- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:55-56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第55封信中,作者责令长老帕雷戈里奥遵照尼西亚公会议教规将同居妇人遣往修道院以避免绊倒信众,并警告违者将被停职与绝罚。在第56封信中,作者向佩尔加米奥解释回信延误乃因忙碌与健忘而非傲慢轻友,并温和地劝解对方过重的指责。
Παρηγορίῳ πρεσβυτέρῳ. Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσης μακροθυμίας, καὶ ἐθαύμασα πῶς δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. οὔτε πρῶτοι, οὔτε μόνοι, Παρηγόριε, ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. ἀλλʼ ἀνάγνωθι τὸν ἐξενεχθέντα κανόνα παρὰ τῶν ἁγίων πατέρων ἡμῶν τῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι.1 ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικὸς διαγωγῆς. ὡς ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθʼ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει, ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ἃ ὡρίσαμεν, ἀλλʼ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον, ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρχει. τούτου ἕνεκεν προσετάξαμεν ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων πατέρων χωρισθῆναί σε τοῦ γυναίου. Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; τί χωρεπισκόπῳ, καὶ παλαιᾶς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι; ἀλλʼ οὐχὶ σεαυτῷ μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; ἔκβαλλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου, καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. ἔστω ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπʼ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς βλασφημῆται. ἕως δʼ ἂν ταῦτα ποιῇς, αἱ μυριάδες, ἅσπερ συγγράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ ἀργίας. ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.
致长老帕雷戈里奥。 我怀着极大的忍耐阅读了你的来信;我深感惊异的是,你本可以通过实际行动简捷而轻易地向我们作出申辩,却甘愿固执于被控告之事,并试图用冗长的言辞来医治无可救药之事。帕雷戈里奥,规定妇女不得与男子同居的,我们既非首创,也非唯一之人。请去阅读我们尼西亚公会议上的圣教父们所制定的教规,那教规明确禁止容留同居女。独身的崇高正在于此,即在于脱离与妇女同处的生活。因此,如果有人口头上宣称独身,行为上却行与妇女同居者所行之事,显而易见,他只是在名义上追求贞洁的崇高,而在行为上并未远离有失检点的享乐。 因此,你越是说自己摆脱了一切肉体的情欲,就越应当轻易地顺从我们的要求。因为我既不相信一个年届七旬的人是怀着情欲与妇女同居,我们作出此项裁决,也绝非因为发生了什么不堪之举,而是因为我们受使徒教导,不可给弟兄设立绊脚石或跌人之物。我们深知,在某些人身上出于纯洁所行的事,对其他人而言却成了犯罪的契机。为此,我们遵照圣教父的谕令,命令你同那妇人分开。 那你为何还要归咎于乡间主教,并重提旧怨呢?为何指责他们耳朵偏软、易纳谗言,而不归咎于你自己——不肯割舍同那妇人的往来?因此,当将她从你家中驱逐出去,安置在女修道院中。让她与童女们同在,而你则由男子来服事,免得神的名因你们的缘故受到亵渎。只要你依然如此行,你在信中所写下的万千言语都对你毫无益处;相反,你将在停职中度过余生,并要为你自己的渎职向主交账。但若你未经纠正,竟敢继续把持司祭之职,你必将成为全民众所咒诅的,凡接纳你的人在全教会中也将被逐出教门。
