- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者向奈克塔里乌表达了对其年轻幼子夭折之痛的深切哀悼,并寄予慰勉之辞。他劝勉奈克塔里乌凭借清醒的理性与基督徒的盼望,信靠天主深奥的经纶安排,效法约伯隐忍的模範,坚信来日必得重聚以克服悲痛。
Νεκταρίῳ παραμυθητική Οὔπω εἶχον τρίτην ἢ τετάρτην ἡμέραν πληγεὶς1 ἐπὶ τῇ ἀκοῇ τοῦ ἀφορήτου πάθους καὶ ἔτι ἀμφίβολος ὢν διὰ τὸ μηδὲ σαφῶς δυνηθῆναι ἡμῖν τῶν ἀνιαρῶν τὸν μηνυτὴν τὸ συμβὰν διηγήσασθαι, καὶ τῷ ἀπεύχεσθαι ἀληθῆ εἶναι δυσπαραδέκτως ἔχων2 πρὸς τὰ θρυλλούμενα, ἐδεξάμην γράμμα τοῦ ἐπισκόπου ἀκριβῶς σημαῖνον τὴν ἀπευκτὴν ἀγγελίαν. ἐφʼ ᾧ ὅσον μὲν ἐστέναξα καὶ ὅσον ἀφῆκα δάκρυον, τί χρὴ καὶ λέγειν; καὶ γὰρ τίς οὕτω λίθινος τὴν καρδίαν ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν ἢ μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχή, ἔρεισμα γένους, πατρίδος ἐλπίς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφέν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὤν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται. ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὥστε οὐδὲν μέγα, εἰ καὶ ἡμῶν διὰ βάθους ἥψατο τὸ κακόν, ὁλοκλήρως ἐξ ἀρχῆς προσπεφυκότων ὑμῖν καὶ τάς τε εὐφροσύνας ὑμῶν καὶ τὰς λύπας ἰδίας ἑαυτῶν ποιουμένων. καίτοιγε ἐδόκει, τόν γε μέχρι τοῦ παρόντος χρόνον, ὀλίγα εἶναι τὰ λυποῦντα ὑμᾶς, ἐν τοῖς πλείστοις δὲ κατὰ ῥοῦν ὑμῖν τὰ πράγματα φέρεσθαι· ἀλλʼ ἀθρόως, βασκανίᾳ δαίμονος, πᾶσα ἐκείνη τοῦ οἴκου ἡ εὐθηνία καὶ τῶν ψυχῶν ἡ φαιδρότης ἠφάνισται, καὶ ἐγενόμεθα τῷ βίῳ διήγημα σκυθρωπόν. ἐὰν μὲν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει ἡμῖν ὁ χρόνος τοῦ βίου· πάντες δὲ ἄνθρωποι μεθʼ ἡμῶν στένοντες παρισῶσαι τῷ πάθει τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει. Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὃ ἐναπέθετο ἐν ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν· τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων καὶ ὑποβάλλειν ἡμῖν ἅ τε εἴδομεν, ἅ τε ἠκούσαμεν, ὅτι γέμει ὁ βίος τῶν τοιούτων παθῶν, καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστὶ τὰ ὑποδείγματα, καὶ ἐπὶ πᾶσιν, ὅτι πρόσταγμα Θεοῦ ἐστὶ τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ ἀθλοθέτῃ στέφανοι δόξης ἀπόκεινται· ἐὰν ἐπιτρέψωμεν3 τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν. διὸ παρακαλῶ σε ὡς γενναῖον ἀγωνιστὴν στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν, ἐκεῖνο πεπεισμένον,4 ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀποδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκατάληπτος, δι’ ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται. Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν καὶ μὴ δυσχεραίνειν, μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. οὐκ ἀπεστερήθημεν τοῦ παιδός, ἀλλʼ ἀπεδώκαμεν τῷ χρήσαντι· οὐδὲ ἠφανίσθη αὐτοῦ ἡ ζωή, ἀλλʼ ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλυσεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται, πάντας δὲ ἓν ὑποδέξεται τέλος. εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν προκατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευσόμεθα καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. μόνον γένοιτο ἡμᾶς δι’ ἀρετῆς τῇ καθαρότητι ἐκείνου ὁμοιωθῆναι, ἵνα διὰ τὸ ἄδολον τοῦ ἤθους τῆς αὐτῆς τοῖς ἐν Χριστῷ νηπίοις ἀναπαύσεως ἐπιτύχωμεν.
