- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者痛惜独修士堕落的丑闻,将他昔日弃绝财富、严酷克己苦修的操练与如今的沉沦严厉对质,同时热切规劝他切莫绝望,当迅速悔改归回。
Πρὸς μονάζοντα ἐκπεσόντα Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με ῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα καὶ πρὸς τὰ πάθη καταμαλακίζεσθαι, κακῶς μετατίθησι. διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. οἴμοι, τί γράψω, ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος; Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σε περιέῤῥει πλοῦτος καὶ τὸ χαμερπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλῆθος καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σωτηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε καὶ σκέποντα, παίζοντα κατʼ αὐτοῦ ἐν ταῖς ἀδείαις·1 ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περιουσίαν οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος. ὅλος δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων,2 ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφύν σου περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας, σικύας δίκην, ὑφελκύσας τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου· ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχήν, τοῖς τοῦ ὀμφαλοῦ μέλεσιν ἐπεσκίαζες, καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς τὴν γενειάδα ἔμβροχον καθωμάλιζες. καὶ τί με δεῖ καταλέγειν ἕκαστα; μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον, ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι. Καὶ τούτων τὸ τέλος τί; μοιχικῆς φήμης διαβολή, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοάς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. τίς ἡ τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; οἴχεται. ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας· ὁπότε παρατετηρημένως τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν3 τῷ διαβόλῳ προσνενέμηται. Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. διέτεμες φρόνημα μοναχῶν· τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν, τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας ἔλυσας, ὅσον ἐπὶ σοί, τὸ τοῦ Χριστοῦ καύχημα, Θαῤῥεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου ἄρχοντα, ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. ὄντως εἰς ἔργον ἤγαγες τὸ τῆς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. Ἀλλὰ τί νῦν; οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς. μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. φεῦγε μὴ μακράν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν· καὶ γνῶθι πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν· καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃ τὸν τοῦ κόσμου Σωτῆρα, μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ.
