← 该撒利亚的巴西流

书信集

§3-4

请求惩治劫掠邻人与致谢奥林匹乌的馈赠

在第3封信中,巴西尔对收到坎迪迪亚努的来信表示宽慰与钦佩,并请求其协助处置安尼西粗鄙邻人暴力劫掠自家房产的恶行;在第4封信中,他幽默地责备奥林匹乌送来过厚的馈赠驱逐了与之相伴的“贫困”,并祝愿其早日康复。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

Κανδιδιανῷ Ὅτε εἰς χεῖρας ἔλαβον τὴν ἐπιστολήν σου, ἔπαθόν τι ἀκοῆς ἄξιον. εὐλαβήθην αὐτὴν ὥς τι δημόσιον προσαγγέλλουσαν, καὶ παρʼ ὃν ἐξέλυον καιρὸν τὸν κηρόν,1 ἐφοβούμην προσβλέπων, ὡς οὐδεὶς ἐν αἰτίαις ὢν Σπαρτιάτης Λακωνικὴν σκυτάλην. ἐπεὶ δὲ ἔλυσα, καὶ πάνθʼ ἕκαστα ἐπεξῆλθον, γελάσαι μοι ἐπῆλθε, τοῦτο μὲν ὑφʼ ἡδονῆς, τοῦ μηδὲν ἀκοῦσαι νεώτερον, τοῦτο δὲ πρὸς τὰ Δημοσθένους τὰ σὰ κρίναντι.2 ὅτι ὁ μέν, ἐπειδὴ ὀλίγοις τισὶ χορευταῖς καὶ αὐληταῖς ἐχορήγει, οὐκέτι ἠξίου Δημοσθένης, ἀλλὰ χορηγὸς ὀνομάζεσθαι· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ χορηγῶν καὶ μή (χορηγῶν μέντοι πλείοσι μυριάσι στρατιωτῶν ἢ ὅσοις ἀνδράσιν ἐκεῖνος παρέσχε τὰ ἐπιτήδεια), ὅς γε οὔθʼ ἡμῖν ἀπὸ τοῦ σχήματος ἐπιστέλλεις, ἀλλὰ τὸν εἰωθότα τρόπον· καὶ τῆς περὶ λόγους σπουδῆς οὐδὲν ὑφίεσαι, ἀλλὰ τὸ τοῦ Πλάτωνος, ἐν χειμῶνι καὶ ζάλῃ πραγμάτων, οἷον ὑπὸ τείχει τινὶ καρτερῷ ἀποστάς, οὐδενὸς θορύβου τὴν ψυχὴν ἀναπίμπλασαι· μᾶλλον δὲ οὐδὲ ἑτέρους ἐᾷς, τό γε σαυτοῦ μέρος. Καὶ τὰ μὲν σὰ τοιαῦτα, μεγάλα καὶ θαυμαστὰ τοῖς συνορᾷν δυναμένοις, καὶ πάλιν οὐ θαυμαστὰ τῷ πρὸς τὴν ὅλην προαίρεσιν τοῦ βίου κρίνοντι. ἄκουε δὴ καὶ τὰ ἡμέτερα, παράδοξά τε ὄντα καὶ ἀκολούθως ἡμῖν ἀπαντῶντα. Ἀνήρ τις ἄγροικος τῶν συνοικούντων ἡμῖν ἐν Ἀννήσοις, οἰκέτου μου τελευτήσαντος, οὐ συμβόλαιον τι πρὸς αὐτὸν εἰπὼν ἐσχηκέναι, οὐ προσελθών μοι, οὐκ ἐπαιτιασάμενος, οὐ παρʼ ἑκόντος ἀξιώσας λαβεῖν, οὐκ ἀπειλήσας εἰ μὴ λάβοι βιάσασθαι, ἀθρόον μετά τινων ὁμοίων αὐτῷ τὴν ἀπόνοιαν ἐπιθέμενος ἡμῶν τῇ οἰκίᾳ, τά τε γύναια τὰ φυλάττοντα συνέτριψε τύπτων, καὶ καταῤῥήξας τὰς θύρας ἐξεφόρησεν ἅπαντα, τὰ μὲν αὐτὸς λαβών, τὰ δὲ εἰς διαρπαγὴν τοῖς βουλομένοις προθείς. Ἵνʼ οὖν μὴ ὁ ἔσχατος ὅρος ἡμεῖς τῆς ἀσθενείας ὦμεν καὶ παντὶ δόξωμεν ἐπιτήδειοι πρὸς ἐπιχείρησιν, ἣν ἐν πᾶσι τοῖς πράγμασιν ἡμῶν σπουδὴν ἐπιδέδειξαι, καὶ νῦν εἰσενέγκασθαι παρακλήθητι. μόνως γὰρ ἂν ἡμῖν οὕτω τὸ ἄπραγμον σώζοιτο, εἰ τῷ σῷ δραστηρίῳ συντεταγμένοι εἴημεν. γένοιτο δʼ ἂν ἡμῖν ἀρκοῦσα δίκη, εἰ διὰ τοῦ παγάρχου συλληφθεὶς ἐν τῷ δεσμωτηρίῳ βραχὺν κατακλεισθείη χρόνον. καὶ γὰρ οὐχ ὑπὲρ ὧν πεπόνθαμεν ἀγανακτοῦμεν μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ λοιπὸν ἀσφαλείας δεόμεθα.

