- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:42#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔就修道生活劝勉门徒希隆,援引圣经诸例强调贵在贯彻始终而非仅在开端,并告诫当循序渐进克制逸乐、坚忍面对诸般试炼。
Πρὸς Χίλωνα τὸν αὐτοῦ μαθητήν Σωτηρίου πράγματος αἴτιος γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείης παρʼ ἡμῶν τὰ πρακτέα,1 μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς παρεκάλεσας συμβουλεῦσαί σοι. τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. καὶ πάντως οὐκ ἐν προθέσει μόνον τὸ τέλος ὑπάρχει, ἀλλʼ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων· Τίς βουλόμενος οἶκον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες, ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ κατορθώματι. καὶ γὰρ ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις ἀγαθοῖς, ἀλλʼ ὁσημέραι εἰς τὸ πρόσω προκόπτειν, λέγει· Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας.2 οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ. Οὐκοῦν μάταιος μὲν τοῦ δικαίου ὁ κόπος, ἀνέγκλητος δὲ καὶ τοῦ ἁμαρτωλοῦ ὁ τρόπος, ἐπιγενομένης ἐναλλαγῆς, τῷ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι.3 ταῦτα καὶ τοῦ Ἰεζεκιὴλ ὡς ἐκ προσώπου τοῦ Κυρίου δογματίζοντος ἔστιν ἀκοῦσαι. Ἐὰν γάρ, φησίν, ἐκκλίνας ὁ δίκαιος πλημμελήσῃ, οὐ μὴ μνησθῶ τῶν δικαιοσυνῶν ὧν ἐποίησεν ἔμπροσθεν, ἀλλʼ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. τὸ δὲ αὐτό φησι καὶ περὶ τοῦ ἁμαρτωλοῦ· Ἐὰν ἐπιστρέψας ποιήσῃ δικαιοσύνην, ζωὴν ζήσεται ἐν αὐτῇ. ποῦ γὰρ οἱ τοσοῦτοι Μωσῆ τοῦ θεράποντος πόνοι, τῆς ἐν στιγμῇ ἀντιλογίας παραγραψαμένης αὐτοῦ τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον; ποῦ δὲ καὶ ἡ τοῦ Γιεζῆ συναναστροφὴ πρὸς τὸν Ἐλισσαῖον, φιλοχρηματίας χάριν λέπραν ἐπισπασαμένου; τί δὲ καὶ τοῦ πλήθους τῆς σοφίας τῷ Σολομῶντι ὄφελος, καὶ ἡ προλαβοῦσα τοιαύτη ἔννοια εἰς Θεόν, ὕστερον ἐκ τῆς γυναικομανίας εἰς εἰδωλολατρίαν αὐτοῦ ἐκπεπτωκότος; ἀλλʼ οὐδὲ τὸν μακάριον Δαβὶδ ὁ μετεωρισμὸς ἀφῆκεν ἀνέγκλητον, διὰ τὴν εἰς τὴν τοῦ Οὐρίου πλημμέλειαν. ἤρκει δὲ καὶ ἡ τοῦ Ἰούδα ἀπὸ τοῦ κρείττονος εἰς τὸ χεῖρον μετάπτωσις πρὸς ἀσφάλειαν τοῦ κατὰ Θεὸν πολιτευομένου, ὃς ἐν τοσούτοις χρόνοις μαθητευθεὶς τῷ Χριστῷ ὕστερον μικρῷ λήμματι τὸν διδάσκαλον ἀπεμπολήσας, ἑαυτῷ ἀγχόνην ἐπραγματεύσατο. