← 该撒利亚的巴西流

书信集

§47-49

求援选举主教与通报教会事务及搜寻圣髑

巴西略致信友人额我略恳请协助遴选主教,向欧瑟伯通报严冬与教会局势,并赞赏阿尔卡狄修建圣殿,承诺协助搜寻殉道者圣髑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47

Γρηγορίῳ ἑταίρῳ Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, ἢ πῶς ἀνακαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι διαβῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ τόν τε πόθον ὃν ἔχω ἐφʼ ὑμῖν ἀναπαῦσαι καὶ τὰ λυπηρὰ τῆς ψυχῆς διηγήσασθαι, καὶ δι’ ὑμῶν εὑρέσθαι τινὰ παραμυθίαν τῶν θλίψεων; ἐπὶ γὰρ τῇ κοιμήσει τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου φόβος ἡμᾶς κατέλαβεν οὐ μικρός, μή ποτε οἵ ποτε ἐφεδρεύοντες τῇ ἐκκλησίᾳ τῆς μητροπόλεως ἡμῶν καὶ βουλόμενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, καιροῦ νῦν λαβόμενοι, τὴν πολλῷ καμάτῳ κατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέβειαν ταῖς παρʼ ἑαυτῶν πονηραῖς διδασκαλίαις ἐκριζώσωσι, καὶ ταύτης τὴν ἑνότητα κατατέμωσιν, ὅπερ καὶ ἐπὶ πολλῶν ἐκκλησιῶν πεποιήκασιν. ἐπειδὴ δὲ καὶ γράμματα πρὸς ἡμᾶς ἀφίκετο τοῦ κλήρου, παρακαλοῦντα μὴ παροφθῆναι ἐν καιρῷ τοιούτῳ, περιβλεψάμενος ἐν κύκλῳ ἐμνήσθην τῆς ὑμετέρας ἀγάπης, καὶ τῆς ὀρθῆς πίστεως, καὶ τοῦ ζήλου ὃν ἔχετε ἀεὶ ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ. Καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον, παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν ἐκκλησιῶν καμάτοις καὶ τὸν παρόντα ἐπιθεῖναι, κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι, καὶ τῇ ὀρθῇ ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι, δόντας αὐτῇ μεθʼ ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα ὃν οὐδὲ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παῤῥησίαν πρὸς τὸν Θεὸν κτησόμεθα,1 καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις, πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ.

致友人额我略 谁能赐我如鸽子般的翅膀,或者我的衰年如何得以重新焕发,使我能够渡行到你们的爱心那里,既平息我对你们怀有的渴望,又诉说我心中的忧伤,并通过你们为我的患难寻求些许安慰?因为在有福的主教欧瑟伯安息之时,一种绝非微小的恐惧抓住了我们,生怕那些曾经伺机窥探我们大都市教会、企图以异端稗子充斥其中的人,如今趁着良机,以他们自出的邪恶教导,将历经艰辛播撒在众人心中的敬虔连根拔起,并割裂这教会的合一,正如他们已在许多教会中所做的那样。况且,教士们亦有书信送达我们,恳请在此时刻莫被遗弃;我环顾四周,便想起了你们的爱心、纯正的信仰,以及你们为上帝的众教会始终保持的热忱。 为此缘故,我差遣了亲爱的同工执事欧斯塔修,恳请你们庄重的德容,并恳求你们在为众教会所付出的全部辛劳之上,再添上当下的这一劳苦;通过相聚来慰藉我的衰老,并藉着与我们一同(若我们真配得与你们同担这美善之工)依照主的旨意为这纯正的教会提供一位能够引导主子民的牧人,从而重振它闻名遐迩的敬虔。因为我们眼前正有一人,是连你们自己也熟知的;我们若配得选定他,我深知我们必在上帝面前获得极大的坦然,并为那向我们呼求的子民立下极大的恩惠。但我再次并再三恳求你们,抛下一切迟疑前来相聚,赶在严冬的艰难临到之前。

