- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:46#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者质问堕落的童女,唤起她对往昔端庄品行、属灵团契及与基督婚约的记忆,严厉谴责她的背叛带给神以及属灵导师(保罗)的深重悲痛。
Ποῦ δὲ σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ἦθος, καὶ ἐσθὴς λιτὴ παρθένῳ πρέπουσα, καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἡ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης, καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα; ποσάκις ἐν προσευχαῖς ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον ἴσως ἐξέχεας δάκρυα; πόσα δὲ γράμματα πρὸς τοὺς ἁγίους ἐχάραξας, δι’ ὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύτης φθορᾶς, ἐπιτύχῃς, ἀλλʼ ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; ποσάκις δὲ δῶρα τοῦ νυμφίου ἐδέξω; τί δεῖ καὶ λέγειν τὰς δι’ ἐκεῖνον παρὰ τῶν ἐκείνου τιμάς; τὰς μετὰ παρθένων συμβιώσεις; τὰς σὺν ἐκείναις προόδους; τὰς παρὰ παρθένων δεξιώσεις; τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; τὰς παρθενικὰς εὐλογίας; τὰ ὡς πρὸς παρθένον γράμματα; ἀλλὰ νῦν ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας, καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, ἣ πρὸς καιρὸν μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις. Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; πῶς δὲ οὐκ ἂν αὐτὸς ὁ Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων· Εἶδες ἃ ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς καὶ διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην. αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους, καὶ ζῶντος ἐμοῦ τοῦ ἀνδρός, μοιχαλὶς χρηματίζει, καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ. τί δὲ ἄρα ὁ νυμφαγωγός, ὁ θεῖος καὶ μακάριος Παῦλος, ὅ τε ἀρχαῖος ἐκεῖνος, καὶ ὁ νέος οὗτος ὑφʼ ᾧ μεσίτῃ καὶ διδασκάλῳ τὸν πατρῷον οἶκον καταλιποῦσα τῷ Κυρίῳ συνήφθης;1 ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος; Φόβος γὰρ ὃν ἐφοβούμην ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. ἐγὼ μὲν γάρ σε ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτὲ τὰ νοήματά σου. διά τοι τοῦτο μυρίαις μὲν ἐπῳδαῖς ἐπειρώμην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην, καὶ τὸν βίον ἀεὶ τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνʼ ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καὶ ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ, πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν, λέγων, Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. καὶ δὴ καὶ τὴν ἐκ τῶν προσευχῶν μου προσετίθουν ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σου τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. ἀλλὰ γὰρ εἰκῆ ταῦτα πάντα κεκοπίακα εἰς σέ, καί μοι πικρὸν ἐξέβη τῶν γλυκέων ἐκείνων πόνων τὸ πέρας· καὶ στένειν ἀνάγκη πάλιν ἐφʼ ᾗ ἔδει με χαίρειν.2 ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως, τῆς Εὔας πικρότερον. ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα· καὶ τὸ φρικῶδες ἐκεῖνο, ὃ καὶ εἰπεῖν ὀκνῶ, καὶ σιωπᾷν οὐ δύναμαι (ἔστι γὰρ ὡς πῦρ καιόμενον καὶ φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν), ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας μέλη πόρνης.3
你那庄重的仪态如今何在?那端庄的品行、合于童女的朴素衣裳、因羞怯而泛起的秀美红晕,以及因克制与守夜祷告而绽放、比任何红润气色都更为皎洁动人的端丽苍白,又何在呢?为了保守童贞无瑕,你或许曾在祈祷中多少次流下眼泪?你曾向圣徒们写了多少信函,借此恳请他们为你祈求,不是为了让你获得人间的婚姻——或者不如说是这可耻的堕落——而是为了让你不至于从主耶稣那里跌落?你曾多少次领受新郎的赏赐?又何须再提因他之故从属他之人那里所受的尊荣?何须再提与童女们的共同起居、与她们同行的漫步、来自童女们的欢迎、对童贞的赞颂、童女的祝福,以及作为致童女之信的诸多书信?然而如今,你接受了那空中之灵的些许气息——就是如今运行在悖逆之子心中的灵——便否认了这一切,将那珍贵而令人渴求的产业换取了短暂的享乐;这享乐眼前虽润滑你的喉咙,日后你却会发现它比苦胆更为苦涩。 面对这些事,谁能不悲叹着说:“忠信之城锡安怎会成了妓女?”主自己又怎会对如今活在耶利米之灵中的某人说:“你看见以色列的童女向我所行的是什么了吗?我以信实和不朽、以公义和公平、以慈爱和怜悯将她聘归我自己,正如我借先知何西阿向她所应许的那样。然而她却爱上了外人;我这丈夫尚且活着,她便被称为淫妇,归了别人竟毫无惧色。”那引新妇者,神圣而蒙福的保罗——无论是古时的那位,还是如今这位作为中保与师长、让你离开父家并与主联合的保罗——又会如何呢?面对如此巨大的祸患,他们两人岂不都会痛心疾首地说道:“我所恐惧的临到了我,我所惧怕的迎面而来。因为我曾把你许配给一个丈夫,要把你如同贞洁的童女献给基督;我始终害怕,正如蛇用诡计欺骗了夏娃一样,你的心智何时会遭到败坏。正因如此,我始终尝试用无数属灵的训诫来平息情欲的骚乱,用无数的戒备来守护主的新妇,不断详述未婚女子的生活,说明唯有未婚的才挂虑主的事,好使她在身体和心灵上都圣洁。我指明童贞的尊严,称你为神的殿,以此仿佛给你的热忱插上翅膀,将你提升向耶稣,并以对可怕刑罚的恐惧来扶助你不至跌倒,说:‘若有人毁坏神的殿,神必要毁坏那人。’我更附加上来自我祈祷的保障,但愿在我们的主耶稣基督降临时,你的身子与魂与灵都能全然无可指摘地蒙保守。然而这一切,我竟都在你身上徒然劳苦了,那些甘甜劳碌的结局对我而言成了苦涩;我不得不再次为本该让我喜悦的她而叹息。因为看哪,你被蛇所欺骗,比夏娃更为凄惨。败坏的不仅是你的心智,连同心智在内的肉体本身也已败坏;更有那令人战栗的事,我甚至难于启齿却又无法缄默(因为它如同在我骨中焚烧的烈火,我四面瘫软无力承受):你竟取了基督的肢体,将它们作为妓女的肢体。”
- 46ὁ νέος οὗτος ὑφʼ ᾧ μεσίτῃ καὶ διδασκάλῳ τὸν πατρῷον οἶκον καταλιποῦσα τῷ Κυρίῳ συνήφθης
这是修饰新娘引伴“神圣而蒙福的保罗”的两个同位成分中的后者。相对于历史上的使徒保罗(ὁ ἀρχαῖος ἐκεῖνος),“如今这位保罗”(ὁ νέος οὗτος)指代书信作者本人或当事人的直接灵修导师。介词短语 ὑφʼ ᾧ 中,关系代词 ᾧ 与同位名词 μεσίτῃ καὶ διδασκάλῳ 格位一致,意为“在该中保与导师的带领下”。
- 46στένειν ἀνάγκη πάλιν ἐφʼ ᾗ ἔδει με χαίρειν
这是关系代词 ᾗ 省略了指示先行词(ταύτῃ)的紧缩结构(即 ἐπὶ [ταύτῃ] ᾗ)。阴性单数与格 ᾗ 指向该童女本人,整句意为“为那本该令我喜悦的女子再次叹息”。
- 46ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας μέλη πόρνης
此句脱胎自《哥林多前书》6:15(ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη;)。不定过去时分词 ἄρασα(αἴρω 的阴性单数主格)表示先于或伴随主要动词 πεποίηκας 的动作,构成了极为强烈的谴责,意为“取走/夺去基督的肢体,将其变作妓女的肢体”。
