- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:50-51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第50封信中,巴西尔感谢主教英诺森满怀关切的来信,并请求他的代祷。在第51封信中,巴西尔致信主教博斯波里,驳斥了声称他曾绝罚已故主教狄阿尼乌的恶意诽谤,详述了他对狄阿尼乌一生的敬重、狄阿尼乌临终前对尼西亚信经的重申,以及两人恢复共融的经过。
Ἰννοκεντίῳ ἐπισκόπῳ Καὶ τίνι ἄλλῳ ἔπρεπε καὶ δειλοῖς θάρσος ἐμποιεῖν καὶ καθεύδοντας διυπνίζειν ἢ τῇ σῇ τοῦ ἡμετέρου Δεσπότου θεοσεβείᾳ, ὃς τὴν ἐν πᾶσι σεαυτοῦ τελειότητα καὶ ἐν τούτῳ ἐγνώρισας, τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπεινοῖς συγκαταβῆναι,1 ὡς ἀληθινὸς μαθητὴς τοῦ εἰπόντος ὅτι Ἐκεῖ εἰμὶ ἐν μέσῳ ὑμῶν, οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλʼ Ὡς ὁ διακονῶν; κατηξίωσας γὰρ καὶ αὐτὸς διακονῆσαι ἡμῖν τὴν σὴν πνευματικὴν εὐφροσύνην, καὶ τοῖς τιμίοις ἑαυτοῦ γράμμασιν ἀναλαβεῖν ἡμῶν τὰς ψυχάς, καὶ ὥσπερ παίδων νηπιότητα τῷ ἑαυτοῦ μεγέθει προσαγκαλίσασθαι. Εὔχου οὖν (δεόμεθά σου τῆς ἀγαθῆς ψυχῆς) ἀξίους ἡμᾶς εἶναι καὶ ὑποδέχεσθαι τὰς παρὰ τῶν μεγάλων ὑμῶν ὠφελείας, καὶ λαμβάνειν στόμα καὶ σοφίαν εἰς τὸ τολμᾷν ἀντιφθέγγεσθαι ὑμῖν, τοῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀγομένοις, οὗ φίλον σε εἶναι καὶ δοξαστῆρα ἀληθινὸν ἀκούοντες, μεγάλην ἐπὶ τῇ στεῤῥᾷ σου καὶ ἀκλινεῖ περὶ τὸν Θεὸν ἀγάπῃ τὴν χάριν ὁμολογοῦμεν· εὐχόμενοι μετὰ τῶν ἀληθινῶν προσκυνητῶν εὑρεθῆναι ἡμῶν τὸ μέρος, ἐν οἷς πεπείσμεθα εἶναι καὶ τὴν σὴν τελειότητα, καὶ τοῦ μεγάλου καὶ ἀληθινοῦ ἐπισκόπου τοῦ πᾶσαν τὴν οἰκουμένην τοῦ ἰδίου πληρώσαντος θαύματος, τοῦ Κυρίου δεόμεθα.
致主教英诺森 除了属于我们主宰的您的敬虔之外,还有谁更适于向胆怯者注入勇气并唤醒沉睡者呢?您在这件事上也表明了您在万事上的完全:即俯就接纳我们这些卑微之人,正如那曾说“我在那里,在你们中间不像那坐席的,倒像那服事人的”那位主的真正门徒。因为您自己也屈尊向我们施行您属灵的欢愉,藉着您珍贵的书信振作我们的灵魂,宛如以您自身的崇高拥抱幼童的稚弱。 因此,祈求您(我们恳求您良善的心灵),求使我们配得领受从你们各位尊长而来的益处,并赐予我们口才与智慧,使我们敢于向由圣灵所引导的你们回话。我们听闻您是圣灵的朋友和真正的赞美者,因着您对上帝坚定不移的爱,我们宣告极大的感恩;并祈求我们的份得与真正的敬拜者同列(我们深信您的完全亦在其列),向那位以自己的奇迹充满了整个普世的伟大而真正的主教——主,献上祈求。
Βοσπορίῳ ἐπισκόπῳ Πῶς μου οἴει τὴν ψυχὴν ὠδύνησεν ἡ ἀκοὴ τῆς συκοφαντίας ἐκείνης, ἣν κατέχεόν μού τινες τῶν μὴ φοβουμένων τὸν κριτήν, ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου, ὀλίγου δεῖν,2 ἄϋπνος διαμεῖναι· οὕτω μέσης ἥψατό μου τῆς καρδίας ἡ λύπη. ὄντως γάρ, κατὰ τὸν Σολομῶντα, Συκοφαντία ἄνδρα ταπεινοῖ· καὶ οὐδεὶς οὕτως ἀνάλγητος, ὡς μὴ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν, στόμασιν πρὸς ψευδολογίαν εὐκόλοις παραπεσών. ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν, πάντα ὑπομένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιτρέψαντες τῷ Κυρίῳ, ὃς οὐ περιόψεται ἡμᾶς· διότι Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθʼ ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο. Ἐγὼ δέ, εἶπέ μοι, τὸν μακαριώτατον Διάνιον ἀνεθεμάτισα; τοῦτο γὰρ ἡμῶν κατήγγειλαν. ποῦ ἢ πότε; τίνων παρόντων; ἐπὶ ποίᾳ προφάσει; ψιλοῖς ῥήμασιν ἢ ἐγγράφοις; ἑτέροις ἀκολουθῶν, ἢ αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; ὢ τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως· ὢ τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων· πλὴν εἰ μὴ ἄρα3 τῷ πλάσματι αὐτῶν καὶ τοῦτο προστραγῳδήσουσιν, ὅτι ἐγενόμην καὶ ἔκφρων ποτέ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμενος τὴν ἀρχήν. ἀλλʼ ἐκεῖνο μᾶλλον ἐμαυτῷ συνεπίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπής, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. ἐπεὶ δέ μοι λοιπὸν καὶ ὁ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον· καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριον τῶν τρόπων καταμανθάνων, καὶ ὅσα ἄλλα τοῦ ἀνδρὸς ἴδια, ἡ τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπές, τὸ ἀόργητον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον. ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατʼ ἀρετήν. Περὶ μέντοι τὰ τελευταῖα τοῦ βίου (οὐ γὰρ ἀποκρύψομαι τἀληθές) ἐλυπήθην ἐπʼ αὐτῷ λύπην οὐκ ἀνεκτὴν μετὰ πολλῶν τῶν ἐν τῇ πατρίδι φοβουμένων τὸν Κύριον, ἐπὶ τῇ ὑπογραφῇ τῆς πίστεως τῆς ὑπὸ τῶν περὶ Γεώργιον ἀπὸ τῆς Κωνσταντινουπόλεως κομισθείσης. εἶτα, οἷος ἐκεῖνος πραότητι τρόπου καὶ ἐπιεικείᾳ πάντας πληροφορεῖν ἐν σπλάγχνοις πατρικοῖς ἀνεχόμενος, ἤδη καταπεσὼν εἰς τὴν ἀῤῥωστίαν, ὑφʼ ἧς καὶ μετῆλθεν ἀπὸ τοῦ βίου, προσκαλεσάμενος ἡμᾶς ἔφη· ὑπὸ μάρτυρι τῷ Κυρίῳ ἐν ἁπλότητι καρδίας συντεθεῖσθαι μὲν τῷ ἀπὸ τῆς Κωνσταντινουπόλεως γραμματείῳ, μηδὲν δὲ ἐπʼ ἀθετήσει τῆς κατὰ Νικαίαν ὑπὸ τῶν ἁγίων πατέρων ἐκτεθείσης πίστεως προελέσθαι,4 μηδὲ ἄλλως ἔχειν ἐν τῇ καρδίᾳ ἢ ὡς παρέλαβεν ἐξ ἀρχῆς· ἀλλὰ καὶ εὔχεσθαι μὴ χωρισθῆναι τῆς μερίδος τῶν μακαρίων ἐκείνων ἐπισκόπων τῶν τριακοσίων δεκαοκτώ, τῶν τὸ εὐσεβὲς κήρυγμα διαγγειλάντων τῇ οἰκουμένῃ· ὥστε ἡμᾶς, ἐπὶ τῇ πληροφορίᾳ ταύτῃ, λύσαντας πᾶσαν τῶν καρδιῶν τὴν διάκρισιν, ὡς καὶ αὐτὸς ἐπίστασαι, προσελθεῖν τῇ κοινωνίᾳ, καὶ λυπουμένους παύσασθαι. Τὰ μὲν οὖν ἡμέτερα πρὸς τὸν ἄνδρα τοιαῦτα. εἰ δέ τις λέγοι τινὰ βλασφημίαν ἀθέμιτον εἰς αὐτὸν ἡμῖν συνεγνωκέναι, μὴ κατὰ γωνίαν θρυλλείτω δουλοπρεπῶς, ἀλλʼ εἰς τὸ φανερὸν ἀντικαταστὰς διελεγχέτω μετὰ παῤῥησίας.