§48

Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν, ἐπεὶ οἵ γε παρʼ ἡμῖν οὕτω κατέπτηξαν τὸν χειμῶνα, ὡς μηδὲ τὸ μικρότατον προκύπτειν τῶν δωματίων ἀνέχεσθαι. καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν, ὡς αὐτοῖς οἴκοις2 καταχωσθέντας δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. συγγνώσῃ οὖν πάντως ἡμῖν, τό τε ἄτολμον τῶν Καππαδοκικῶν ἠθῶν καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδʼ εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως μὲν γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρόν, πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός. πλὴν ἀλλʼ οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἡ δὲ Κωνσταντινούπολις ἔχει τὸν Δημόφιλον πολὺν ἤδη χρόνον, ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσι καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί σου. καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλλεῖται, ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταὐτὸν συνελθεῖν, καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι. οἱ δὲ ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων· ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέρας ἐξόδου, πολλὰ μὲν εἶπον λυπηρά, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν, βεβαιώσαντες ἡμῖν τὸ σχίσμα. εἰ μὲν οὖν τι γενήσεται βέλτιον, καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν ἢ τῷ Θεῷ. τὰ μὲν οὖν παρόντα τοιαῦτα. Ἡ δὲ λοιπὴ ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας, καὶ ἀνανεωθῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει.

致萨摩萨塔主教欧瑟伯 我们好不容易才寻得一位向您的敬虔之容传递信件的信使;因为我们这里的人对寒冬怕到了极点,甚至连探头出房门半步都无法忍耐。确实,我们被如此厚厚的大雪所封,以至于连同房屋一并被掩埋,已有两个月之久蜷缩在地下的洞穴之中。因此,您深知卡帕多西亚人的畏缩习性与身体的迟钝,若我们未能更快致信,未能将安提阿的事态呈报给您的尊长,您必当全然宽宥我们;当然,对您这般按理早已获悉之人而言,通报这些事本已陈旧而索然无味。然而,我们认为将已知之事再作禀报亦无妨害,便寄送了由读经士带来的信件。这些事且说到此为止。 君士坦丁堡拥有德谟菲鲁已有很长一段时间,正如送信之人本身所将报告的,且您的圣善必定也早已得知。关于他,凡前来的人皆异口同声纷传着某种正统与虔敬的假象,以致该城原本分裂的各派竟联合为一,附近的一些主教也接受了这种合一。然而我们自己的人却丝毫未比预期的好;他们在你们离开之后立刻紧接着出现,伤人的事说了许多,也做了许多,最终离去,从而将分裂在我们之间坐实。局面是否会有所好转,他们是否会停止作恶,除上帝之外无人知晓。眼前的情况便是如此。 其余的教会借着上帝的恩典保持着安宁,并祈求在春日里能于我地再次见到您,并通过您的良善教导得以更新。至于我的身体,也如常没有任何起色。

§49

Ἀρκαδίῳ ἐπισκόπῳ Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, γράμμασιν ἐντυχὼν τῆς εὐλαβείας ὑμῶν, καὶ εὔχομαι αὐτός τε τῆς ἐλπίδος, ἣν ἔχετε ἐφʼ ἡμῖν, ἄξιος εἶναι, καὶ ὑμᾶς τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. ὑπερήσθημεν δέ, ὅτι καὶ μέριμναν πρέπουσαν Χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε, καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, Εὐπρέπειαν οἴκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονὴν τὴν ἡτοιμασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσόμεθα, δηλονότι, τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ ἁγίου.

致主教阿尔卡狄 得览你们敬虔的来信,我向圣善的上帝献上了感恩;我祈求自己能配得上你们寄予我们的期望,也祈求你们因着在我们身上所致的敬意——这敬意是你们因着主耶稣基督之名归于我们的——而领受完全的赏赐。我们感到无比喜悦,因为你们承担了合乎基督徒身份的挂虑,为基督之名的荣耀建起了一座殿宇,并诚如经上所记真正爱慕了“主殿宇的华美”,从而为自己预备了在那安息中为爱慕基督之名者所存留的天上居所。我们若能搜求到殉道者的圣髑,我们自己也祈求能为你们的热忱略尽绵力。因为倘若“义人必被永远纪念”,毫无疑问,我们也必将分享那由圣者所赐予你们的美好纪念。

语法注2 条
  1. 47οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παῤῥησίαν πρὸς τὸν Θεὸν κτησόμεθα

    关系代词 οὗ 以前文的 ἄνδρα 为先行词,充当连接句子的连词性关系词。条件从句使用祈愿语气(εἰ καταξιωθείημεν,表示谦逊的假定),而主句在 οἶδα ὅτι 之后使用将来时直陈语气(κτησόμεθα),构成混合条件句,展现出在审慎假定之下的坚定信念。

  2. 48αὐτοῖς οἴκοις

    与格名短语 αὐτοῖς οἴκοις 属于伴随/包含性与格(dative of accompaniment),意为“连同房屋一起”、“家宅俱遭”,生动地描绘了大雪深覆乃至掩埋居所的情形。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:47-49