- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:42#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者通过回忆世俗聚集中的欺骗、诱惑与不义,论证了隐修生活的合理性,并援引新旧约圣徒的受难榜样,勉励门徒为真理争战直至死亡,以此结束全信。
ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρʼ αὐτοῦ λόγους κομψοὺς καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων. πολλοῖς δὲ μετʼ αὐτὸν συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων. εἶδον δὲ καὶ κάλλος γυναικῶν, βασανίζον μου τὴν σωφροσύνην· καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον· τὴν δὲ ἐμαυτοῦ παρθενίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν, πλὴν παρʼ οὐδενὶ τῶν διδασκάλων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν. μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων, μέλεσι τεθρυμμένοις ἐνδεδυμένων. πάλιν ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων, τῆς φωνῆς τῶν γελοιαστῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθήτου βοήν. εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. καὶ εἶδον καὶ ἰδοὺ οὐκ ἦν πανήγυρις πνευματική, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη, πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα. Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν προσαπολλύειν;1 ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως ἃ νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖν ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται. αἱ μὲν γὰρ τραγῳδίαι ὥσπερ σκόλοπες τοῖς κατὰ τὸν βίον δι’ εὐθυμίας καὶ χαρᾶς ἐν ταῖς καρδίαις αὐτῶν ἐμπήσσονται, ἵνα τῆς ψαλμῳδίας ἐπισκοτίσῃ τὸ καθαρόν. αἱ δὲ οἰμωγαὶ καὶ ὁ ὀδυρμὸς τῶν ἀδικουμένων ἀνθρώπων παρὰ τῶν ὁμοφύλων ἐπάγονται, ἵνα δειχθῇ τῶν πενήτων ἡ ὑπομονή. τίς οὖν ὠφέλεια ἐμοί, ἢ δηλονότι τῆς ψυχῆς ἡ βλάβη; Διὰ τοῦτο οὖν ἐγὼ μεταναστεύω ἐπὶ τὰ ὄρη ὡς στρουθίον· ὡς στρουθίον γὰρ ἐῤῥύσθην ἐκ τῆς παγίδος τῶν θηρευόντων. καὶ γὰρ ἐν ταύτῃ τῇ ἐρήμῳ διάγω, ὦ κακὴ ἔννοια, ἐν ᾗ ὁ Κύριος διέτριβεν. ἐνταῦθα ἡ δρῦς ἡ Μαμβρή· ἐνταῦθα ἡ οὐρανοφόρος κλῖμαξ, καὶ αἱ τῶν ἀγγέλων παρεμβολαὶ αἱ τῷ Ἰακὼβ ὀφθεῖσαι· ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ λαὸς ἁγνισθεὶς ἐνομοθετήθη, καὶ οὕτως εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθὼν εἶδε Θεόν. ἐνταῦθα τὸ ὄρος τὸ Καρμήλιον ἐν ᾧ Ἠλίας αὐλιζόμενος τῷ Θεῷ εὐηρέστησεν. ἐνταῦθα τὸ πεδίον ἐν ᾧ ἀναχωρήσας Ἔσδρας πάσας τὰς θεοπνεύστους βίβλους προστάγματι Θεοῦ ἐξηρεύξατο. ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ μακάριος Ἰωάννης ἀκριδοφαγῶν μετάνοιαν τοῖς ἀνθρώποις ἐκήρυξεν. ἐνταῦθα τὸ ὄρος τῶν ἐλαιῶν εἰς ὃ ὁ Χριστὸς ἀνερχόμενος προσηύχετο, ἡμᾶς διδάσκων προσεύχεσθαι. ἐνταῦθα ὁ Χριστὸς ὁ τῆς ἐρήμου φίλος· φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν. ἐνταῦθα ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. ἐνταῦθα διδάσκαλοι καὶ προφῆται οἱ ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. ἐνταῦθα ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ ὁ τῶν μοναχῶν ἐρημοπολίτης βίος. Ταῦτα τοίνυν ἑκουσίως καταδέδεγμαι, ἵνα λάβω ἅπερ τοῖς μάρτυσι τοῦ Χριστοῦ καὶ τοῖς ἄλλοις πᾶσιν ἁγίοις ἐπήγγελται· ἵνα ἀψευδῶς λέγω· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἔγνων γὰρ τὸν μὲν θεοφιλῆ Ἀβραὰμ τῇ τοῦ Θεοῦ φωνῇ πειθόμενον καὶ εἰς τὴν ἔρημον μετοικοῦντα, καὶ Ἰσαὰκ καταδυναστευόμενον, καὶ Ἰακὼβ τὸν πατριάρχην ξενιτεύοντα, Ἰωσὴφ τὸν σώφρονα διαπιπρασκόμενον, τοὺς τῆς ἐγκρατείας εὑρετὰς τρεῖς παῖδας πυρομαχοῦντας, Δανιὴλ δεύτερον εἰς λάκκον λεόντων παραβαλλόμενον, τὸν παῤῥησιαστὴν Ἱερεμίαν εἰς λάκκον βορβόρου καταδικαζόμενον· Ἡσαΐαν τὸν τῶν ἀποκρύφων θεατὴν πριζόμενον· τὸν Ἰσραὴλ αἰχμαλωτιζόμενον· Ἰωάννην τὸν τῆς μοιχείας ἔλεγχον ἀποτεμνόμενον· ἀναιρουμένους τοὺς Χριστοῦ μάρτυρας. καὶ ἵνα τί μακρολογῶ;2 ὅπου γε καὶ αὐτὸς ὁ Σωτὴρ ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἵνα τῷ ἑαυτοῦ θανάτῳ ἡμᾶς ζωοποιήσῃ, καὶ πάντας ἡμᾶς πρὸς τὴν ὑπομονὴν ἀλείψῃ καὶ ἑλκύσῃ. πρὸς τοῦτον ἐπείγομαι, καὶ πρὸς τὸν Πατέρα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. γνήσιος εὑρεθῆναι ἀγωνίζομαι, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν—πλὴν ἀλλʼ οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλʼ ὁ κόσμος δι’ ἐμέ.3 Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος, καὶ τελῶν αὐτὰ σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. καὶ γὰρ ὁ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. ἀλλὰ καὶ ὁ ἀπόστολός φησι· Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρά, εἰς τὸ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ ἀλλήλους παρακαλεῖτε, καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε, ἄχρις οὗ τὸ σήμερον λέγεται. τὸ γὰρ σήμερον σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸν σώσεις, καὶ ἡμᾶς εὐφρανεῖς, καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