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ὁ καλῶς ἀρχόμενος, οὗτος τέλειος, ἀλλʼ ὁ καλῶς ἀποτιθέμενος, οὗτος δόκιμος παρὰ Θεῷ. Μὴ οὖν δῷς ὕπνον τοῖς ὀφθαλμοῖς, ἀδελφέ, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις, ἵνα σωθῇς ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. βλέπε γὰρ ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπάνω τείχους ὑψηλοῦ περιπατεῖς, ὅθεν οὐκ ἀκίνδυνον τῷ καταπεσόντι τὸ πτῶμα. μὴ οὖν εὐθέως εἰς ἀκρότητα ἀσκήσεως ἐκτείνῃς σεαυτόν· μάλιστα μηδὲ θαῤῥήσῃς σεαυτῷ, ἵνα μὴ ἐξ ἀπειρίας ἀφʼ ὕψους τῆς ἀσκήσεως πέσῃς. κρεῖσσον γὰρ ἡ κατʼ ὀλίγον προκοπή. κατὰ μικρὸν οὖν κλέπτε τὰς ἡδονὰς τοῦ βίου, ἐξαφανίζων σεαυτοῦ πᾶσαν συνήθειαν, μήποτε ἀθρόως πάσας ὁμοῦ ἐρεθίσας τὰς ἡδονὰς ὄχλον πειρασμῶν σεαυτῷ ἐπαγάγῃς. ἡνίκα δʼ ἂν τοῦ ἑνὸς πάθους τῆς ἡδονῆς κατὰ κράτος περιγένῃ, πρὸς τὴν ἑτέραν ἡδονὴν παράταξαι, καὶ οὕτω πασῶν τῶν ἡδονῶν εὐκαίρως περιγενήσῃ. ἡδονῆς γὰρ ὄνομα μὲν ἕν, πράγματα δὲ διάφορα. τοίνυν, ἀδελφέ, ἔσο πρῶτον μὲν ὑπομονητικὸς πρὸς πάντα πειρασμόν. πειρασμοῖς δὲ ποταποῖς δοκιμάζεται ὁ πιστός; ζημίαις κοσμικαῖς, ἐγκλήμασι, καταψεύσμασιν, ἀπειθείαις, καταλαλιαῖς, διωγμοῖς. εἰς ταῦτα καὶ τὰ τοιαῦτα δοκιμάζεται ὁ πιστός. Ἔπειτα δὲ καὶ ἡσύχιος ἔσο, μὴ προπετὴς ἐν λόγῳ, μὴ ἐριστικός, μὴ φιλόνεικος, μὴ κενόδοξος, μὴ ἐξηγητικός, ἀλλὰ φιλόπιστος, μὴ ἐν λόγῳ πολύς, ἕτοιμος δὲ ἴσθι ἀεί, μὴ πρὸς διδασκαλίαν, ἀλλὰ πρὸς μάθησιν. μὴ περιεργάζου βίους κοσμικούς, ὅθεν οὐδέν σοι προσγένηται ὄφελος. φησὶ γάρ· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. ὁ γὰρ ἡδέως λαλῶν τὰ τῶν ἁμαρτωλῶν, ἑτοίμως καθʼ ἑαυτοῦ ἐξυπνίζει τὰς ἡδονάς.
