- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:52#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔阐明了“同质”一词驳斥萨伯流主义的意义,告诫切勿以肉体受变的方式理解神圣受生,并捍卫了圣灵的神圣性及其在三位一体中的既定位序。
Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν. οὐ γὰρ αὐτὸ τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλʼ ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα.1 Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα, καὶ γεννηθέντα, ἀλλʼ οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν, οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλʼ ἄῤῥητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς θείας γεννήσεως ὁ τρόπος. ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας, τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀίδια, καὶ οἴεσθαι ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ ὁ Θεὸς ὁμοίως· δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν,2 ὅτι, ἐπειδὴ τὰ θνητὰ οὕτως, ὁ ἀθάνατος οὐχ οὕτως. οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταῤῥυποῦν ἑαυτοῦ τὴν διάνοιαν. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ ὡς ἐν εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁ δὲ προτιθεὶς Υἱοῦ, ἢ πρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως,3 μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλʼ ἑαυτῷ καινοφωνίαν εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. γέγραπται γάρ· Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ. εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερόν ἐστι τοῦ ἐξ οὗ ἐστί; τίς δὲ καὶ ἡ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώτερον; ἀλλʼ οὐδὲ τοῦ Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. ὁμοίως οὖν ἐστιν ἀσεβὲς καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖν καὶ ὑπερτιθέναι αὐτὸ ἢ Υἱοῦ ἢ Πατρός, ἢ κατὰ τὸν χρόνον ἢ κατὰ τὴν τάξιν. Ἃ μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλαβείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν, καὶ αὐτοὶ δʼ ἂν περὶ ὧν ἐπιζητοῦμεν εὕροιμέν τινα παρʼ ὑμῶν πληροφορίαν.
此外,这一用语(“同质”)也纠正了萨伯流的错谬;因为它消除了位格的同一性,并引入了对各人格(诸位格)的完满概念。因为没有任何事物是与自身同质的,而是一个事物与另一个事物同质;因此,这一用语既界定了诸位格的独特性,又显明了本性的不可变更的同一,是妥当且合乎虔敬的。 然而,当我们受教得知子出自父的实体,是受生而非被造时,切不可堕入肉体受动之变的观念中。因为实体并非从父分割至子,亦非通过流溢而生,亦非如植物结果实般萌生出来;神圣受生的方式对人的思虑而言乃是不可言说、不可思议的。事实上,将永恒之物比拟于可朽与短暂之物,并设想神也如肉体事物一般相仿地生育,这乃是出自卑陋与属肉体的意念;人本应当从对立的事物中汲取通向虔敬的契机,认识到既然必朽之物如此,不朽者便不如此。因此,既不可否认神圣的受生,也不可用肉体观念玷污自己的思想。 至于圣灵,则与父及子同列,因为祂亦超越被造物;祂的位序正如我们在福音书中受教于主所言:“你们要去,奉父、子、圣灵的名施洗。”凡将圣灵置于子之前,或称其比父更为古老者,此人乃是抗拒神的诫命,远离健全的信仰,不持守所领受的颂赞方式,反倒为迎合众人而为自己杜撰奇谈怪论。因为若高于神,祂就不是出自神。因为经上记着说:“而灵是出自神的。”但若出自神,祂又怎能比祂所出自的源头更古老?在无生者独一存在的情况下,竟说有别物高于无生者,这是何等癫狂!然而祂亦不先于独生子,因为在子与父之间绝无任何居间之物。若祂不出自神,也不借着基督,祂便根本不存在。因此,关于位序的标新立异蕴含着对其存有本身的废除,是对全备信仰的否定。故而,无论是在时间上还是在位序上,将圣灵贬低至受造之列,抑或将其凌驾于子或父之上,二者是同样不敬的。 以上便是我获悉你们的虔敬所探询的事项;若主赐我们得同聚一处,或许我们就这些问题还能多谈一些,并且我们自己就所探求之事也能从你们那里获得某种确信。
- 52διορίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα
阴性单数主格分词 διορίζουσα 与 παριστῶσα 在性数上与前文中的隐伏主语 αὕτη ἡ φωνή(这一字眼/用语)相一致。尽管它们依附于看似非人称的短语 ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς,但实质上作为伴随情况分词,用以阐明该神学用语所发挥的功能。
- 52δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν
δέον 是非人称动词 δεῖ 的中性单数宾格分词,构成宾格独立结构(accusative absolute),在此处作状语,带有转折或对比意味(“而本应……”、“理当……”),用以将主句所述的错误态度(ταπεινῆς... ἐστὶ διανοίας)与通向虔敬的正确态度进行对比。
- 52ὁ δὲ προτιθεὶς Υἱοῦ, ἢ πρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως
名词性分词 ὁ προτιθεὶς... ἢ λέγων 构成句子的先置主题,后由指示代词 οὗτος 作复指承接。谓语部分通过 μὲν... δέ 连接(ἀνθίσταται μὲν... ἀλλότριος δὲ...),其中后一分句省略了系动词 ἐστίν,与形容词 ἀλλότριος 构成表语结构。
