- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:53-54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在致乡间主教的两封信中,巴西尔严厉斥责并禁止了在祝圣中收取金钱的行径(圣职买卖),并要求依循先贤教规进行严格审查并呈报名册,以整治借圣职逃避兵役的乱象。
Χωρεπισκόποις. Τὸ τοῦ πράγματος ἄτοπον περὶ οὗ γράφω, διότι μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν· τέως δὲ ἐφάνη μοι ἄπιστον. τὸ οὖν περὶ αὐτοῦ γράμμα ὁ μὲν συνεγνωκὼς ἑαυτῷ δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκὼς ὡς προφυλακτήριον, ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφʼ ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν. Τί δέ ἐστιν ὃ λέγω; φασί τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. τοῦτο δὲ χεῖρόν ἐστιν. ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω· ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον, ὅπερ ἐῤῥήθη παρὰ τῶν ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μετουσίαν ὠνήσηται· Τὸ ἀργύριόν σου σύν σοι εἴη εἰς ἀπώλειαν. κουφότερος γὰρ ὁ δι’ ἀπειρίαν ὠνήσασθαι θέλων ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. πρᾶσις γὰρ ἐγένετο, καὶ ὃ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ σατανᾷ, ἀφαιρεθήσῃ τοῦ χαρίσματος. καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς, καὶ τῇ ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ.1 ταῦτα οὕτω γίνεσθαι οὐ χρή. ὃ δέ ἐστι τέχνασμα, λέγω· νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ προλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν.2 Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν, ἀπόθεσθε· καὶ μὴ τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἁγνὰ μυστήρια. σύγγνωτε δέ μοι πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα ὡς πεισθεὶς ἀπειλῶ.3 εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει, ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. ἡμεῖς γὰρ καὶ αἱ ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἓν δὲ προσθεὶς παύσομαι. διὰ φιλαργυρίαν γίνεται ταῦτα, ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι, καὶ ὀνομάζεται εἰδωλολατρεία. μὴ οὖν πρὸ τοῦ Χριστοῦ τιμήσητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον· μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι παραδιδόντες δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτων δεχομένων Ἀκελδαμὰ κληθήσονται.
致乡间主教们。 我所书写的这桩事情的荒谬,仅仅因为居然有人怀疑并谈论起它,便已使我的心灵充满了痛苦;然而起初在我看来,这简直难以置信。因此,关于此事的信函,凡自觉有愧的人,当视其为良药而领受;凡问心无愧的人,当视其为防范;至于漠不关心的人——我祈求在你们中间不致发现这样的人——则当视其为严正的告诫。 我所说的究竟何事?据说你们中有人从受祝圣者那里收取钱财,并以虔敬之名加以掩饰。但这更为恶劣。因为人若假借行善的名义作恶,便当受加倍的刑罚;因为他不仅行了非善之事,而且可以说,是把善事当作共犯来利用以达成罪愆。这些事若是属实,今后决不可再行,而必须予以纠正;否则,便不得不对收受银钱的人重申使徒对那企图花钱收买圣灵恩赐的人所说的话:“你的银子和你一同灭亡吧!”因为出于无知而企图购买者,其罪过轻于出卖神恩赐的人。因为这是一场交易;你白白得来的,若拿去出卖,就如同被出卖给撒旦的人一样,你的恩赐必被剥夺。因为你把贩卖勾当引入了属灵之事,并引入了托付我们基督身体与宝血的教会中。这些事绝不应当如此行。我且道破其诡计:他们以为只要不是预先索取,而是在祝圣之后收取,便不算犯罪。然而,无论何时收取,收取终究是收取。 因此我劝勉你们,放弃这笔进项,或者更确切地说,放弃这条通向地狱的引诱之路;切不可用这等不义之财玷污双手,以致使自己不配施行圣洁的奥秘。但请宽恕我:我起初虽难以置信,如今却因确信而发出警告。在此信之后,若有人再行此类事,他必将离开此地的祭坛,另寻能够收买并倒卖神恩赐之处。因为无论我们还是神的众教会,都绝无这等规矩。 我只再说一句便止笔。这些事乃是出于贪财,而贪财既是万恶之根,又被称为拜偶像。因此,切莫为了微薄的银钱在基督之上尊崇偶像;也切莫效法犹大,为了利益再次出卖那为我们一次被钉十字架的主。否则,凡收取这等果实者的田产与双手,都必被称为“亚革大马”(血田)。
Χωρεπισκόποις. Πάνυ με λυπεῖ, ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν πατέρων κανόνες, καὶ πᾶσα ἀκρίβεια τῶν ἐκκλησιῶν ἀπελήλαται, καὶ φοβοῦμαι μὴ κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ ἡ πάλαι ταῖς τοῦ Θεοῦ ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο· καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς χωρεπισκόποις, οἳ τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους, καὶ ὑπομνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν. Νῦν δὲ πρῶτον μὲν ἡμᾶς παρωσάμενοι, καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. ἔπειτα καταῤῥᾳθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ διακόνοις ἐπετρέψατε, οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας, ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισάγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. διὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθʼ ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας τοῦ θυσιαστηρίου οὐδὲ εἷς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις. Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προϊόν, μάλιστα νῦν τῶν πλείστων, φόβῳ τῆς στρατολογίας, εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ,4 ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν πατέρων κανόνας· καὶ ἐπιστέλλω ὑμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων, καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος, καὶ ἐν ποίῳ βίῳ ἐστίν. ἔχετε δὲ καὶ αὐτοὶ παρʼ ἑαυτοῖς τὴν ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρʼ ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα, καὶ μηδενὶ ἐξεῖναι ἑαυτὸν ὅτε βούλεται παρεγγράφειν. οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν εἴ τινες ὑπὸ πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀποῤῥιφῶσιν. ἄνωθεν δὲ γένηται αὐ̣̣̔̓ παρʼ ὑμῶν ἐξέτασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετέρᾳ ψήφῳ παραδεχθήτωσαν. ἐπικαθαρίσατε τὴν Ἐκκλησίαν τοὺς ἀναξίους αὐτῆς ἀπελάσαντες. καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους καὶ παραδέχεσθε, μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμᾶς ἐπανενεγκεῖν· ἢ γινώσκετε ὅτι λαϊκὸς ἔσται ὁ ἄνευ ἡμετέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς.
