← 该撒利亚的巴西流

书信集

§42#2

告诫隐修士弃绝世俗并坚守清修

作者告诫修士不可出入俗世民居、不可留恋亲眷或经手金钱,敦促其专心于研读圣经与祈祷;并教导他如何驳斥魔鬼以教会聚会和属灵团契为诱饵动摇其隐修决心的思想。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42#2

μᾶλλον δὲ πολυπραγμόνει τὸν τῶν δικαίων βίον· οὕτω γὰρ ἂν εὑρήσεις1 ἑαυτῷ ὄφελος. μὴ ἔσο φιλενδείκτης, περιάγων τὰς κώμας ἢ τὰς οἰκίας, φεῦγε δὲ ταύτας ὡς ψυχῶν παγίδας. εἰ δέ τις διὰ πολλὴν εὐλάβειαν προτρέπεταί σε εἰς τὸν ἑαυτοῦ οἶκον, πολλῶν προφάσεων ἕνεκα, μανθανέτω ὁ τοιοῦτος ἀκολουθεῖν τῇ πίστει τοῦ ἑκατοντάρχου, ὃς τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου παρῃτήσατο2 λέγων· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. τοῦ δὲ Ἰησοῦ εἰπόντος αὐτῷ· Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι· ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ἡ τοῦ Χριστοῦ παρουσία ἀλλʼ ἡ πίστις τοῦ αἰτοῦντος ἠλευθέρωσε τὸν κάμνοντα. οὕτω καὶ νῦν, σοῦ εὐχομένου ἐν ᾧ ᾖς τόπῳ, καὶ τοῦ κάμνοντος πιστεύοντος ὅτι ταῖς σαῖς εὐχαῖς βοηθηθήσεται, ἀποβήσεται αὐτῷ πάντα καταθυμίως. Πλέον δὲ τοῦ Κυρίου τοὺς οἰκείους σου μὴ ἀγαπήσεις. ὁ γὰρ ἀγαπῶν, φησί, πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. τί δὲ βούλεται ἡ τοῦ Κυρίου ἐντολή; Εἴ τις, φησίν, οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐ δύναταί μου εἶναι μαθητής. εἰ συναπέθανες τῷ Χριστῷ ἀπὸ τῶν συγγενῶν σου τῶν κατὰ σάρκα, τί πάλιν ἐν αὐτοῖς ἀναστρέφεσθαι θέλεις; εἰ δὲ ἃ κατέλυσας διὰ Χριστόν, πάλιν ταῦτα οἰκοδομεῖς διὰ τοὺς συγγενεῖς σου, παραβάτην σεαυτὸν καθιστᾷς. μὴ οὖν διὰ χρέος τῶν συγγενῶν σου ἀναχωρήσῃς τοῦ τόπου σου· ἀναχωρῶν γὰρ ἐκ τοῦ τόπου σου, ἴσως ἀναχωρήσεις ἐκ τοῦ τρόπου σου. μὴ ἔσο ὀχλοχαρής· μὴ φιλόχωρος, μὴ φιλοπολίτης. ἀλλὰ φιλέρημος, ἐφʼ ἑαυτῷ μένων ἀεὶ ἀμετεωρίστως, τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἔργον ἡγούμενος. Μηδὲ τῶν ἀναγνωσμάτων κατολιγωρήσῃς, μάλιστα τῆς Νέας Διαθήκης, διὰ τὸ ἐκ τῆς Παλαιᾶς Διαθήκης πολλάκις βλάβην ἐγγίνεσθαι, καὶ οὐχ ὅτι ἐγράφη βλαβερά, ἀλλʼ ὅτι ἡ τῶν βλαπτομένων διάνοια ἀσθενής. πᾶς γὰρ ἄρτος τρόφιμος, ἀλλὰ τοῖς ἀσθενοῦσιν ἐπιβλαβής· οὕτως οὖν πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, καὶ οὐδὲν κοινὸν δι’ αὐτῆς, εἰ μὴ τῷ λογιζομένῳ κοινὸν εἶναι, ἐκείνῳ κοινόν. Πάντα δὲ δοκίμαζε· τὸ καλὸν κάτεχε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχου. Πάντα γὰρ ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. ἔσο οὖν τοῖς συντυγχάνουσί σοι ἐν πᾶσιν ἀπρόσκοπος, προσχαρής, φιλάδελφος, ἡδύς, ταπεινόφρων μὴ ἐκπίπτων τοῦ σκοποῦ τῆς φιλοξενίας διὰ βρωμάτων πολυτελείας, ἀρκούμενος δὲ τοῖς παροῦσι, τῆς καθημερινῆς χρείας τοῦ μονήρους βίου μηδὲν πλέον ἀπό τινος λάβῃς· καὶ μάλιστα φύγε τὸν χρυσὸν ὡς ψυχῆς ἐπίβουλον καὶ ἁμαρτίας πατέρα, ὑπουργὸν δὲ τοῦ διαβόλου. μὴ προφάσει τῆς εἰς τοὺς πένητας διακονίας σεαυτὸν ὑπόδικον φιλοχρηματίας καταστήσῃς. εἰ δέ τις πτωχῶν ἕνεκα κομίσει σοι χρήματα, γνῷς δέ τινας εἶναι λειπομένους, αὐτῷ ἐκείνῳ, ᾧ ὑπάρχει τὰ χρήματα, ἀποκομίσαι τοῖς ὑστερουμένοις ἀδελφοῖς συμβούλευσον, μή ποτε μολύνῃ σου τὴν συνείδησιν ἡ τῶν χρημάτων ὑποδοχή. Τὰς ἡδονὰς φεῦγε· τὴν ἐγκράτειαν δίωκε· καὶ τὸ μὲν σῶμα τοῖς πόνοις ἄσκει, τὴν δὲ ψυχὴν τοῖς πειρασμοῖς ἔθιζε. τὴν σώματος καὶ ψυχῆς ἀνάλυσιν ἀπαλλαγὴν παντὸς κακοῦ τιθέμενος, ἐκδέχου τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, ἧς πάντες οἱ ἅγιοι μέτοχοι γεγόνασι. σὺ δὲ ἀδιαλείπτως ζυγοστατῶν ἀντιπαρατίθεσο τῇ διαβολικῇ ἐννοίᾳ τὸν εὐσεβῆ λογισμόν, ὥσπερ ἐπὶ τρυτάνης, τῇ ῥοπῇ τῆς πλάστιγγος τούτῳ παραχωρῶν. καὶ μάλιστα ὅταν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια λέγῃ· Τί σοι τὸ ὄφελος τῆς ἐν τῷ τόπῳ τούτῳ διαγωγῆς; τί σοι τὸ κέρδος τῆς ἀναχωρήσεως τῆς ἀπὸ τῶν ἀνθρώπων συνηθείας; ἢ οὐκ ἔγνως τοὺς παρὰ τοῦ Θεοῦ τεταγμένους ἐπισκόπους τῶν τοῦ Θεοῦ ἐκκλησιῶν τοῖς ἀνδράσι συνήθως συνδιαζῶντας καὶ τὰς πνευματικὰς ἀδιαλείπτως ἐπιτελοῦντας πανηγύρεις, ἐν αἷς μάλιστά που τοῖς παραγενομένοις γίνεται ὄφελος; ἐκεῖ γὰρ ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων, εὐαγγελικῶν νοημάτων ἔκθεσις, θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων.3 σὺ δὲ τοσούτων ἀγαθῶν ἀλλότριον σεαυτὸν καταστήσας κάθησαι ἐνθάδε ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. ὁρᾷς γὰρ ἐνταῦθα ἠρεμίαν πολλήν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν, καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν. Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια καταῤῥῆξαί σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος, λέγων· Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακά, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά. παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν, φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ

