- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者痛惜一位曾堪称楷模的修道士令人震惊的堕落及其对教会造成的深重危害,随后恳切劝勉他切莫绝望,当猛然醒悟、真诚悔改,重新归向神与群体。
Πρὸς μοναχὸν ἐκπεσόντα Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν.1 ἔτι γὰρ ἀπιστία με περιέχει, καὶ οὐκ ἐπέρχεταί μου εἰς τὴν καρδίαν τὸ τηλικοῦτον ἀτόπημα καὶ τὸ ἐπιχείρημα τὸ μέγα ὃ ἔπραξας, εἴ γε κατὰ τὸ φαινόμενον ἤδη πᾶσιν οὕτως ἔχει. θαυμάζω γὰρ πῶς ἡ τοσαύτη σοφία κατεπόθη, πῶς ἡ τοσαύτη ἀκρίβεια διελύθη, πόθεν ἡ τοσαύτη τύφλωσις περιεχύθη, πῶς μηδὲν τὸ σύνολον ἐννοήσας τοιαύτην καὶ τοσαύτην ἀπώλειαν ψυχῶν εἰργάσω. εἰ γὰρ ἀληθὲς τοῦτο, παραδέδωκας καὶ τὴν σαυτοῦ ψυχὴν τῷ βυθῷ, καὶ πάντων τῶν ἀκουόντων τὴν ἀσέβειαν ταύτην τὸν τόνον παρέλυσας. τὴν πίστιν ἠθέτησας, τοῦ ἀγῶνος τοῦ καλοῦ ἠστόχησας. διὸ ἀλγῶ ἐπὶ σοί. ποῖος γὰρ ἱερεὺς ἀκούων οὐ θρηνήσει; ποῖος ἐκκλησιαστικὸς οὐ κόπτεται; ποῖος λαϊκὸς οὐ σκυθρωπάζει; ποῖος ἀσκητὴς οὐ πενθεῖ; τάχα καὶ ὁ ἥλιος ἐσκότασεν ἐπὶ τῷ σῷ πτώματι, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐσαλεύθησαν ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐδάκρυσαν καὶ οἱ ἀναίσθητοι λίθοι ἐπὶ τῇ σῇ μανίᾳ, ἔκλαυσαν δὲ καὶ οἱ ἐχθροὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀνομίας σου. Ὢ πολλῆς πωρώσεως, ὢ δεινῆς ὠμότητος. οὐ Θεὸν ἐφοβήθης, οὐκ ἀνθρώπους ᾐδέσθης, οὐ φίλους ἐνετράπης· ἀλλʼ ὁμοῦ πάντα ἐναυάγησας, ὁμοῦ πάντα ἐσυλήθης. διὸ πάλιν ἀλγῶ ἐπὶ σοί, ἄθλιε. ὁ τῆς βασιλείας πᾶσι τὸν τόνον ἀπαγγέλλων τῆς βασιλείας ἐξέπεσες. ὁ τῆς διδασκαλίας τὸν φόβον πᾶσιν ἐμποιῶν οὐκ ἔσχες φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν σου. ὁ ἁγιωσύνην κηρύσσων ἐναγὴς εὑρίσκῃ. ὁ ἐπὶ ἀκτημοσύνῃ σεμνυνόμενος συλοχρηματῶν ἐφευρίσκῃ. ὁ τὴν τοῦ Θεοῦ κόλασιν ἐπιδεικνύμενος διὰ τῆς ὑφηγήσεως αὐτὸς κόλασιν σεαυτῷ προεξένησας. πῶς σε θρηνήσω; πῶς ἀλγήσω ἐπὶ σοί; πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων καὶ συνετρίβη ἐπὶ τῆς γῆς; παντὸς ἀκούοντος ἠχήσει τὰ ἀμφότερα ὦτα. πῶς ὁ Ναζιραῖος ὁ ἐκλάμπων ὑπὲρ χρυσίον ἐσκότασεν ὑπὲρ ἀσβόλην; υἱὸς Σιὼν ὁ τίμιος πῶς ἐγένετο σκεῦος ἄχρηστον; οὗ ἡ μνήμη τῶν θείων Γραφῶν ὑπὸ πάντων ἐλαλεῖτο, σήμερον ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετʼ ἤχου. ὁ ὀξύνους ὀξέως ἀπώλετο. ὁ πολύνους πολύπλοκον ἁμαρτίαν εἰργάσατο. οἱ γὰρ ὠφελημένοι ὑπὸ τῆς σῆς διδασκαλίας ἐβλάβησαν ὑπὸ τῆς σῆς ἀπωλείας. οἱ τὰς ἀκοὰς παρατιθέντες ἐπὶ τῇ σῇ ὁμιλίᾳ ἔφραξαν τὰ ὦτα ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐγὼ δὲ θρηνῶν καὶ σκυθρωπάζων, καὶ παρειμένος πάντοθεν, καὶ σποδὸν ὡσεὶ ἄρτον ἐσθίων, καὶ σάκκον ἐπὶ τῇ πληγῇ μου ἐπιῤῥίψας, τοιαῦτά σοι ἐγκώμια διεξέρχομαι· μᾶλλον δὲ ἐπιταφίους λόγους συντάσσων, ἀπαράκλητος καὶ ἀθεράπευτος διατελῶ· ὅτι παράκλησις κέκρυπται ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους· ἔστι γὰρ ἡ πληγή μου ὀδυνηρά. πόθεν ἰαθήσομαι; Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεόν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως, ἐπᾶρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. ἴσχυσον ἐκ γῆς ἐπαναστῆναι. μνήσθητι τοῦ ἀγαθοῦ ποιμένος, ὅτι καταδιώκων ἐξελεῖταί σε. κἂν ᾖ δύο σκέλη, ἢ λοβὸς ὠτίου,2 ἀποπήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, ὅτι ὁ πίπτων ἀνίσταται, καὶ ὁ ἀποστρέφων ἐπιστρέφει· ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται. οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.3 μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς. Καιρὸς ἀνοχῆς ἐστί, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. ὠλίσθησας; ἐξεγείρου. ἥμαρτες; ἡσύχασον. μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. ὅρα οὖν μή ποτε, συνθήκας βουλόμενός τινων φυλάττειν, παραβῇς τὰς πρὸς τὸν Θεὸν συνθήκας, ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. μὴ οὖν διά τινας λογισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρός με. ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. μὴ ἀναπέσῃς· μνήσθητι ἡμερῶν ἀρχαίων. ἔστι σωτηρία, ἔστι διόρθωσις. θάρσει, μὴ ἀπελπίσῃς. οὐκ ἔστι νόμος καταδικάζων τὸν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις ὑπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει ὁ νυμφίος· οὐ κυριεύει ἁμαρτία. ἀναπάλαισον πάλιν· μὴ κατοκνήσῃς· καὶ σεαυτὸν οἰκτείρησον καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
