- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:52#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔为通过波斯波里乌斯监督得以消除与女修道者之间的相互误解而感到欣慰,确认了彼此在信仰上的一致,并从神学上论证了尼西亚信条中“同质”一词如何确立父与子同等的尊荣与不可分割性。
Κανονικαῖς. Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν περιηχήσασα, τοσοῦτον εὔφρανεν ἡμᾶς ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρηστότερα περὶ τῆς εὐλαβείας ὑμῶν διηγησάμενος. ἔφη γάρ, τῇ τοῦ Θεοῦ χάριτι, πάντα ἐκεῖνα τὰ θρυλληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα οὐκ ἀκριβῶς τὴν καθʼ ὑμᾶς ἐπισταμένων ἀλήθειαν. προσετίθει δὲ ὅτι καὶ διαβολὰς εὗρε παρʼ ὑμῖν καθʼ ἡμῶν ἀνοσίας, καὶ τοιαύτας οἵας ἂν εἴποιεν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ. ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ αὐτός τε ἰαθεὶς τὴν ἐφʼ ὑμῖν βλάβην,1 ἥν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτεθεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκούσατε τοῦ ἀδελφοῦ ἡμῶν διαβεβαιωσαμένου. Ὃς ἐν οἷς τὸ καθʼ ἑαυτὸν ὑμῖν παρέστησε, συναπέδειξε πάντως καὶ τὸ ἡμέτερον. ἓν γὰρ ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν πατέρων κληρονόμοι τῶν κατὰ τὴν Νικαίαν ποτὲ τὸ μέγα τῆς εὐσεβείας ἐξαγγειλάντων κήρυγμα· οὗ τὰ μὲν ἄλλα παντάπασίν ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνήν,2 κακῶς παρά τινων ἐκληφθεῖσαν, εἰσί τινες οἱ μήπω παραδεξάμενοι· οὓς καὶ μέμψαιτο ἄν τις δικαίως, καὶ πάλιν μέντοι συγγνώμης αὐτοὺς ἀξιώσειεν. τὸ μὲν γὰρ πατράσι μὴ ἀκολουθεῖν καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης, ἐγκλήματος ἄξιον ὡς αὐθαδείας γέμον, τὸ δὲ πάλιν ὑφʼ ἑτέρων διαβληθεῖσαν αὐτὴν ὕποπτον ἔχειν, τοῦτό πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. καὶ γὰρ τῷ ὄντι οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες3 διέβαλον τὴν λέξιν ὡς οὐκ εὔσημον. ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾷν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπʼ αὐτῆς, ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς ἃ διῃρέθη. τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπʼ αὐτοῦ νομισμάτων ἔχει τινὰ λόγον τὸ διανόημα· ἐπὶ δὲ Θεοῦ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα οὐδʼ ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι. τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφὰ γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα. Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν τὸ ὁμοούσιον προσειρήκασιν. ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. εἰπόντες γὰρ φῶς ἐκ φωτός, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι, οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον, παραδεικνύντες ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρός, οὗτος ἁρμόσει καὶ ἐπὶ Υἱοῦ. φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινόν, κατʼ αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος, ὁμοούσιον εἶπαν δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν·4 ἀλλʼ ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται.
致女修道者们。 先前在我们耳边回响的令人痛心的传闻曾使我们多么忧伤,如今最蒙神所爱的监督、我们的弟兄波斯波里乌斯向我们讲述关于你们虔敬的较好实情,就使我们多么欢喜。因为他说,借着神的恩典,那些盛传的一切话语,全是不确知关于你们的真相之人捏造出来的。他还补充说,在你们那里也发现了对我们不敬的诽谤,其言辞正如同那些不指望连一句闲话也要在他报应的公义之日向审判者交代之人所会说出的那样。因此,我感谢主,不仅我自己对你们所怀有的创伤得以医治——这创伤正如所显明的那样,是我因听信人的谗言而承受的——而且我也听闻,因着听取我们弟兄确凿的保证,你们已经放下了对我们的虚假猜疑。 他在向你们表明自身立场的同时,也完全证明了我们的立场。因为我们二人心中的信仰意念乃是合一的,既然我们同是当年在尼西亚宣讲敬虔之伟大信条的父辈们的继承人。这信条的其他部分固然完全无可非议,然而“同质”(同质体)这个词,由于受到某些人的误解,仍有一些人尚未接受。人们固然可以合理地责备他们,但另一方面也可以对他们予以宽恕。因为不遵从父辈、不将他们的言词置于自己的见解之上,作为充满专断之举,固然理当受到谴责;但在另一方面,对一个曾遭他人非难的词心存疑虑,这似乎又在某种程度上合理地免除了他们的罪责。实际上,当年为了萨莫萨塔的保罗之事聚集的人们,确实非难过这个词语,认为它含义不明确。因为他们声称,“同质”这一用语表达的是一种本原实体及由其衍生之物的概念,以至于实体经分割后,将“同质”的称谓赋予了被分割出来的诸物。这一观念若用于青铜及其所铸成的钱币,尚有某种道理;但在父神与子神的情形中,绝不存在比两者更为古老或高居两者之上的实体。因为哪怕仅仅如此去想或说出口,都已超出不敬的底线。毕竟,有什么能比无生者更古老呢?而且因这种亵渎之言,对父与子的信仰也被摧毁了,因为从同一个源头成立的事物彼此乃是兄弟。 况且,由于那时仍有人说子是从无被带入存在的,父辈们为了根除这种不敬,便使用了“同质”一词。因为子与父的连结是超越时间且不可分离的。前面的语句也表明这正是先贤们的本意。因为在说了“出于光之光”,以及子是从父的实体所生、“并非被造”之后,他们紧接着加上了“同质”,以此表明:无论人们把何种关于光的定义赋予父,这一道理同样适用于子。因为真光与真光相比,单就光的本义而言绝无任何差异。因此,既然父是无始之光,子是受生之光,而二者各自皆是光与光,先贤们便正当地称其为“同质”,以表明其本性的同等尊荣。因为并非如某些人所设想的那样,彼此为兄弟的事物被称为同质;唯有当原因者与从原因者获得存有之物同属于同一本性时,它们才被称为“同质”。
- 52αὐτός τε ἰαθεὶς τὴν ἐφʼ ὑμῖν βλάβην
主格分词 ἰαθείς 与 ὥστε 结果从句中的限定动词 ηὐχαρίστησα 的第一人称主语保持一致。宾格短语 τὴν ... βλάβην 是被动分词(ἰαθείς)所保留的范围宾格(关系宾格/内宾格),意为“关于对你们所受的创伤得以医治”。
- 52τὴν δὲ τοῦ ὁμοουσίου φωνήν
该短语虽以宾格形式置于分句之首(紧随δέ之后),但在句法上是后文带冠词的分词短语 οἱ μήπω παραδεξάμενοι 中分词 παραδεξάμενοι 的宾语。这是在主句存在构式 εἰσί τινες 之前将讨论主题前置(先头提示/prolepsis)的倒置句法。
- 52οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες
介词 ἐπί 接人名与格,在此表示聚集所针对的案件或反对目标,指“因萨莫萨塔的保罗一案(为审查并定罪他)而聚集的主教们”(约公元268年的安提阿公会议),而非空间性地聚集在其名下或支持他。
- 52ὅπερ τινὲς ὑπειλήφασιν
关系代词 ὅπερ 的先行词是前述的整个命题(即“彼此为兄弟的事物被称为同质”这一观念)。由于指代的是分句所表达的命题事实而非单个名词,因而采用中性单数形式。
