← 该撒利亚的巴西流

书信集

§57-58

致梅勒提乌的问候与对胞弟伪造信函的斥责

巴西尔向安提阿主教梅勒提乌表达了其书信所带来的慰藉及渴望亲晤之情,随后严厉斥责其弟格列高利三次假托叔父主教之名伪造信件的轻率行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57

Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας. Εἴ πως ἐγένετο φανερὸν τῇ θεοσεβείᾳ σου τῆς εὐφροσύνης τὸ μέγεθος, ἣν ἐμποιεῖς ἡμῖν ὁσάκις ἂν ἐπιστέλλῃς, οἶδα ὅτι οὐκ ἄν ποτε παραπεσοῦσαν γραμμάτων πρόφασιν ὑπερέβης· ἀλλὰ καὶ ἐπενόησας ἂν πολλὰς ἡμῖν ποιεῖν ἑκάστοτε τὰς ἐπιστολάς, γνωρίζων τὸν ἐπὶ τῇ ἀναπαύσει τῶν θλιβομένων παρὰ τοῦ φιλανθρώπου Δεσπότου μισθὸν ἀποκείμενον. πάντα γὰρ ὀδύνης τὰ τῇδε πεπλήρωται, καὶ μόνη ἡμῖν ἐστιν ἀποστροφὴ τῶν δεινῶν ἡ τῆς σῆς ὁσιότητος ἔννοια· ἣν ἐναργεστέραν ἡμῖν ἐμποιεῖ ἡ διὰ τῶν πάσης σοφίας καὶ χάριτος πεπληρωμένων γραμμάτων σου ὁμιλία. ὥστε ὅταν λάβωμεν εἰς χεῖρας τὴν ἐπιστολήν σου, πρῶτον μὲν τὸ μέτρον αὐτῆς ἐπισκοποῦμεν, καὶ τοσοῦτον αὐτὴν ἀγαπῶμεν, ὅσῳπερ ἂν περισσεύῃ τῷ πλήθει. ἔπειτα διεξίοντες, τῷ μὲν ἀεὶ προστυγχάνοντι τοῦ λόγου χαίρομεν, τῷ τέλει δὲ τῆς ἐπιστολῆς προσεγγίζοντες, δυσχεραίνομεν. οὕτω πᾶν ὅτιπερ ἂν εἴπῃς τοῖς γράμμασιν ἔνεστιν ἀγαθόν. ἀπὸ γὰρ ἀγαθῆς καρδίας ἀγαθόν ἐστι τὸ περισσεῦον. Εἰ δὲ καταξιωθείημεν ταῖς σαῖς προσευχαῖς, ἕως ἐσμὲν ἐπὶ γῆς, καὶ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, καὶ παρʼ αὐτῆς τῆς ζώσης φωνῆς λαβεῖν ὠφέλιμα διδάγματα, ἢ ἐφόδια πρός τε τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα, τοῦτο ἂν μέγιστον τῶν ἀγαθῶν ἐκρίναμεν, καὶ προοίμιον τῆς παρὰ Θεοῦ εὐμενείας ἑαυτοῖς ἐτιθέμεθα. καὶ ἤδη γε τῆς ὁρμῆς εἰχόμεθα ταύτης, εἰ μὴ οἱ γνησιώτατοι καὶ τὰ πάντα φιλάδελφοι ἀδελφοὶ ἐπέσχον ἡμᾶς,1 ὧν ἵνα μὴ γράμμασι δημοσιεύσω τὴν προαίρεσιν, διηγησάμην τῷ ἀδελφῷ Θεοφράστῳ τῇ σῇ τελειότητι τὰ καθʼ ἕκαστον ἀπαγγεῖλαι.

致安提阿主教梅勒提乌。 若在任何程度上,你每次致信时在我们心中所激起的那份喜乐之大,已向你的虔敬显明,我深知你绝不会放过任何偶得的通信机会;相反,鉴于你明晓仁慈的主为抚慰患难之人所积存的奖赏,你甚至会在每个契机都设法为我们多作书信。因为此地的一切皆充斥着痛苦,而面对种种可怕的灾祸,我们唯一的避难所就是对你圣洁之德的思念;而通过你那满载一切智慧与恩典的书信所进行的交谈,更使这一思念在我们心中愈发清晰鲜明。因此,每当我们把你的信函接到手中,我们首先打量它的篇幅,篇幅越是充裕冗长,我们便越加喜爱它;接着在通读之时,我们因每一处映入眼帘的言辞而欢喜,而当临近信末时,便觉惆怅不舍。你在信中所说的一切无不尽善尽美;因为从善心之中溢流而出的,必然是善物。 若在你的祈祷之下,趁我们尚在世间之时,我们蒙恩得以亲眼会晤,并从那活生生的声音本身领受有益的教诲,或是通向今世与来世的资粮,我们定会将此视为至高之善,并将之当作神施恩于我们的开端。事实上,若非那些至为诚挚、凡事满怀弟兄之爱的弟兄们拦阻了我们,我们早已付诸这一冲动了;为了不在信中公开他们的意图,我已向德奥弗拉斯托斯弟兄陈述,由他向你的纯全巨细靡遗地回禀。

