- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:46#4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者告诫堕落的童女,令其回想临终的痛苦及但以理异象中所见末日审判的恐怖刑罚,同时劝勉她当即悔改,因上帝正如善牧和浪子慈父一般,随时准备接纳并赦免痛悔的罪人。
Λάβε δὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις), καὶ συνοχήν, καὶ πνιγμόν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην, καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν, καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπʼ αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπʼ ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησίν, ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ, πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾄδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραί, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια. Ταῦτα φεύγειν ἔξεστι νῦν. ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδὲ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῷσαι. δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ. ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν ὁ Λόγος βοᾷ καὶ κέκραγε· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἔστιν οὖν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλʼ εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. οὐ ψεύδεται εἰπών· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος, ὃς οὐδὲ μονωτάτης, ἀλλὰ πάντων τῶν δεδουλωμένων τῇ ἁμαρτίᾳ ἐστὶν ἕτοιμος ἐλευθερωτής. ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. τίς οὖν ἐστί σοι πρόφασις, ἤ τινι ἄλλῳ, ταῦτα αὐτοῦ βοῶντος; βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς, καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλός, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει, οὐδʼ ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός. Ἕστηκεν ὁ Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. μόνον ἀνάλυσον, καὶ ἔτι σου μακρὰν οὔσης προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην1 τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι· καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου τῆς εἰρήνης. καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις. καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. Ἀμὴν γὰρ λέγω, φησίν, ὑμῖν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων,2 ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς Πατὴρ ὑπὲρ σοῦ ἀπολογήσεται λέγων, Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη ἡ θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα καὶ εὑρέθη.
当将末日记在心间(因你绝非能独自永生),并记念窘迫、窒息、死亡的时刻、上帝紧迫的判决、催逼的使者、身处其间而极度惊惶且被罪恶的良知严酷鞭挞的灵魂、对尘世之物可怜的顾盼,以及踏上那漫长旅程无可推卸的必然。请在你的心思中为我描绘普世生命的最终结局,那时上帝之子将同他的众使者在荣耀中降临。因为他必降临,决不保持沉默;那时他来要审判活人与死人,并照各人的行为报应各人;那时那号筒吹响浩大而可畏的声音,唤醒自古以来长眠的人,行善的必复活得生,作恶的必复活定罪。且记念但以理的神视,看他如何将那审判呈现在我们眼前:“我观看,”他说,“见有宝座设立,上头坐着亘古常在者。他的衣服洁白如雪,头发如纯净的羊毛。他的车轮乃是烈火。从他面前有火像河发出;事奉他的有千千,侍立在他面前的有万万。审判者坐着,案卷都展开了。”这些案卷将美善的、邪恶的、显明的、隐秘的、作为、言语、意念,一切事物顿时清晰地揭示出来,使所有人,无论是使者还是世人,都能听闻。面对这些,那些作恶度日之人该当落入何等境地?那在如此众多目击者眼前赫然满载羞辱而现身的灵魂,究竟能藏身何处?在那有不灭之火、有永施惩戒之虫、有阴间幽暗可怕的深渊、有痛苦的哀号、凄厉的号哭、哀哭与切齿,且灾祸永无止境之地,灵魂又将以何等身体去承受那些无穷无尽、难以忍受的鞭笞?死后既无从脱离这些,亦无任何计谋或机巧能逃脱这严酷的刑罚之所。 然而,如今尚可逃避这些。趁着还有机会,让我们从跌倒中奋起,只要我们从恶行中转回,就切莫对自己绝望。耶稣基督降世,为要拯救罪人。“来啊,我们要俯伏敬拜,跪拜在他面前,在他面前哭泣。”那呼召我们悔改的道大声呼喊:“凡劳苦担重担的人,可以到我这里来,我就使你们得安息。”因此,只要我们愿意,便有拯救之路。死亡虽曾凭借威势将人吞噬,但你当确知,上帝已从一切悔改之人的脸上再次擦去一切眼泪。主在他一切话语上都是信实的。他说:“你们的罪虽像朱红,我必使它白如雪;虽像丹颜,我必使它白如羊毛。”他说这话绝不虚妄。灵魂的大医士已准备好医治你的创伤,他随时准备成为不仅是你一人的、更是成为一切作罪之奴仆者的解救者。那是他的言语,那甘甜而施救的圣口说道:“康健的人用不着医生,有病的人才用得着。我来本不是召义人,乃是召罪人悔改。”当他如此呼喊之时,你或其他人还能有什么托词呢?主愿洁净你伤口的痛楚,在黑暗中指引你见光。那舍下未曾迷失之羊的善牧正在寻找你。你若献出自己,这位爱世人者必不迟疑,也不轻视用他自己的肩膀将你驮起,因找着了他迷失的羊而欢喜。 天父正站立着,等待你从迷途中归来。只要你转回,相离还远,他就必跑去抱着你的颈项,用亲切的亲吻连连拥抱那已被悔改洁净之人。他必将那上好的袍子,给那脱去旧人及其行为的灵魂穿上;将戒指戴在那洗净死亡之血的双手上,将鞋穿在那转离恶道、奔向平安福音之路的双脚上。他必向属他自己的众使者与世人宣告欢喜快乐的日子,并以各种方式庆贺你的得救。主说:“我实在告诉你们,一个罪人悔改,在天上上帝面前就为他欢喜。”即便自以为站立得稳的人中有人因你如此迅速获接纳而提出指责,良善的父自己也必为你辩护说:“理当欢喜快乐,因为我这个女儿是死而复活、失而又得的。”
- 46καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην
动词 ἐνδύσει(ἐνδύω 的将来时)支配双宾格:既带表示穿上衣物的宾格 στολὴν... τὴν πρώτην(呼应路加福音 15:22 的“上好袍子”),又带表示被穿衣者的宾格 ψυχὴν(灵魂)。修饰 ψυχὴν 的分词 ἀπεκδυσαμένην 为中间态,表示“脱去(自己身上的)”。
- 46κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων
κἄν(即 καὶ ἐάν)引导让步从句(“即使……”),搭配虚拟语气动词 ἐγκαλέσῃ。名词化分词短语 τῶν ἑστάναι δοκούντων 意为“自以为站得稳的人”,呼应哥林多前书 10:12(ὁ δοκῶν ἑστάναι),暗指浪子比喻中自以为义的兄长一类人物。