致堕落的修道士 我们不说“祝你安好”,因为恶人没有平安可言。因为我心中仍充满难以置信,你所犯下的如此大逆不道和滔天企图,并未进入我的心扉——假若按目前众人的眼见而言果真如此的话。我实在诧异,何以如此的智慧竟被吞噬,如此的严谨竟遭瓦解,如此的盲目从何处倾覆在你身上,你何以全然毫无思虑,竟造成了这般如此重大的灵魂毁坏。因为若这是真的,你既将自己的灵魂交于深渊,又使一切听闻这不敬之事者的斗志全然瓦解。你废弃了信仰,错失了美好的征战。因此我为你悲痛。听闻此事的祭司,有谁不哀叹呢?教会中人,有谁不捶胸痛哭呢?平信徒,有谁不面带愁容呢?修道者,有谁不服丧哀悼呢?恐怕连太阳也因你的陨落而昏暗,诸天的权能也因你的毁灭而动摇。无知的石头也为你疯狂的行径落泪,甚至仇敌也因你罪孽的滔天而痛哭。 呜呼,何等顽梗,呜呼,何等可怕的冷酷!你不惧怕神,不顾惜人,不理会朋友;反倒一下子使一切触礁沉没,一下子被洗劫了一切。因此,可怜的人哪,我再次为你悲痛。你曾向众人宣告天国的刚毅,却从天国堕落。你曾将教导的敬畏注入众人的心,自己眼前却没有对神的敬畏。宣讲圣洁的你,竟被发现污秽不堪;以一贫如洗自豪的你,竟被查出侵吞钱财;藉着训诲指出神的惩罚的你,自己反倒为自己招致惩罚。我该怎样为你哀号?怎样为你悲痛?“那早晨升起的明亮之星,何竟坠落、被砸碎在地上?”凡听见之人,两耳必都鸣响。那原本比黄金更耀眼的拿细耳人,何竟比煤炭更加昏黑?锡安宝贵的儿子,何竟成了无用的器皿?众人原本谈论他对圣经的记忆,今日他的纪念却伴随着巨响而归于幻灭。聪敏之人迅速败亡,多谋之人犯下错综复杂的罪行。因为那些曾因你的教导而得益的人,因你的毁灭而受了亏损;那些曾侧耳聆听你讲道的人,因你的毁灭而掩住了耳朵。而我,哀悼、愁苦,四面瘫软无力,吃灰如吃饼,将麻布披在我的创伤之上,为你陈说这样的颂词;倒不如说在写着悼词,终日不得安慰、无可医治;因为安慰从我眼前隐藏,既无可敷之软膏,也无油,无绷带;因为我的创伤剧痛难忍。我要从何处得医治呢? 所以,若你还剩有任何得救的指望,若对神还有一丝微弱的记忆,若对将来的美事还有任何渴求,若对为不悔改之人所积存的刑罚还有任何惧怕,就当赶快清醒过来,把你的眼睛举向天空,恢复觉悟,止住你的恶行,抖落那浇注在你身上的醉态,向击倒你者挺身反抗。要鼓足力量从地上重新站起。要记念那善牧,他必穷追将你救出。即便只剩下两只小腿或一片耳朵,也要从伤害你者那里跳脱出来。要记念神的怜悯,因他用油和酒施行医治。切莫对拯救绝望。当忆起经上的话:“跌倒的要兴起,转离的要回转;受伤的得医治,被野兽掳去的得脱险,认罪的必不被丢弃。”因为主并不喜悦罪人死亡,倒喜悦他回转存活。切不可因陷于深重罪恶之中,便自暴自弃、轻慢懈怠。 这是容忍之时,宽容之时,医治之时,挽回之时。你失足了吗?当起来。你犯罪了吗?当安静下来。不可站在罪人的道路上,而要跳脱出来。因为当你回转叹息之时,那时你就必得救。因为从劳苦中生出健康,从汗水中产生救恩。因此要当心,切莫因想要守住某些人的契约,反倒背弃了你在许多见证人面前向神立下的誓约。切不可因任何世俗的顾虑而迟延不来到我这里。因为我必收留我的死者并为之哀哭,我必医治,我必为我百姓之女的破碎痛哭。众人都接纳你,众人都必与你同受劳苦。不可灰心丧志;要记念古时的日子。有拯救在,有挽回在。放心吧,切莫绝望。并无律法将人判定无情地处死,反有恩典宽延刑罚、等待挽回。门尚未关闭;新郎正在垂听;罪恶并未掌权。当重新振作奋战;切不可迟疑退缩;并且要在我们的主基督耶稣里怜悯你自己,也怜悯我们众人;愿荣耀和权能归于他,从现在直到永永远远。阿们。
- 44Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν
否定了书信开头的惯用问候语 χαίρειν λέγω(致意、祝安)。在后面的 ὅτι 因果从句中,不定词 χαίρειν 起到了实质名词的作用(“平安”、“喜乐”),化用了以赛亚书(48:22 / 57:21“恶人必不得平安”)的经文。
- 44κἂν ᾖ δύο σκέλη, ἢ λοβὸς ὠτίου
由 κἄν(καὶ ἐάν 的紧缩形)接虚拟语气 ᾖ 构成的让步从句。此句直接暗引阿摩司书3:12(“牧人从狮子口中抢回两条羊腿或半只耳朵”),假定即使落到仅存微末残躯的极端境地。
- 44οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν
化用以西结书18:23及33:11。比较连接词 ὡς 引导冠词加不定词宾格短语(τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν),表达对比性的偏好,即“主并不喜悦罪人的死亡,倒更喜悦他回转存活”。
