← 该撒利亚的巴西流

书信集

§46#1

哀悼堕落的童女并唤起誓约之忆

作者援引先知耶利米的哀歌,痛陈献身基督的新妇背弃誓约坠入奸淫所造成的灵性毁灭,借非尼哈与施洗约翰的公义义愤,唤起她对昔日当众的美好誓约以及与家人同修禁欲生活的记忆,督促其悔改。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46#1

Πρὸς παρθένον ἐκπεσοῦσαν Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο, καὶ εἰπεῖν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου; εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγή, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ καὶ τῷ καιρίῳ τῆς πληγῆς1 ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλʼ οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτον πτῶμα χρή. εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶν συμφοράν; Οἱ τραυματίαι σου, φησίν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου. ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα. Ἦ μεγάλα ἂν στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, οἵ γε ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες, πάλαι μέν· Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, διὰ δὲ τῶν ἁγίων εὐαγγελίων ὅτι· Πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ Δεσπότου τὴν νύμφην, ἧς ἡ κεφαλὴ ὁ Χριστός. στενάξειε δʼ ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύματα· Φινεὲς μὲν ὁ ζηλωτής, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι, σωματικῶς ἐκδικῆσαι τὸ μύσος· ὁ δὲ βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται καταλιπὼν τὰς ἄνω διατριβάς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καὶ εἰ παθεῖν τι δέοι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον ἢ τὴν παῤῥησίαν· τάχα δὲ μᾶλλον, εἴπερ καὶ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ, καὶ νῦν βοᾷ καὶ κέκραγε μεῖζον ὁ Ἰωάννης ἢ περὶ τῆς Ἡρωδιάδος τότε· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ γάρ, εἰ τὸ σῶμα Ἰωάννου, κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο καὶ ἡ γλῶσσα σιγᾷ, ἀλλʼ Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. ὁ γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παῤῥησίαν προαγαγών, τί ἂν πάθοι2 τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα; Ἀλλὰ σὺ τῆς θείας ἐκείνης συναφείας τὸν ζυγὸν ἀποῤῥίψασα, καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς, οὐδέ τίς ἐστί σοι τρόπος οὐδὲ μηχανὴ τὸ δεινὸν τοῦτο συγκαλύψαι, ὁμόσε τῇ τόλμῃ χωρεῖς.3 καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν ἀληθινὸν νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, ἣ πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα. Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. μνήσθητι τῆς σεμνῆς συνοδίας, καὶ ἱεροῦ παρθένων χοροῦ, καὶ συναγωγῆς Κυρίου, καὶ Ἐκκλησίας ὁσίων· καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἔτι καὶ ἀκμαζούσης τὴν ἀρετήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης, καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τὰ τῆς συνηθείας· καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως ἐκκαλουμένης. μνήσθητι τούτων, καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετʼ ἐκείνων χορείας, καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς, καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος· μνήσθητι ἡμερῶν ἀθορύβων, καὶ νυκτῶν πεφωτισμένων, καὶ ᾠδῶν πνευματικῶν, καὶ ψαλμῳδίας εὐήχου, καὶ προσευχῶν ἁγίων, καὶ ἁγνῆς καὶ ἀμιάντου κοίτης, καὶ παρθενικῆς προόδου, καὶ ἐγκρατοῦς τραπέζης, καὶ καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι.4

