← 该撒利亚的巴西流

书信集

§46#3

对引诱者的谴责与悔改的劝勉

作者援引先知书痛斥堕落童女的背信,驳斥了引诱者的狡辩并严厉定罪其亵渎恶行,继而以圣经中的诸多例证劝勉其悔改并寻求灵魂的医治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46#3

Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον· τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. Ὅτι διέλθετε, φησί, νήσους Χεττιείμ, καὶ ἴδετε· καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. ἡ δὲ παρθένος ἠλλάξατο τὴν δόξαν αὐτῆς, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῆς. ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. λέγει καὶ νῦν ὁ Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ἡ παρθένος· ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν τὸν ἅγιον ψυχῶν ἁγίων νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς, καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ. ἐμοῦ δὲ ἐπελάθετο, καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο, ἐξ οὗ οὐκ ὠφεληθήσεται. Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς τὴν θάλασσαν, ἢ ὅτι ἐσκανδάλισε1 τὴν παρθένον Κυρίου τις. δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη, ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιῤῥῖψαι; ἢ ποῖος λῃστὴς ἐπὶ τοσοῦτον ἀπονοίας προήχθη, ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατʼ εἰκόνα Θεοῦ πεποιημένην; τίς ἀπʼ αἰῶνος ἤκουσται ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας;2 ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας, καὶ τὸ πνεῦμα τῆς παρθενίας καθυβρίσας; ἀλλʼ ἐβούλετο, φησίν, ἐκείνη· καὶ οὐκ ἄκουσαν ἐβιασάμην αὐτήν. καὶ γὰρ ἡ δέσποινα ἡ ἄσωτος ἡ Αἰγυπτία αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη, ἀλλʼ οὐκ ἐνίκησε τὴν ἀρετὴν τοῦ σώφρονος ἡ μανία τῆς ἀκολάστου, οὐδὲ χερσὶν αὐτῆς βιαζομένης πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη. ἀλλʼ ἐκέκριτο ἐκείνῃ τοῦτο,3 φησίν, καὶ οὐκέτι ἦν παρθένος· καὶ εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη. καὶ γὰρ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησίν, ἔδει παραδοθῆναι, ἀλλʼ οὐαὶ δι’ οὗ παρεδόθη· καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλʼ οὐαὶ δι’ οὗ ἔρχεται. Ἐπὶ τούτοις, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διὰ τί ἀπέστρεψεν ἡ παρθένος ἀποστροφὴν ἀναιδῆ, καίτοιγε ἀκούσασα Χριστοῦ τοῦ νυμφίου διὰ Ἱερεμίου λέγοντος· Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; ἦ καὶ πολλὰ μὲν ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα· τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα, τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων δόγματα, τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς ὑποδείγματα, τὴν δραχμήν, τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ τῶν πορνῶν, τὸν ἀπολωλότα καὶ εὑρεθέντα, τὸν νεκρὸν καὶ πάλιν ἀναζήσαντα. τούτοις χρησώμεθα τοῦ κακοῦ ἀλεξήμασι, διὰ τούτων τὴν ψυχὴν ἑαυτῶν ἰασώμεθα.

这乃是世间诸般恶事中无与伦比的巨恶,是人生中前所未有的狂妄行径。主说:“且渡到基提海岛去察看,打发人往基达去,切实思想,曾有这样的事没有!各族可曾换了他们的神?其实那些并不是神。”然而童女却换了她的荣耀,她的荣耀是在她的羞辱之中。诸天因此惊愕,大地甚是战栗。主如今仍说:“童女作了两件恶事:她离弃了我这圣洁灵魂之真实、圣洁的新郎,竟逃向那将灵魂与肉体一同败坏的不虔与不法之徒。她离开了作她救主的上帝,将自己的肢体献给不洁与不法作奴仆。她忘记了我,追随她的情人而去,却必不能从他那里得到任何益处。” 若是把驴拉的磨石套在他的颈项上,将他投入大海,倒比有人使主的童女绊倒强得多。狂妄的奴仆难道竟发疯到敢将自己抛在主人的床上吗?又有什么盗贼被逼至如此狂乱的地步,竟敢染指上帝的供奉之物本身——并非无生命的器皿,而是有照着上帝形象受造的灵魂居于其中的活泼身体?古往今来,何曾听说有人胆敢在正午之光天化日之下、在市井中心,将不洁公猪的形貌题刻于君王的肖像之上?人若干犯人间的婚姻,凭两三个见证人的口,尚且不得怜恤而死;你们想,那践踏上帝之子、玷污那许配给他的新妇、羞辱童贞之灵的人,该受怎样更重的刑罚呢?然而他说:“是她自己愿意的,我并未勉强不顺从的她。”确实,那放荡的埃及女主妇自己也曾为俊美的约瑟发狂,但淫荡妇人的癫狂未能胜过端庄之人的美德,即便她亲手强逼他去行不法,他也未受胁迫屈从。然而他又辩解道:“她已心意已决,早已不再是童女;即便我不愿意,她也会在别人手中败坏。”然而经上分明说:“人子固然要被交出,但那交出人子的人有祸了!绊倒人的事免不了要来,但那带来绊倒之人有祸了!” 面对这些,“人跌倒,不再起来吗?人转去,不再转回吗?”童女为何竟如此厚颜无耻地背转离去,何况她分明听见新郎基督借耶利米之口说道:“她行了这一切淫乱的事以后,我曾说:‘归向我吧!’她却不归向我。”“在基列岂没有乳香呢?在那里岂没有医生呢?我百姓的女子为何不得医治呢?”的确,在神圣经卷中,你定能找到抵御邪恶的诸多良方,找到脱离毁灭归向救赎的诸多灵药:关乎死亡与复活的奥秘,关乎可怕审判与永远刑罚的言语,关乎悔改与赦罪的教训,以及那无数悔改转回的典范——那银币、那羊,以及与娼妓一同挥霍家产、失而复得、死而复生的儿子。让我们用这些良方抵御邪恶,借着这些来医治我们自己的灵魂吧。

语法注3 条
  1. 46Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς τὴν θάλασσαν, ἢ ὅτι ἐσκανδάλισε

    非人称动词未完成过去时 συνέφερεν(意为“本是于他更有利的”)构成非现实条件句,后接表示比较的连词 ἢ(“比……”)。尽管省去了比较副词 μᾶλλον,但动词 συμφέρω 本身所蕴含的“优于、胜于”的比较含义引出了 ἢ。后半句 ἢ ὅτι ἐσκανδάλισε ... τις 充当比较的第二项(“比有人绊倒……强”),此句式直接脱胎于福音书类似经文(太 18:6,路 17:2)。

  2. 46τίς ἀπʼ αἰῶνος ἤκουσται ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας;

    此句为动词 ἀκούω 的被动完成时 ἤκουσται 与作补足成分的分词 τολμήσας 构成的人称句式(“从古至今何曾有人被听说竟敢……”)。该结构是主动语态 ἀκούω τινὰ τολμήσαντα(听闻某人胆敢……)的被动转写;不定词 ἐπιγράψαι 则附属于分词 τολμήσας,作其补足语。

  3. 46ἀλλʼ ἐκέκριτο ἐκείνῃ τοῦτο

    动词 κρίνω 的过去完成被动态三人称单数 ἐκέκριτο,搭配表示动作发出者的与格 ἐκείνῃ(“被她”),构成非人称表达:“但这事早已由她决定了(即她早已心意已决)”。此处为作者引述引诱者推卸罪责的狡辩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:46#3