致乡间主教们。 先贤们的教规如今已告废弛,教会中一切严谨之风均被驱逐殆尽,这令我深感悲痛;我深恐随着这等漠不关心的风气日渐蔓延,教会的事务将陷入彻底的混乱。古时在神的众教会中所通行的规矩,乃是在以极尽严谨的态度予以考验之后,方才接纳在教会中服事的人;并且要详察他们的全部德行:是否不毁谤人、不酗酒、不好勇斗狠,是否规范自己的青年时期,以致能够成就圣洁——非圣洁没有人能见主。凡与他们同住的长老与执事负责对此进行审查,并向乡间主教汇报;乡间主教在获得真实作证者的认可票、并呈报主教之后,才以此方式将该侍奉者列入圣职阶层。 然而如今,你们首先排挤了我们,甚至不肯向我们呈报,将全部权柄揽于己身。继而由于疏忽懈怠,你们任由长老与执事凭着偏私——或出于亲族裙带,或出于其他交情——将未经生活考察的、任何他们想推荐的不称职者擅自引入教会。因此,每个村庄虽有众多侍奉者在编,却没有一人配在祭坛前服事,正如你们自己在投票选举缺乏人选时所亲口证实的。 鉴于我见此事已发展至不可救药的地步,尤其是如今大多数人出于对征兵的恐惧而纷纷钻营投入服事之职,我便不得不重申先贤的教规。我致信吩咐你们:将每个村庄服事人员的登记名册、每人是由谁引入、有着怎样的生活操守,一并呈报给我。你们自己手中也当保留一份名册,以便将你们的文书与我们这里存档的文书相对照,使任何人都不得随心所欲擅自暗中添名。不过,凡在第一次户口登记后由长老引入的人,均应除名归入平信徒之列。你们当重新对他们进行审查,若确属称职,方可凭你们的投票予以接纳。当驱逐不称职者,以洁净教会。从今往后,务当考察称职者并予以接纳,但在向我们呈报之前切勿列入名册;否则你们须知,凡未经我们首肯而被接纳进入侍奉者,一律只算作平信徒。
- 53ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ
动词 πιστεύω 在主动语态中可接双宾语(将某物托付给某人)。此处采用第一人称复数被动式 πεπιστεύμεθα(“我们被托付”),所托付的事物 σῶμα καὶ αἷμα Χριστοῦ 则保留宾格,构成被动句中保留宾格的典型句式(“我们在其中被托付了基督的身体与宝血”)。
- 53λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν
带冠词不定式 τὸ λαβεῖν(收取)充当句子的主语,不带冠词的不定式 λαβεῖν 作表语补足语。动词 ἔστιν 作系动词,ὅτε δή ποτε 为副词性从属成分(“不论何时”)。全句构成一个强有力的同一性命题:“无论何时发生,收取终究是收取”,驳斥了祝圣之后收受金钱便不算犯罪的诡辩。
- 53σύγγνωτε δέ μοι πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα ὡς πεισθεὶς ἀπειλῶ
此处出现格配合上的破格(anacoluthon):在祈使句 σύγγνωτε 及其与格代词 μοι 之后,分词原本语法上应作与格(ἀπιστήσαντι... πεισθέντι),但受后随独立动词 ἀπειλῶ(“我警告”)的主语(第一人称单数)牵引,变为了主格分词 ἀπιστήσας 和 πεισθείς。连词 ὡς 与分词连用,表示说话者主观的态度与动机。
- 54τῶν πλείστων, φόβῳ τῆς στρατολογίας, εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ
属格独立结构(genitive absolute)。τῶν πλείστων 作逻辑主语,分词 εἰσποιούντων 支配反身代词 ἑαυτούς 和与格 τῇ ὑπηρεσίᾳ(“将自己塞入/钻营进侍奉职”)。插入的与格 φόβῳ 表原因(“因畏惧征兵”)。