§58

Γρηγορίῳ ἀδελφῷ. Πῶς ἄν σοι διὰ γραμμάτων μαχεσθείην; πῶς δʼ ἂν ἀξίως σου καθαψαίμην τῆς περὶ πάντα χρηστότητος;2 τρίτον τίς, εἰπέ μοι, τοῖς αὐτοῖς περιπίπτει δικτύοις; τρίτον τίς τῇ αὐτῇ περιπίπτει πάγῃ; οὐδʼ ἂν τῶν ἀλόγων τι τοῦτο ῥᾳδίως πάθοι. μίαν μοι συμπλάσας ἐπιστολὴν ἐκόμισας, ὡς παρὰ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου καὶ κοινοῦ θείου ἡμῶν, ἀπατῶν με οὐκ οἶδα ἀνθʼ ὅτου. ἐδεξάμην ὡς παρʼ ἐπισκόπου διὰ σοῦ κομισθεῖσαν. τί γὰρ οὐκ ἔμελλον; ἐπέδειξα πολλοῖς τῶν φίλων ὑπὸ περιχαρείας, ηὐχαρίστησα τῷ Θεῷ. ἠλέγχθη τὸ πλάσμα, αὐτοῦ τοῦ ἐπισκόπου διὰ τῆς ἰδίας φωνῆς ἀρνησαμένου. κατῃσχύνθημεν ἐπʼ ἐκείνῃ· ηὐξάμεθα ἡμῖν διαστῆναι τὴν γῆν, ῥᾳδιουργίας καὶ ψεύδους καὶ ἀπάτης ὀνείδει περιβληθέντες. δευτέραν πάλιν ἀπέδωκάν μοι, ὡς διὰ τοῦ οἰκέτου σου Ἀστερίου παρʼ αὐτοῦ τοῦ ἐπισκόπου μοι ἀποσταλεῖσαν. οὐδὲ ἐκείνην ἀληθῶς αὐτὸς ὁ ἐπίσκοπος διεπέμψατο, ὡς ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἄνθιμος ἡμῖν ἀπήγγειλε. τρίτην πάλιν Ἀδαμάντιος ἧκε πρὸς ἡμᾶς κομίζων. πῶς ἔδει με δέξασθαι τὰ διὰ σοῦ καὶ τῶν σῶν πεμπόμενα; ηὐξάμην ἂν λίθου καρδίαν ἔχειν, ὥστε μήτε τῶν παρελθόντων μεμνῆσθαι μήτε τῶν παρόντων αἰσθάνεσθαι, ὑπὲρ τοῦ πᾶσαν πληγὴν εἰς γῆν κεκυφὼς φέρειν ὡς τὰ βοσκήματα. ἀλλὰ τί πάθω πρὸς τὸν ἐμαυτοῦ λογισμόν,3 μετὰ μίαν καὶ δευτέραν πεῖραν, οὐδὲν δυνάμενον ἀνεξετάστως προσίεσθαι; Ταῦτα τῆς σῆς ἁπλότητος καθαπτόμενος ἔγραψα, ἣν οὐδʼ ἄλλως πρέπουσαν Χριστιανοῖς, τῷ παρόντι καιρῷ ὁρῶ μὴ ἁρμόζουσαν, ἵνα πρὸς γοῦν τὸ ἐφεξῆς ἑαυτόν τε φυλάττοις κἀμοῦ φείδῃ· ἐπειδή, δεῖ γάρ με πρὸς σὲ μετὰ παῤῥησίας εἰπεῖν, ἀναξιόπιστος εἶ τῶν τοιούτων διάκονος· πλὴν οἵτινες ἂν ὦσιν οἱ ἐπεσταλκότες, ἀπεκρινάμεθα αὐτοῖς τὰ εἰκότα. εἴτε οὖν αὐτὸς ἀπόπειράν μοι καθιείς, εἴτε τῷ ὄντι παρὰ τῶν ἐπισκόπων λαβὼν τὴν ἐπιστολὴν ἔπεμψας, ἔχεις τὰς ἀποκρίσεις. σὲ δὲ ἄλλα εἰκὸς ἦν ἐν τῷ παρόντι φροντίζειν, ἀδελφόν τε ὄντα καὶ μήπω τῆς φύσεως ἐπιλελησμένον, μηδὲ ἐν ἐχθροῦ μοίρᾳ ἡμᾶς ὁρῶντα, ἐπειδὴ εἰς βίον παρήλθομεν συντρίβοντα μὲν ἡμῶν τὸ σῶμα, κακοῦντα δὲ καὶ τὴν ψυχὴν τῷ ὑπερβαίνειν τὴν ἡμετέραν δύναμιν. ἀλλʼ ὅμως, ἐπειδὴ οὕτως ἐκπεπολέμωσαι, τούτου ἕνεκεν παρεῖναί σε δεῖ νῦν καὶ κοινωνεῖν τῶν πραγμάτων. Ἀδελφοὶ γάρ, φησίν, ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι. Εἰ δὲ τῷ ὄντι συντυχίαν ἡμετέραν καταδέχονται οἱ αἰδεσιμώτατοι ἐπίσκοποι, καὶ τόπον ἡμῖν ὡρισμένον καὶ καιρὸν γνωρισάτωσαν, καὶ δι’ ἰδίων ἡμᾶς ἀνθρώπων μεταστειλάσθωσαν. ὥσπερ γὰρ πρὸς τὸ ἀπαντῆσαι αὐτὸς πρὸς τὸν ἐμαυτοῦ θεῖον οὐκ ἀπαξιῶ, οὕτως ἐὰν μὴ μετὰ τοῦ πρέποντος σχήματος ἡ κλῆσις γένηται, οὐκ ἀνέξομαι.