Περγαμίῳ. εἰμὶ μὲν φύσει εὔκολος πρὸς τὴν λήθην, ἐπεγένετο δέ μοι καὶ τὸ τῶν ἀσχολιῶν πλῆθος, ἐπιτεῖνον τὴν ἐκ φύσεως ἀῤῥωστίαν. ὥστε εἰ καὶ μὴ μέμνημαι δεξάμενος γράμματα τῆς εὐγενείας σου, πείθομαι ἐπεσταλκέναι σε ἡμῖν, οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε.2 τοῦ δὲ μὴ ἀντιφθέγξασθαι οὐκ ἐγὼ αἴτιος, ἀλλʼ ὁ μὴ ἀπαιτήσας τὰς ἀποκρίσεις. νυνὶ δὲ ἥκει σοι τὰ γράμματα ταῦτα, ὑπέρ τε τῶν φθασάντων ἀπολογίαν πληροῦντα καὶ ἀρχὴν διδόντα προσηγορίας δευτέρας. ὥστε ἐπειδὰν ἐπιστέλλῃς ἡμῖν, μὴ ὡς ἄρξας δευτέρας περιόδου γραμμάτων διανοοῦ, ἀλλʼ ὡς ἀποπληρώσας ἐπὶ τοῖς παροῦσι τὰ ὀφειλόμενα. καὶ γὰρ εἰ καὶ ἀντίδοσις προαγόντων ἐστὶ τὰ ἡμέτερα, ἀλλὰ τῷ πλέον ἢ διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον3 ἑκατέραν τὴν τάξιν ἀποπληρώσει. ὁρᾷς ὁποῖα σοφίζεσθαι ἡμᾶς ἡ ἀργία καταναγκάζει; Σὺ δὲ παῦσαι, ὦ ἄριστε, ἐπάγων ἐν μικροῖς ῥήμασι μεγάλας αἰτίας, οὐμενοῦν ἐχούσας ὑπερβολὴν εἰς κακίαν. λήθη γὰρ φίλων, καὶ ὑπεροψία ἐκ δυναστείας ἐγγινομένη, πάντα ἔχει ὁμοῦ τὰ δεινά. εἴτε γὰρ οὐκ ἀγαπῶμεν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, οὐδὲ τὸν χαρακτῆρα ἐπικείμενον ἡμῖν ἔχομεν· εἴτε φρονήματος κενοῦ καὶ ἀλαζονείας ὑπεπλήσθημεν τυφωθέντες, ἐμπίπτομεν εἰς ἄφυκτον κρίμα τοῦ διαβόλου. ὥστε εἰ μὲν οὕτως ἔχων διανοίας περὶ ἡμῶν, τούτοις ἐχρήσω τοῖς ῥήμασιν, εὖξαι φυγεῖν ἡμᾶς τὴν πονηρίαν, ἣν ἐξεῦρες ἡμῶν ἐν τῷ τρόπῳ· εἰ δὲ συνηθείᾳ τινὶ ἀνεξετάστῳ ἐπὶ τῶν ῥημάτων ἦλθεν ἡ γλῶττα, ἑαυτοὺς παραμυθησόμεθα καὶ τὴν σὴν χρηστότητα τὰς ἐκ τῶν πραγμάτων μαρτυρίας προσθεῖναι παρακαλοῦμεν. ἐκεῖνο γὰρ εὖ ἴσθι, ὅτι ἡ παροῦσα φροντὶς ταπεινώσεως ἡμῖν γέγονεν ἀφορμή, ὥστε σοῦ τότε ἐπιλησόμεθα, ὅταν καὶ ἑαυτοὺς ἀγνοήσωμεν. μὴ τοίνυν ποτὲ τὰς ἀσχολίας σημεῖον τρόπου καὶ κακοηθείας ποιήσῃ.
致佩尔加米奥。 我天性易于遗忘,兼之事务繁多纷至沓来,更加剧了这种天生的虚弱。因此,纵使我不记得曾收到过阁下的信函,我也确信你曾致信我们;因为你绝不可能说谎。至于未曾回信之咎,不在于我,而在于那没有索取回信的人。但如今此信已达于你,既对先前的耽搁作了申辩,又开启了第二次通问的端绪。因此,当你再致信我们时,切莫以为是在开启第二轮书信往来,而是当作对这封信的应尽之答复。因为纵使我们的信是对先前书信的回报,但以其篇幅两倍以上的超长尺度,便足以同时完成双方的职责。你瞧,怠惰竟迫使我们想出何等巧妙的辩解! 然而,优秀的友人啊,请切莫在寥寥数语中施加重大的指控——那些在恶性上实无以复加的罪名。因为忘却朋友,以及因权势而滋生的傲慢,包揽了一切可怕的恶事。因为我们若不按主的诫命去爱,就连加在我们身上的印记也没有;我们若自高自大、充满了虚妄的骄矜与傲慢,就必陷入魔鬼无可逃避的审判之中。因此,若你对我们心存此念而使用了这些字眼,就请为我们祈祷,使我们得以摆脱你在我们品性中所察觉的恶行;但如果你的舌头只是出于某种未加审慎的习惯脱口而出这些言语,我们将自我宽慰,并恳请你的善良增添行动上的明证。因为你当深知:当前的焦虑已成为我们谦卑的契机,以致我们只有在忘却自身之时,才会将你遗忘。因此,决不可将事务的繁忙当作性情冷漠与恶意的标志。
- 55ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι
表示否定或禁止的动词 ἀπαγορεύω(禁止)所引导的不定式从句中带有赘加否定词 μή(redundant/pleonastic negative)。实际意义为“禁止有同居女存在”,而非“禁止不存在”。
- 56οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε
承接前文主动词 πείθομαι(确信/相信)的带 ἄν 对格不定式结构,用于间接引语中表达潜势或非现实虚拟:“因为[我相信]你绝不可能说谎”。
- 56τῷ πλέον ἢ διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον
带冠词不定式的与格结构(τῷ ... ὑπερβάλλειν),表示手段或原因(“通过在篇幅上超出两倍以上”)。短语 πλέον ἢ διπλάσιον 副词性地修饰不定式 ὑπερβάλλειν。