致主教博斯波里 那些不惧怕那将毁灭一切说谎者的审判官之人,向我泼洒这等诽谤,听闻此事,您以为我的心灵遭受了怎样的痛苦?以至于面对您仁爱的言词,我整夜几乎彻夜未眠;这悲伤如此深地触碰了我心灵的核心。确实,诚如所罗门所言,“诽谤使人降卑”;绝无任何人会麻木到在落入轻于撒谎之人之口时,灵魂不受痛苦、不屈服倒地的地步。然而,我们必须包容一切,凡事忍耐,将为我们的报应交托给绝不会轻忽我们的主;因为“诽谤穷乏人的,是激怒造他的主”。然而,编造出这出攻击我们的亵渎新剧之人,似乎完全不信那位早已宣告在审判之日连闲话我们也要交账的主。 请告诉我,难道我真的把至福的狄阿尼乌处以绝罚了吗?因为他们就是如此控告我们的。在何处,或在何时?有何人在场?出于何种借口?凭着口头言语还是书面文字?是随从他人,还是我自己领头担当了这一冒失妄举的发起者?那些轻易妄言一切之人是何等无耻!对上帝的审判是何等蔑视!除非他们在自己的虚构中还要戏剧化地加上这一条:即我也曾一度精神错乱,以致连自己所说的话都不自知。因为只要处于我自己的理智之中,我深知自己未曾做过这等事,起初也从未有过这样的抉择。相反,我深知自己心中所怀的是:自幼年起我便在对他的眷爱中长大,仰望此人宛如瞻仰尊严庄重、雍容大度,其风貌中蕴含着无尽的神圣之美。后来我亦有了理智,自那时起便从他灵魂的美德中认识了他;并欣喜于与他的结纳交往,深知他品行之纯朴、高尚与磊落,以及该人所独具的诸多特质:心灵的和蔼,宏伟与温顺的兼备,端庄,不发烈怒,明朗与平易近人同庄重相结合。因此我将他列于德行最卓越之人中。 然而到了他生命的垂危之际(因为我并不隐瞒真相),因着他签署了由乔治一派从君士坦丁堡带来的信条,我和故乡中许多敬畏主的人一同为他承受了难以忍耐的悲痛。然而,他本着品性的温和与宽仁,甘愿以慈父般的心肠使所有人释怀,当他已陷入那场使他离世的疾患时,他召集了我们并说:以主为证,他以纯朴的心灵同意了来自君士坦丁堡的公文,但绝无意废弃圣教父们在尼西亚所陈述的信仰,心中所存的也绝非初时所领受之外的事;反而祈求不脱离那向普世宣扬敬虔宣讲的三百一十八位有福主教的同列。因此我们因着这一确证,正如您自己也知晓的那样,消解了心中的一切疑虑,恢复了共融,止息了悲伤。 我们对那人的情形便是如此。若有人声称自己知晓我们曾对他有何等非法的亵渎,不要像奴隶般在角落里低语,而当公开挺身而出,坦然无惧地当面驳斥。
- 50τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπεινοῖς συγκαταβῆναι
带冠词不定词与格 τῷ καταδέξασθαι,在此充当同位语或工具性成分,具体说明前文的 ἐν τούτῳ(“在这件事上,即藉着甘愿……”)。后面的不定词 συγκαταβῆναι 作为补充成分依附于 καταδέξασθαι。
- 51ὀλίγου δεῖν
惯用的独立/插入性不定词短语,意为“几乎”、“差一点”(字面意为“缺少一点”)。在此修饰 ἄϋπνος διαμεῖναι,表示整夜几乎未曾合眼。
- 51πλὴν εἰ μὴ ἄρα
引入例外或讽刺性假设的惯用连词短语,意为“除非”、“若非真地……”。πλήν 与 εἰ μή 重叠使用,配合小辞 ἄρα 表现出反讽与难以置信的语气。
- 51ἔφη· ὑπὸ μάρτυρι τῷ Κυρίῳ ἐν ἁπλότητι καρδίας συντεθεῖσθαι μὲν... μηδὲν δὲ ἐπʼ ἀθετήσει... προελέσθαι
由 ἔφη 引出的间接引语结构,并列了多个不定词:συντεθεῖσθαι、προελέσθαι、ἔχειν 以及 εὔχεσθαι,其逻辑主语(狄阿尼乌)在句中省略。介词短语 ὑπὸ μάρτυρι τῷ Κυρίῳ 为誓言定型短语,意为“以主为证”。
