον μὲν σιωπᾷν. οὐ γὰρ ἵνα λυπήσω τοῖς λόγοις κέχρημαι τούτοις, ἀλλʼ ἵνα παύσω τὰ λυπηρά. τὴν δὲ σὴν σύνεσιν πάντως οὐδὲν διαπέφευγεν· ἀλλὰ πολλῷ μείζω καὶ τελειότερα ὧν ἡμεῖς νοοῦμεν αὐτὸς ἂν ἐξεύροις τῇ διανοίᾳ, καὶ ἄλλοις εἴποις, ὅς γε καὶ εἶδες πρὸ ἡμῶν τὰς βλάβας τῶν ἐκκλησιῶν καὶ λυπῇ μᾶλλον ἡμῶν πάλαι δεδιδαγμένος παρὰ τοῦ Κυρίου μηδενὸς τῶν ἐλαχίστων καταφρονεῖν. νυνὶ δὲ ἡ βλάβη οὐκ εἰς ἕνα ἢ δεύτερον περιορίζεται, ἀλλὰ πόλεις ὅλαι καὶ δῆμοι τῶν ἡμετέρων παραπολαύουσι συμφορῶν. τὴν γὰρ ἐπὶ τῆς ὑπερορίας φήμην τί χρὴ καὶ λέγειν ὁποία τις ἔσται περὶ ἡμῶν; πρέπει οὖν ἂν4 τῇ σῇ μεγαλοψυχίᾳ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι’ ἀνεξικακίας νικῆσαι τὰ λυπηρά. τὸ μὲν γὰρ ἀμύνεσθαι παντός ἐστι τοῦ ὀργιζομένου,5 τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο δὴ μόνου σοῦ, καὶ εἴ τίς σοι τὴν ἀρετὴν παραπλήσιος. ἐκεῖνο δὲ οὐκ ἐρῶ, ὅτι ὁ ἡμῖν χαλεπαίνων εἰς τοὺς μηδὲν ἀδικήσαντας τὴν ὀργὴν ἐπαφίησιν. Εἴτε οὖν παρουσίᾳ, εἴτε γράμματι, εἴτε κλήσει τῇ πρὸς ἑαυτόν, εἴτε ᾧπερ ἂν ἐθέλοις τρόπῳ, παραμύθησαι ἡμῶν τὴν ψυχήν. ἡμῖν μὲν γὰρ εὐχὴ ἐπὶ τῆς Ἐκκλησίας φανῆναι τὴν θεοσέβειάν σου, καὶ ἡμᾶς τε ὁμοῦ καὶ τὸν λαὸν θεραπεῦσαι αὐτῇ τε τῇ ὄψει καὶ τοῖς λόγοις τῆς χάριτός σου. ἐὰν μὲν οὖν τοῦτο ᾖ δυνατόν, τοῦτο κράτιστον· ἐὰν δέ τι ἕτερον δόξῃ, κἀκεῖνο δεξόμεθα. μόνον παγίως γνωρίσαι ἡμῖν τὸ παριστάμενον τῇ φρονήσει σου παρακλήθητι.