致奈克塔里乌的慰问信 我听闻那不堪承受的灾变受到重击,尚未过得三四日,又因传报这一悲信之人甚至未能向我们说清究竟发生了何事,我心中尚将信将疑;兼之因祈愿此非实情,对于四下流传的传闻甚难采信。正在此时,我收到了主教的信函,确凿地传达了这一不愿听闻的讣告。见此,我发出了怎样的呻吟,流下了怎样的眼泪,又何须多言?盖因有谁能心肠如顽石,或完全脱离人性,竟能对发生的一切无动于衷,或灵魂仅为微末的悲苦所动? 一个显赫家族的继承人、宗族的支柱、祖国的希望、在无数祈祷中抚育长大的虔诚双亲之苗裔,正值青春华茂之时,竟从父亲的双臂之中被夺走,溘然长逝。凡此种种,岂有任何金刚石般的心肠不足以被融化、不足以被引向同悲?因此,若这灾难深深刺痛了我们,原不足为奇,盖因我们自始至终全心依系于你们,将你们的喜乐与悲哀皆视为己出。然而直至目下之时,使你们忧患之事似乎尚微,而事务大多顺流如意;可骤然之间,因恶魔的嫉恨,这家族昔日一切的兴旺富庶与灵魂的明朗欢欣尽皆泯灭,而我们竟成了世人眼中凄惨的故事。是故,我们若要对所罹之事悲号痛哭,终我们一生的岁月亦嫌不足;即便全人类与我们一同悲叹,亦无法使哀痛比拟这苦难之深;纵令滔滔江河之流尽化为眼泪,亦不足以倾尽对这灾变的哀悼。 然而,倘若我们愿意在此时调动起天主深植于我们心中的恩赐——我指的是那审慎清醒的理性,它在顺境中懂得为我们的灵魂设下节制,在幽暗的境遇中又能唤起我们对人生凡俗本质的记忆,向我们提点亲眼所见与亲耳所闻之事:即人生充满诸如此类的苦痛,人类的不幸事例俯拾皆是;尤其是,因着复活的希望,不为安息者悲伤乃是天主对信靠基督之人的诫命,且在竞技裁判者那里,为巨大的隐忍存留着巨大的荣耀冠冕——如果我们容许这理性向我们咏诵这些真理,我们或许能为这灾祸找到某种温和的释怀。因此,我劝勉你作为高贵的竞技勇士,直面这重击之浩大,切莫屈从于悲痛之重负,亦莫让灵魂被其吞噬,并深信此理:即便天主经纶安排的道理逃过了我们的洞察,但凡出于那位明智且爱我们者所安排的事,纵使痛苦难耐,亦断然是应当接受的。盖因祂自身深知如何为每人安排有益之事,又为何为我们的生命设下参差不齐的界限。原有一种世人不可索解的缘由,令一些人更快地从尘世被引走,而令另一些人留下来在这充满痛苦的生命中承受更多的磨难。 故此,我们在一切事上都当崇敬祂的仁慈而不当怨尤,谨记那位伟大的竞技勇士约伯所高声发出的伟大而传颂的言辞——他在片刻之间目睹了十个儿女在一席之上尽遭摧折,却说道:“上主赏赐,上主收回;上主怎样以为好,事就这样成了。”让我们将这令人惊叹之举化为己有吧;公正的裁判者必将同等的赏报赐予展现同等英勇作为之人。我们并未丧失孩子,而是将他归还了出借者;他的生命并未化为乌有,而是转变成了更美好的状态;大地并未埋葬我们所爱之人,而是天堂接纳了他。让我们稍作等待,便将与所思慕的人同在一处。分别的时间亦非漫长,因为众人在这一生中,仿佛在行旅途中,皆向着同一客栈奔赴;在那客栈中,一人已先歇宿,另一人适才抵达,又一人正匆匆赶路,而同一种归宿将接纳所有人。因为纵使他更快地走完了旅程并先歇了脚,我们众人亦将行走同一条路,同一种居所亦等候着我们所有人。但愿我们能藉着德性肖似他的纯洁,以便凭着纯良无诡的品格,得以获享那与基督里的婴孩同等的安歇。
- 5Οὔπω εἶχον τρίτην ἢ τετάρτην ἡμέραν πληγεὶς
动词 ἔχω 与表示时间的宾格(τρίτην ἢ τετάρτην ἡμέραν)以及主语一致的分词(πληγείς)连用,构成习惯性时间句式,字面意为“我遭受打击后尚未度过三四日”,即“自遭受沉重打击以来还不到三四天”。
- 5τῷ ἀπεύχεσθαι ἀληθῆ εἶναι δυσπαραδέκτως ἔχων
带冠词不定式的与格 τῷ ἀπεύχεσθαι 作原因状语,意为“因为祈愿那不是真的”,修饰后方的动词短语 δυσπαραδέκτως ἔχων πρὸς τὰ θρυλλούμενα(“对四下流传的传闻难以采信”)。
- 5Ἐὰν μέντοι θελήσωμεν ... ἐὰν ἐπιτρέψωμεν
长条件句的复收结构(破格与复述)。起首的条件分句 Ἐὰν μέντοι θελήσωμεν ... προενεγκεῖν 因对宾语 τὸ τοῦ Θεοῦ δῶρον 的长篇同位语阐释(τὸν λογισμὸν λέγω ...)及一连串 ὅτι 宾语从句的插入而发生停顿,随后以 ἐὰν ἐπιτρέψωμεν 重新拾起条件,最终引出主句的结论部 τάχα ἂν εὕροιμεν。
- 5ἐκεῖνο πεπεισμένον
阳性宾格单数的完成时中动/被动分词,修饰 παρακαλῶ 的宾语代词 σε。该分词在此处具有主动意义(“深信……”),支配代词宾格 ἐκεῖνο,用以预先指代随后 ὅτι 从句展开的内容。