被魔鬼所控制;我从他那里听到了巧言令色,以及为了欺骗遇见之人而编造的神话。在他之后,我又遇到了许多盗贼、劫匪和暴君。我看到了酗酒者丑陋的情态,被压迫之人的鲜血。我也看到了女人的美貌,这折磨着我的自制;我虽然逃脱了行淫之事,却在心灵的意念中玷污了自己的童贞。我听过许多有益灵魂的言语,但在任何导师那里都未能发现与其言语相符的美德。此后,我又听到了无数披着委靡曲调的悲剧之歌。我又听到了琴声悠扬,跳舞者的掌声,小丑的声音,极度的愚昧与轻浮的戏谑,无数人群的呐喊。我看到了被掳掠之人的眼泪,因专横统治而被带走之人的痛苦,受酷刑之人的呻吟。我观看,看哪,这绝非属灵的盛会,而是一片被风吹动翻腾的大海,正竭力要用它的波浪将所有人一并吞没。 告诉我吧,邪恶的念头,以及那执掌短暂享乐与虚荣的魔鬼:观看和听闻这些事,对我——对一个无力拯救任何受冤屈之人、既不被允许庇护弱者也不能纠正犯错之人,且自身或许亦将同归于尽的人——究竟有何益处?盖正如少量的净水会被狂风与尘土的暴烈风暴所湮灭,我们以为在今生所行的美善之事,亦同样被无数的罪恶所遮蔽。因为悲剧就像荆棘一样,借着欢快与喜乐被刺入那些苟活于世之人的心中,以遮蔽咏诗的纯洁。另一方面,受冤屈之人因同胞所遭受的呻吟与哀鸣,降在他们身上,乃是为了显明穷人的忍耐。那么,对我而言有何益处呢?抑或显而易见,唯有灵魂的损害而已? 因此,我如雀鸟般迁徙往群山之中;因为我如雀鸟般从捕鸟人的罗网中蒙了解救。邪恶的念头啊,我如今所居住的这片旷野,正是主曾经停留的地方。这里有幔利的橡树;这里有通天的梯子,以及雅各所看见的天使军营;这里有百姓洁净后受颁律法、并如此进入应许之地得以见神的旷野。这里有迦密山,以利亚曾在那里寄居并蒙神悦纳。这里有以斯拉隐退后奉神之命倾吐出所有受神默示之书卷的平原。这里有福乐的约翰吃着蝗虫向人宣讲悔改的旷野。这里有橄榄山,基督曾上山祈祷,教导我们祈祷。这里有旷野之友基督;因为他说:“凡有两三个人奉我的名聚会,我就在他们中间。”这里有引向生命的窄小狭隘之路。这里有在旷野、山岭、山洞和地穴中漂流的导师与先知。这里有使徒与传福音者,以及修道士们居于旷野的生活。 因此,我甘愿承受这些,为要得着向基督的殉道者及一切其他圣徒所应许的事物;好让我能真实无妄地说:“因你嘴唇的言语,我谨守了艰难的道路。”因为我知道,蒙神所爱的人亚伯拉罕顺从神的声音迁入旷野,以撒受到压迫,先祖雅各客居异乡,端庄的约瑟被出卖,开创节制风范的三位少年与烈火奋战,但以理两次被扔进狮子坑,直言不讳的耶利米被定罪投入泥坑,洞察奥秘之事的以赛亚被锯锯死,以色列人被掳,斥责奸淫的约翰被斩首,基督的殉道者们被杀戮。我何必多言呢?既然连救主自己也为了我们被钉在十字架上,为要以他自己的死亡使我们得生命,并膏抹我们、吸引我们众人走向坚忍。我正奔向他,奔向父与圣灵。我判定自己不配享受世上的美善,竭力求被显为真实无伪之人——然而,我也并非为了世界而存在,世界反倒是为了我而存在的。 因此,你当在心中思想这些事,并照着所吩咐你的热切践行,为真理争战直到死。因为基督亦顺服以至于死。但使徒也说:“你们要谨慎,免得你们中间有人存着邪恶的心,离弃了永生神;倒要趁着还有称为‘今日’的时候,彼此相劝,彼此建立。”因为‘今日’意指我们生命的全部时光。弟兄啊,你若如此行事为人,不仅能拯救你自己,也能使我们欢欣,并使神得荣耀,直到永永远远。阿们。
- 42μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν προσαπολλύειν
三个与格分词(ἰσχύοντι、συγχωρουμένῳ、μέλλοντι)在语法上与主句修辞问句中的与格代词 μοι(τί μοι τὸ ὄφελος…“对我……有何益处”)相一致,用以修饰并描述说话者无能为力的处境:“对一个无力拯救……不被允许……且自身或许亦将同归于尽的我而言”。
- 42καὶ ἵνα τί μακρολογῶ;
ἵνα τί 是希腊化时期及新约希腊语中常见的省略习语,意为“为何/何必”(源自 ἵνα τί γένηται)。在此与拟议虚拟语气 μακρολογῶ 连用,构成修辞问句:“我何必赘述/长篇大论呢?”
- 42πλὴν ἀλλʼ οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλʼ ὁ κόσμος δι’ ἐμέ
在前后平行的两个对比对句中,系动词(εἰμί / ἐστίν)均被省略。该句简练地表达了人与受造世界的关系:“我并非为了世界而存在,世界反倒是为了我而存在的”。