致坎迪迪亚努 当我手中接到你的来信时,有了一番颇值得一听的经历。我提心吊胆,仿佛它宣告着某种官方指令;在揭开封蜡之时,我注视着它满心恐惧,任何被控有罪的斯巴达人面对拉哥尼亚暗号杖时都未曾如此恐惧。然而,当我拆开信封并逐字阅毕时,笑意油然而生:一方面是因为未曾听到任何坏消息而心生喜悦,另一方面则是因为将你的作为与德摩斯梯尼相比。盖因后者仅为区区数名舞者和笛手充任歌队资助人,便不再屑于被称为德摩斯梯尼,而要被称为“歌队统领”;然而你无论充任与否,都始终如一(尽管你资助的军队士卒达数万人之多,远非他所供养的人数可比)。你给我们的来信并非出于官威官架,而是循着素常的亲切风格;你在研读言论上的热忱未见丝毫松懈,正如柏拉图所言,在世事的狂风巨浪之中,你仿佛退隐在坚固的高墙之下,使自己的灵魂不染丝毫喧扰;甚至就你而言,你亦不让旁人陷入扰乱之中。 你的这些作为,在能洞察全局之人眼中乃是伟大而令人惊叹的,但对于依循你毕生志向来判断之人而言,又不足为奇。如今也请听听我们这边的事吧——既是离奇之变,又确乎合乎情理地临到我们身上。 在安尼西与我们比邻而居的一名粗鄙汉子,在我的一名仆人离世后,既未曾声称与他有任何契约往来,未曾前来见我,未曾正式提出指控,未曾要求在我自愿之下受领款物,亦未曾威胁若得不到便诉诸武力,竟与几名同他一般狂悖之徒突然袭击了我们的宅邸,毒打折磨了留守的弱女子,砸碎门扉,将家资劫掠一空;他自己取走一部分,其余则抛置一地,听任众人哄抢。 因此,为了使我们不致沦为软弱无能的至极象征、不致在任何人眼中都成为任人欺凌的目标,恳请你如今也倾注那曾为我们各项事务展现出的热忱。唯有依傍你雷厉风行的庇护,我们的清修生活方能得以保全。若能由乡村官吏将他捕获并短时监禁在狱中,对我们而言便已是充分的惩戒;因为我们不仅是在为所受的侵害而义愤填膺,更是为了今后的安全着想。

§4

Ὀλυμπίῳ Οἷα ποιεῖς, ὦ θαυμάσιε, τὴν φίλην ἡμῖν πενίαν καὶ φιλοσοφίας τροφὸν τῆς ἐσχατιᾶς ἀπελαύνων; οἶμαι γὰρ ἄν σε καὶ ἐξούλης γραφὴν ὑπʼ αὐτῆς φεύγειν,3 εἴ τις αὐτῇ προσγένοιτο λόγος· ὅτι τούτῳ συνοικεῖν εἱλόμην ἐγὼ νῦν μὲν τὸν Ζήνωνα ἐπαινοῦντι, ὃς ναυαγίῳ πάντα ἀποβαλὼν οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλʼ, εὖγε, εἶπεν, ὦ τύχη, συνελαύνεις ἡμᾶς εἰς τὸ τριβώνιον, νῦν δὲ τὸν Κλεάνθην μισθῷ ὕδωρ τοῦ φρέατος ἀπαντλοῦντα, ὅθεν αὐτός τε διέζη καὶ τοῖς διδασκάλοις μισθοὺς ὑπετέλει. τὸν δὲ Διογένην οὐδὲ ἐπαύσατό ποτε θαυμάζων τοῖς παρὰ τῆς φύσεως μόνοις ἀρκεῖσθαι φιλοτιμούμενον, ὡς καὶ τὸ κισσύβιον ἀποῤῥῖψαι, ἐπειδήπερ παρὰ παιδὸς ἐδιδάχθη κοίλαις ταῖς χερσὶν ἐπικύπτων πίνειν. ταῦτα ἄν σοι καὶ τὰ τοιαῦτα ἡ σύνοικος ἡμῖν πενία μέμψαιτο, ταῖς μεγαλοδωρεαῖς ἐξοικισθεῖσα νῦν. προσθείη δὲ καὶ ἀπειλήν τινα· ὅτι, εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν ἢ Ἰταλιῶτιν τρυφὴν ἀποδείξω τὰ πρότερα·4 οὕτω σε ἀκριβῶς τοῖς παρʼ ἐμαυτῆς ἀμυνοῦμαι. Καὶ ταῦτα μὲν δὴ τοιαῦτα. ἥσθην δὲ ἀκούσας ἦρχθαί σε τῆς θεραπείας ἤδη, καὶ εὔχομαί σε ὄνασθαι αὐτῆς. πρέποι δʼ ἂν τῇ ἱερᾷ σου ψυχῇ ἄλυπος ὑπηρεσία σώματος.

致奥林匹乌 卓绝的可敬之人啊,你将我们亲爱的“贫困”——这哲学的乳母——驱逐出这偏僻之地,所行何事啊!我想,倘若她能开口言语,你甚至要面临她提起的强占驱逐之诉了。因为她会说:“我选择与这人同住,他时而称颂芝诺——芝诺在海难中丧失一切却无半句卑怯之辞,反而说道:‘太好了,命运之神,你竟将我们驱策到了这件粗布斗篷上!’;时而称颂克莱安特斯——他受雇从井中汲水,以此维持生计并向师长支付束脩;而对于狄奥根尼,他更是赞叹不已——狄奥根尼以仅凭自然所赋而自足为荣,甚至在受教于一个孩童而学会俯身用双手捧饮后,便连木碗也弃之不用。”如今因你的厚重馈赠而被迫迁出的同居伙伴“贫困”,定会向你发出这番及诸如此类的谴责。她或许还会加上一句威胁:“倘若我再在此处捉到你,我定要叫他从前的清苦相比之下宛如西西里或南意大利的奢靡;看我如何用属于我自己的手段将你严加报复!” 这些且就说到这里。听闻你已开始接受治疗,我深感欣慰,并祈愿你能从中得益;对于你神圣的灵魂而言,肉体毫无痛苦的服役方是相称的。

语法注4 条
  1. 3παρʼ ὃν ἐξέλυον καιρὸν τὸν κηρόν

    介词 παρὰ 支配宾格表示时间的同时性(“在……之际”),关系代词 ὃν 与其先行词 καιρόν 构成了跨词修饰(hyperbaton)。意为“在我揭开封蜡的那段时间里”。

  2. 3τοῦτο δὲ πρὸς τὰ Δημοσθένους τὰ σὰ κρίναντι

    分词 κρίναντι 为与格,与前文的与格代词 μοι(见 γελάσαι μοι ἐπῆλθε)保持一致,表达引发发笑的原因或视角。介词 πρὸς 表示比较的基准(“与……相对比”),意即“因将你的作为与德摩斯梯尼的作为相比照”。

  3. 4ἐξούλης γραφὴν ὑπʼ αὐτῆς φεύγειν

    雅典法律诉讼习语。γραφή 指公诉,ἐξούλης 为罪名属格,指非法强占驱逐(ejectment)或阻碍财产强制执行。动词 φεύγω 在法律语境下作及物动词(接宾格诉名),意为“成为被告”、“被起诉”。此处将“贫困”拟人化,指其作为原告向奥林匹乌提起驱逐诉讼。

  4. 4ὅτι, εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν ἢ Ἰταλιῶτιν τρυφὴν ἀποδείξω τὰ πρότερα

    连词 ὅτι 用作直接引语标记(recitativum)。条件句中,从句使用祈愿语气过去时(εἴ... λάβοιμι),而主句为了强调威胁的必然性采用了直陈语气将来时(ἀποδείξω),构成生动的混合条件句。主句动词带有双重宾格(τὰ πρότερα 为直接宾语,Σικελικὴν ἢ Ἰταλιῶτιν τρυφήν 为宾语补足语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:3-4