致堕落的独修者 因你的这一事件,双重的恐惧袭入我思绪的深处。因为要么是某种冷酷的性情抢先发作,将我抛入厌恶人类的罪名中;要么是反过来,因渴望同情并在情感面前心软妥协,将我引向恶劣的境地。正因如此,即使当我着手写下我的这封信时,我虽然通过沉思振作了麻木的双手,却无法改变因对你的羞愧而陷入茫然的面容;因你而在我身上倾注的耻辱是如此之大,以至于连紧闭的嘴角都立刻垂落,我的双唇转为号啕大哭。唉,陷于岔路口的我,该写些什么,又该思考些什么呢? 我若回想起你昔日虚妄的生活,那时财富与卑下的微末声誉环绕着你,我便战栗不已;那时谄媚者的群众追随着你,带着显而易见的危险和不义之财的暂短奢华享受伴随着你;有时对官长的恐惧动摇着你对安全的寄望,有时公事的骚乱扰乱着你的家室,各样灾祸的压迫将你的心智推回到那能搭救你的主面前;那时你逐渐学会仰望救主——他为你带来恐惧乃为叫你得益,并且在你于安逸之中戏慢他时,仍搭救你、庇护你;那时你操练着改变为庄重的行事为人,视你充满危险的财富如粪土,辞谢家僮的服侍与同居之人的交接。你全然超凡脱俗,如客旅和游民一般,穿行于乡野与城邑,奔赴耶路撒冷;在那里我也曾与你一同盘桓,因你运动员般的辛劳而称你为有福;那时你以一周为周期持续禁食,向神潜修哲学,同时因转变之故避开与人群的会面,使自己安于宁静与独修,避开了世俗的纷扰。你用粗糙的麻衣折磨自己的肉体,用坚硬的带子束紧腰间,坚忍地压迫着你的骨骼。你藉着匮乏使腰胁凹陷,乃至松弛及于脊背;你拒绝使用柔软的裹带,从内侧如拔火罐般将两胁吸入,强使其贴近肾脏部位;你排空了肉身所有的脂膏,英勇地榨干了下腹部的津液,藉着绝食使胃部本身萎缩,使肋部的骨骼如屋檐突起般遮覆肚脐的部位;你在整个身躯紧缩之中,于夜间的时刻向神陈述悔罪,以泪水的河流润湿并抚平胡须。何须我一一细数呢?当记念你曾以亲吻问安过多少圣徒的口,拥抱过多少圣洁的躯体,多少人曾视你的双手为无瑕而加以温存爱护,多少神的仆人如同敬拜者一般仆倒在你膝前、环抱着你的膝头。 而这一切的结局是什么呢?行淫风声的毁谤,飞逝得比箭还快,刺痛了我们的听闻,以更锐利的锋芒穿透了我们的心肠。术士何等机巧多端的诡计,竟将你引入如此毁灭性的绊跌?魔鬼何等错综复杂的罗网将你紧紧捆绑,显明美德的作为已瘫痪无力?你那些苦修的事迹于我何在呢?都付诸东流了。难道真应当不信吗?我们岂能不从显明的事实中,连同先前隐秘的事也一并予以置信呢?如果你竟以可怕的誓言,封住了投奔神的灵魂;何况经上严厉告诫,在“是”与“非”之外多说的话,都是出于魔鬼。 因此,你既成了毁灭性背誓的担当者,又贬损了修道的品格,将羞辱一直上溯到使徒们乃至主自己。你使贞洁的夸耀蒙羞,玷污了克己自律的承诺;我们成了俘虏的悲剧,我们的事成了犹太人和希腊人眼中的演剧。你割裂了修道士的志气;你使严谨之人陷入恐惧与胆怯,让他们仍在魔鬼的权势面前惊骇不已;你使冷漠之人转而效尤放荡;就你而言,你废弃了基督的夸耀——他曾说:“你们放心,我已经胜了世界和这世界的王”;你为故乡调和了一杯恶名之酒。你当真将箴言的话付诸实行:“如同鹿被箭穿透了肝脏”。 然而如今又当怎样呢?弟兄啊,力量的堡垒并未倒塌,悔改回转的药物并未失效,逃城并未关闭。切不可存留在罪恶的深处。切不可将自己交给那杀人者。主懂得如何扶起被击碎的人。切莫逃往远方,倒要奔回我们这里。当重新承担起青春般的辛劳,以重新的成就瓦解那卑下而黏滞的享乐。当抬起头仰望那已如此临近我们生命的末后之日;当知晓如今犹太人和希腊人的子孙正怎样一同被驱入敬虔之中;切不可断然彻底弃绝世人的救主,免得那最可怕的判决临到你身上:“我不知道你们是谁。”
- 45παίζοντα κατʼ αὐτοῦ ἐν ταῖς ἀδείαις
分词 παίζοντα 为阳性单数宾格,修饰前面的二人称代词 σε(即 ῥυόμενον δέ σε καὶ σκέποντα 的宾语)。它描绘了救主救拔、庇护他的同时,他本人却“在安逸放纵中戏慢救主”的反差态势。
- 45ἐμακάριζον τῶν ἀθλητικῶν πόνων
动词 μακαρίζω(祝贺、称赞)支配表示赞许原因的原因属格(genitive of cause)τῶν ἀθλητικῶν πόνων。其宾格宾语 σε 承前文 συνδιατρίβων 所支配的与格代词 σοι 而省略,意为“因你如竞技般的辛劳而称赞你”。
- 45τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν
典出《马太福音》5:37(“你们的话,是,就说是;不是,就说不是;若再多说,就是出于那恶者”)。带冠词的不可变词 τοῦ ναὶ καὶ τοῦ οὒ(“是”与“否”)作中性名词化形容词 τὸ περιττὸν(“多余的”、“过度的部分”)的属格补足语,意指“越过‘是’与‘非’的冗余之物”。