致叔父格列高利。 我一直保持沉默。难道我也要永远沉默下去,进而忍受把这种极其沉重的沉默之罚坐实于自身,既不亲自修书,亦听不到您的致意?因为至今我一直坚忍于这阴郁的决断,我认为自己也应当引用先知的话说:“我像产妇一样忍耐”,始终渴望相聚或言谈,却因我自身的罪孽而始终落空。因为对于眼前发生的事,我委实想不出其他任何原因,只能确信在与您的爱相隔绝中,我正在偿清宿罪的刑罚;如果说在您与任何一个普通人之间提及“隔绝”尚且不合虔敬的话,更何况是在与从一开始就视您如父的我们之间呢。 然而如今我的罪孽犹如一团浓云覆盖下来,使这一切都被遗忘。因为当我放眼看去,除了给我带来痛苦之外,眼前发生的事没有带来任何其他成效,我又怎能不理所当然地将当下的局势归咎于我自身的恶劣呢?但是,无论发生之事的原因在于罪孽,愿这成为我苦难的终点;抑或其中包含着某种经纶安排,所追求的目标也已然完全达到。因为蒙受损失的时间并不算短。因此,我再也无法忍受,便率先打破沉默发声,恳求您念及我们自身,也念及您自己——您毕生对我们的照料远超出于亲属之情的常理——如今也请为了我们的缘故而爱这座城市,切莫因我们的缘故而使自己与这座城市疏离。 所以,如果在基督里有任何劝勉,如果有任何圣灵的交通,如果有任何心肠和怜悯,请成全我们的祈求:在此止息暗淡的局面,为今后开启更加喜乐的新端;由您自己引领他人走向至善,而非随从他人走上不合宜之事。因为世上从未有任何人的身体特征,被认为像您灵魂的和平与温厚那般属于其自身。这样的人理当将他人吸引到自己身边,并使所有接近您的人都浸染您品格的纯良,正如浸染馨香的膏油一般。即使眼下仍有某种抗拒,但稍后它自己也会认识到和平之善。然而,只要因隔阂而使谗言留有余地,猜疑就必然会一同愈演愈烈。他们固然不应忽视我们,但您的尊贵之躯更不应当如此。因为若我们犯了某种过错,通过受劝诫我们便会变好;但这若无会面便无法实现。而若我们并未行不义之事,我们又是因何而被憎恨呢?以上这些便是我为自身辩护所提出的陈词。 至于各教会在我们这毫无益处的隔阂中为自身所要陈述的,还是保持沉默为好。因为我使用这些话语并非为了令人痛苦,而是为了止息令人痛苦之事。无论如何,您的明察洞见绝无遗漏;不仅如此,您定能在意念中发现并向他人讲述远比我们所能领会的更加宏大和纯全的道理,因为您甚至在我们之前就已看到了各教会受到的损害,并且比我们更感伤痛,因您早已从主领受教导,绝不可轻看任何至微小者。然而如今,损害不仅局限于一二人,整座整座的城邑和民众都在蒙受我们不幸的波及。至于在境外关于我们会有怎样的传闻,又何须多言?因此,与您的宽宏气度相称的,应当是将争强好胜让与他人——甚或若有可能,也将其从他们的灵魂中除去——而您自己则以隐忍克制来战胜令人痛苦之事。因为实施报复是凡动怒之人皆可为之的,但超乎愤怒本身之上,却唯独属于您,以及任何在德行上与您相仿之人。至于对我们怀恨之人竟将怒火发泄于未行任何不义之人身上,我便不再多言了。 因此,无论您是亲自莅临,或是致以书信,或是召我们前往您那里,抑或以任何您所愿的方式,请抚慰我们的心灵。因为我们的祈求是您的虔敬能显现在教会之中,以您亲临的容颜和恩典的话语同时医治我们与会众。若这能够实现,自是至善;若另有定夺,我们亦将顺从。唯恳请您切切向我们告知您的明哲所赞同的抉择。

语法注5 条
  1. 59μὴ καὶ ἀεὶ σιωπήσομαι

    由 μή 引领接将来时直陈式(或作虚拟式)的反问句,带有担忧或否定的语气:“难道我也要永远沉默下去吗?”其后的 καὶ ἀνέξομαι... 承接同一疑问构式。

  2. 59μὴ ὅτι γε ἡμῶν

    成语性省略表达 μὴ ὅτι(相当于 μὴ [λέγω] ὅτι),意为“更不必说”、“何况”。与前文的“任何一个普通人”(οὑτινοσοῦν τῶν τυχόντων)形成对比,强化其对于向来视其如父的作者而言更不可能存在隔阂。

  3. 59πλὴν τοῦ ἐμοὶ λύπην τὸ γινόμενον φέρειν, μηδὲν ἕτερον ἐξ αὐτοῦ κατορθούμενον

    介词短语 πλὴν τοῦ... φέρειν(“除了眼前发生的事带给我痛苦之外”,其中 τὸ γινόμενον 为带冠词不定式的宾格主语)为插入成分,其后的宾格加分词结构 μηδὲν ἕτερον... κατορθούμενον(“从中并未达成任何其他成效”)则是前文动词 ἀπίδω 的宾语及补充性分词。

  4. 59πρέπει οὖν ἂν

    现在直陈式 πρέπει 附带语气小词 ἄν。在古典句法中表达委婉断言通常用祈愿式(πρέποι ἄν,在手抄本中亦有此异读),此处非人称动词与 ἄν 连用,表达缓和而温和的劝告:“因此……自当是相称的”。

  5. 59παντός ἐστι τοῦ ὀργιζομένου

    由系动词 ἐστί 与分词属格构成的“特征/属性属格”(述语属格),意为“属于凡动怒之人的常态”或“凡动怒之人皆可为之”,并与后文的述语属格 μόνου σοῦ(“唯独属于您”)形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:59