致堕落的童女 如今正是大声呼喊先知那句话的时候,说:“但愿我的头为水,我的眼为泪的泉源,我好为我百姓之女受伤的人痛哭!”因为即使深沉的寂静笼罩着他们,他们因可怕的打击而彻底陷入昏迷,因伤口的致命性甚至已被剥夺了对痛苦本身的感觉,但我们绝不应当不流泪地放过如此巨大的跌倒。假若耶利米曾判定那些在战事中肉体受创的人值得万般哀歌,那么面对灵魂如此巨大的灾难,人又能说些什么呢?经上说:“你的被刺透者并非被刀剑所刺,你的死者并非战死。”但我所哀叹的,是真正死亡的毒刺——严酷的罪孽,以及恶者那将灵魂连同肉体一同野蛮焚尽的燃烧火箭。 神圣的律法若垂顾地上如此巨大的罪孽,定当发出沉痛的叹息;律法始终在禁止并呼喊着,古时说:“不可贪恋你邻舍的妻子”,又藉着神圣的福音书说:“凡看见妇女就动淫念的,这人心里已经与她犯奸淫了。”然而如今律法却看见主的新妇本身、那以基督为头的新妇,竟毫无顾忌地被人奸淫。圣者们的灵魂本身也必当叹息:热心的非尼哈必当叹息,因为他如今无法手执长矛,在肉身上对这污秽施行惩治;施洗约翰也必当叹息,因为他无法离开天上的居所,如同当年离开旷野一般,奔去斥责这不法之事,若必须遭受什么,宁可舍弃头颅也不愿放弃直言无忌。但或许倒不如说,倘若他自己果真也像蒙福的亚伯一样,虽死了却仍向我们说话,约翰如今比当年针对希罗底时发出更大声的呼喊与怒吼:“你占有她是不合理的!”因为即使约翰的身体依照自然的必然承受了神圣的定则而舌头归于沉默,然而“神的道却不被捆绑”。一个人在同为奴仆之人的婚姻遭废弃时,尚且将直言推至死亡的境地,当他目睹关乎主之圣洁内室的如此侮辱时,又岂能不悲愤填膺呢? 然而你抛弃了那神圣结合的轭,逃离了真正君王无瑕的内室,可耻地陷入了这卑鄙且不敬的败坏;既然你既无法逃脱这痛苦的指控,又没有任何手段或机巧来掩盖这可怕的罪行,你便公然走向了蛮横与狂妄。正如不敬虔的人陷入罪恶的深渊后便自暴自弃、轻蔑一切,你竟然否认与真正新郎所立的誓约,喊叫说自己既不是童女,也从未许下诺言——而你分明接受过许多童贞的印记,也展现过许多童贞的明证。 当记念你在神、天使和世人面前所承认的美好见证。当记念那庄严的聚会、圣洁的童女诗班、主的会众以及圣徒的教会;当记念在基督里年迈却在美德上仍显青春蓬勃的外祖母;当记念在主里与她竞相效法、以罕见非常之辛劳奋力破除世俗习俗的母亲;当记念在某些方面仿效她们、在另一些方面甚至立志超越她们、以童贞的卓越凌驾于先辈功业之上,并在言语和生活上殷切召唤你这位姐妹——正如她所深信的那样——加入同等竞逐的姐妹。当记念这些事,记念与她们一同在神面前如天使般的舞蹈、在肉身中的属灵生命,以及在地上如在天上的生活方式;当记念宁静的白昼、光明的夜晚、属灵的诗歌、悠扬的咏诗、圣洁的祈祷、纯洁无玷的床榻、端庄的童女仪态、克制的饮食,以及曾为你那童贞得以无损持守而虔诚献上的祈求。

语法注4 条
  1. 46τῷ καιρίῳ τῆς πληγῆς

    中性单数与格形容词 καιρίῳ 名词化,与属格 τῆς πληγῆς 连用,表示“击打的致命性”或“击中要害”。它与前面的 τῷ δεινῷ 并列,均作为原因或手段与格修饰分词 ἀφῃρημένοι。

  2. 46ὁ γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παῤῥησίαν προαγαγών, τί ἂν πάθοι

    定冠词 ὁ 用作指示代名词,指代施洗约翰并作主语,后接分词 προαγαγών;主句谓语为带有反诘语气的潜在希求法 τί ἂν πάθοι(“他怎能不痛苦/会作何感想呢”)。从句 ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο 则构成由小推大的递进对比背景。

  3. 46ὁμόσε τῇ τόλμῃ χωρεῖς

    ὁμόσε χωρεῖν 是源自军事用语的习语,原意为“进行肉搏战、迎头正面对抗”。此处与方式/手段与格 τῇ τόλμῃ 搭配,意为“凭着胆大妄为正面硬抗”或“公然居傲反抗、蛮横耍赖”。

  4. 46καὶ καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι

    属格分词 εὐχομένης 与前面出现的女性属格名词(μάμμης, μητρός, ἀδελφῆς,尤指母亲或姐妹)形成并列,作为受动词 μνήσθητι 支配的追忆对象,意指“那位虔诚祈求让你的童贞完好无损地得以持守之人(及其祈祷姿态)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:46#1