致弟兄格列高利。 我怎能通过书信与你争辩呢?我又怎能配当地责备你在一切事上的良善呢?告诉我,有谁会三次落入同一张罗网?有谁会三次跌入同一个陷阱?哪怕是无理性的牲畜,也不会这般轻易遭此厄运。你伪造了一封信带给我,假托是出自那位极受尊敬的主教、也是我们共同的叔父,我不知你究竟为何要欺骗我。我以为那是经由你带来的主教信函而收下了它——我怎能不收呢?我在极度欢喜之下将信展示给许多朋友看,并向神感恩。但这伪作被揭穿了,主教亲自用他自己的声音否认了它。我们因此蒙受羞辱;在被无耻、虚妄和欺诈的污名所笼罩时,我们恨不得大地裂开将我们吞没。接着,又有人交给我第二封信,假称是通过你的仆人阿斯泰里奥斯由主教亲自寄给我的。然而,正如极受尊敬的弟兄安提莫斯向我们报告的那样,连那一封也不是主教本人真正发出的。如今阿达曼蒂奥斯又带着第三封信来到我们这里。经由你和你的人所送来的东西,叫我如何能接受呢?我真恨不得有一颗顽石之心,既不记念过去,亦不觉察现在,以便如牲畜般低头俯向大地去承受每一击。但是,在经历了一次又一次的教训之后,对于这再也无法不加查验就盲从任何事物的自身理智,我究竟该拿它怎么办呢? 我写下这些是为了责备你的天真,这种天真不仅在任何情况下都不适合基督徒,在我看来更完全不合于眼下的时局;这至少能让你在今后谨言慎行,并免我受累。因为——我不得不坦率地对你说——你在担任此类差役上是不可靠的。然而,无论寄信人是谁,我们都已给予了他们恰当的回复。因此,无论这是你亲自设局对我进行试探,还是当真从主教们那里领受了信函而送来,你都已经得到了答复。但在眼下,身为弟兄、尚未忘却天伦之情、亦未将我们视如仇敌的你,本应挂虑其他事情,因为我们已然步入了一种劳碌的生活,它摧残着我们的肉体,更以超越我们力量的重负折磨着我们的灵魂。然而,既然你已这般与我们为敌,正因如此,你现在更应当亲临此地,共担事务。因为〔经上〕说:“弟兄在急难中应当有用。” 若各位极受尊敬的主教果真接纳与我们的会面,就请他们向我们告知确定的地点和时间,并差遣他们自己的人来传召我们。正如我自己并不自矜而不愿前往迎见自己的叔父那样,但若这召请并非依照应有的体统进行,我也绝不容忍。

语法注3 条
  1. 57καὶ ἤδη γε τῆς ὁρμῆς εἰχόμεθα ταύτης, εἰ μὴ οἱ γνησιώτατοι καὶ τὰ πάντα φιλάδελφοι ἀδελφοὶ ἐπέσχον ἡμᾶς

    主句谓语 εἰχόμεθα 为未加 ἄν 的未完成过去直陈语气,表示某一行动本已箭在弦上、行将展开(在非真实条件句中省略 ἄν 以凸显行动之紧迫与几乎成真),后接 εἰ μὴ ... ἐπέσχον(不定过去直陈语气)构成的反事实条件从句(“若非……阻止了我们”)。

  2. 58τῆς περὶ πάντα χρηστότητος

    由中动异态动词 καθάπτομαι(意为“触及”,引申为“责难、指摘”)所支配的属格补足语。此处针对格列高利在各方面的“善良/敦厚”,在严厉的责备语境中带有鲜明的反讽意味。

  3. 58τί πάθω πρὸς τὸν ἐμαυτοῦ λογισμόν

    习惯性疑问熟语。τί πάθω 是表达进退两难或困惑的审议性不定过去虚拟语气(第一人称单数,“我该怎么办/我能如何呢”),与 πρός + 宾格搭配,意为“面对我自己的理智,我究竟该如何是好”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:57-58