倒要探究义人的生活;因为这样你便能为自己寻得益处。切勿贪图显扬,周游村落或各家;当躲避这些,视之为灵魂的罗网。若有人因深切的虔敬,借着诸多借口力劝你进他的家,这样的人当学习效法百夫长的信心;当耶稣为了医治而急忙向他走去时,他推辞道:“主啊,你到我舍下,我不敢当;只要你说一句话,我的仆人就必好了。”耶稣对他说:“去吧,照你的信心成全你罢。”仆人从那时起就痊愈了。因此,弟兄啊,你当明了:拯救病患的,并非基督的到场,而是祈求之人的信心。所以如今亦然,若你在所在之处祈祷,而病患坚信因你的祈祷必蒙相助,一切事情都将照他心中所愿的成就。 切勿爱你的亲眷胜过爱主。因为经上说:“爱父母或弟兄胜过爱我的,不配作我的门徒。”主的诫命意指什么呢?他说:“凡不背着自己的十字架跟从我的,不能作我的门徒。”你若按肉体而言已同基督一起向你的亲眷死了,为何还想再度周旋于他们中间呢?若你为基督的缘故所拆毁的,又为了你的亲眷重新建造,你便是使自己成为违诫之人。因此,切勿为了亲眷的缘由而离开你的住处;因为离开你的住处,或许你就会偏离你的修道生活。不可成为喜好人群的人;不可恋慕乡野,不可恋慕城中的同胞;而当恋慕荒野,始终心神不乱地独处,将祈祷和咏诗视为自己的本务。 亦切勿轻忽阅读,尤其是新约,因为旧约中常常生出损害——并非因它写得有害,而是因为受损之人的悟性软弱。盖一切面包皆有营养,但对病弱之人却是有害的;因此“圣经都是神所默示的,于人有益”,借着它并无不洁之物,唯独那算为不洁的,对那人便是不洁了。“但要凡事察验;善美的要持守;各样的恶事要禁戒。”因为“凡事都可行,但不都有益处”。是以,对一切遇见你的人,当在凡事上不作绊脚石,和颜悦色,热爱弟兄,温和,谦逊,不因食物的奢靡而偏离好客的宗旨,安于现有的事物,除修道生活的日常之需外,不向任何人多取丝毫;尤其当躲避黄金,视之为灵魂的谋害者、罪恶之父以及魔鬼的仆从。切勿以周济穷人为借口,使自己沦为贪财的被告。若有人为穷人的缘故带给你财物,而你得知有人匮乏,当劝告那拥有财物的人亲自将财物带给匮乏的弟兄,免得收受财物玷污了你的良心。 当远避逸乐,追求节制;以劳苦操练身体,以试探磨炼灵魂。将肉体与灵魂的解脱(死亡)视为摆脱一切罪恶,热切期待永恒善果的享用,一切圣徒皆已分享了这善果。你要不住地权衡,如同在天平上一般,将虔敬的理性与魔鬼的念头相对置,借着天平的倾斜将优势让给理性。尤其当邪恶的念头升起并说道:“你停留在此地对你有何益处?离开人世的交游对你有何收获?难道你不知道神所设立的神之教会的主教们,通常与人们共同生活,并不断举行属灵的盛会,在其中出席者或许能获益至多吗?因为在那里有箴言奥秘的启示、使徒训言的阐释、福音深义的解明、神学的听闻,属灵弟兄的会面因其容颜之所见而给予遇见之人莫大的益处。而你却使自己与如此诸多的善事绝缘,如同野兽般在这里野化而坐。盖你在此所见的,乃是长久的寂寞、不小的与世隔绝、训导的匮乏、弟兄的疏离,以及关于神的诫命心灵所怀的大大懒惰。” 因此,当邪恶的念头以如此众多冠冕堂皇的借口升起并试图击垮你时,当借着虔敬的理性将事情的实际经验与它相对置,说道:“正因为你对我说世上的事物是美善的,我才移居到此,因我判定自己配不上世上的美善。因为恶与世上的美善相掺杂,而且恶反而更占上风。盖我曾出席属灵的盛会,好不容易才遇到一个弟兄,在表面看来是敬畏主的,实际上却被……所控制。”