致其门徒希隆 真正的弟兄啊,你若乐意接受我们就所当行之事提出的劝诫,尤其是就你亲自恳请我们劝诫你的事而言,我将成为你获致拯救之事的缘由。盖修道生活的开端,固然或为许多人所勇于尝试,然而配当地贯彻始终,却恐唯有少数人力行达成。目的(终点)绝非仅在于初衷,而劳苦的收获全在于终点。因此,凡不向着目标之终点奔赴、反而将修士的生活仅仅停留于开端之人,毫无益处;不仅如此,他们更使自己的初衷沦为笑柄,被外人指责为懦弱与无谋。因为主论及这样的人也说:“谁想要盖一座房屋,不先坐下算计花费,看能盖成不能呢?恐怕安了地基,不能成功,路过的人开始嘲笑他,说:‘这个人安了地基,却不能完工。’”因此,开端应当为了成功而殷勤保持长进。因为最尊贵的斗士保罗,亦愿我们不安居于往昔行过的善行,而是日日前行长进,故而言道:“忘记背后,努力面前的,向着标竿直跑,要得上面召我来得的奖赏。”因为人类的全部生活本是如此,并不满足于既往之事,亦非主要靠既往之事滋养,而是靠将临之事。盖人若今日生来的饥饿得不到应有食物的抚慰,昨日腹中的饱足对人又有何益呢?同理,若缺乏今日的正义行为,昨日的成就对灵魂亦无益处。因为〔主〕说:“我见你是何等样,便要按何等样审判你。” 因此,一旦变故发生,那从善变为恶的人,义人的辛劳便属徒然;而那从恶变为善的人,罪人的行径亦不被追究。这些事从以西结以主的名义所作的训谕中亦可得闻。他说:“义人若转离而犯罪,我必不记念他从前所行的义,他必死在自己的罪中。”论及罪人他也说同样的话:“他若回转行正义,就必因此存活。”仆人摩西如此诸多的劳苦如今何在?他只因一时的反叛之言,进入应许之地的资格便被剥夺;基哈西与以利沙朝夕相处的情谊如今何在?他因贪财而招致麻风;所罗门那浩瀚的智慧以及先前对神如此深邃的认识,又有何益呢?他后来竟因恋慕妇人而堕入偶像崇拜。自满亦未曾让有福的大卫免于被指责,因他在乌利亚之妻的事上犯了过错。而犹大从较好跌入较坏的境地,亦足以为按神旨意行事之人提供警戒——他在多年作基督的门徒之后,后来竟为微薄的利益出卖夫子,自寻缢死。因此,弟兄啊,你当明了:并非开端良好者便是完全人,唯有妥善完结者方在神面前得蒙悦纳。 弟兄啊,因此不要让你的眼睛睡觉,也不要让你的眼睑打盹,好叫你得救,如同羚羊脱离罗网,如同飞鸟脱离网罗。盖当留心,你是穿行于陷阱之中,行走于高墙之上;从那里坠落的人,跌倒并非没有危险。因此,切勿立即使自己达到修行的极点;尤其切勿自信过度,免得因缺乏经验而从修行的峰巅跌落。因为渐进的长进更为有益。因此,当渐次剥夺生活的逸乐,铲除自身的一切积习,免得因同时激起所有的逸乐而自招成群的试探。每当你全力战胜一种逸乐的情欲,便再列阵迎战另一种逸乐,如此便能在适宜之时克服所有的逸乐;因为逸乐之名虽为一,其实质却有多种。是以,弟兄啊,首先要在一切试探面前忍耐。信徒要受何种试探的考验呢?尘世的亏损、指控、诬告、抗命、毁谤、逼迫。在这些及类似之事上,信徒受到考验。 其次,当保持宁静,言语不可轻率,不可好争,不可好胜,不可好虚荣,不可好发训解,而当诚笃守信,言语不可繁多,常作准备,非为施教,乃为受教。切勿打探尘世之人的生活,从中你得不到任何益处。因为〔经上〕说:“叫我的口不说人的作为。”盖乐于谈论罪人之事的人,便轻易地针对自己唤醒了逸乐。
- 42εἰ ἡδέως συμβουλευθείης παρʼ ἡμῶν τὰ πρακτέα
动词 συμβουλεύω 在主动语态中支配人的与格和事物的宾格(向某人建议某事);此处用被动语态,承受者变为主语(省略的 σύ),而表示建议内容的 τὰ πρακτέα 则作为“保留宾格”(retained accusative)继续保留。条件从句中的希求法 συμβουλευθείης 表示潜在假设。
- 42τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας
分词 ἀπολιμπανομένου 为阳性/中性单数属格形式。此处作属格独立结构使用,其逻辑主语承前指代一般意义的人(前一句中的 ἄνθρωπον),意即“当人缺少今日的正义行为时”;ἀπολιμπάνομαι 意为“匮乏、欠缺”,支配属格 τῆς σημερινῆς... δικαιοπραγίας。这与前句关于人(ἄνθρωπον)昨日饱腹无济于今日饥饿的比喻形成严整的逻辑对应。
- 42τῷ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι
两个与格短语(τῷ μὲν... [μεταβληθέντι] 与 τῷ δὲ... μεταβληθέντι)作为关涉与格,分别从属于前文的两个分句(μάταιος μὲν... 与 ἀνέγκλητος δὲ...)。这种呼应结构表明:义人的劳苦归于徒然,是“对那由善变恶之人”而言;罪人的行径免遭追究,则是“对那由恶变善之人”而言。