语法注3 条
  1. 42οὕτω γὰρ ἂν εὑρήσεις

    助词 ἄν 与将来时直陈语气 εὑρήσεις 连用。在古典阿提卡散文中,ἄν 通常与祈愿语气、虚拟语气或直陈语气过去时连用,但在后古典希腊语(通用希腊语)中,它有时与将来时直陈语气结合,用以表示缓和的断言或潜在可能性(“你便能……寻得”)。

  2. 42ὃς τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου παρῃτήσατο

    关系代词 ὃς(主句主语,指百夫长)之后紧接着插入了独立属格结构 τοῦ Ἰησοῦ... ἐπειγομένου(“当耶稣正急忙走去时”),随后接主要动词 παρῃτήσατο(“推辞了”)。阅读时须区分从句主语(百夫长)与独立属格的逻辑主语(耶稣)。

  3. 42ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων

    分词 παρεχόντων 采用了阳性复数属格形式,而其语法主语则是名词短语 συντυχίαι(“相遇/团聚”,阴性复数主格)。此分词在语法格上受到了前置修饰语 ἀδελφῶν πνευματικῶν(“属灵弟兄的”,阳性复数属格)的同化(格的吸引),或是在逻辑语义上与施动主体(带来益处的弟兄们)相一致的破格用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:42#2