- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巴西尔严厉斥责了尤利安的狂妄、对教会的侮辱以及敲诈黄金的非理要求,以清贫生活为由拒绝交金,并借用皇帝书信的结语予以回击。
Βασίλειος Ἰουλιανῷ πρὸς ταῦτα Μικρά σου τὰ τῆς παρούσης τύχης ἀνδραγαθήματα, καὶ φαῦλα τὰ τῆς ἀριστείας, ἧς αὐτὸς ἠρίστευσας καθʼ ἡμῶν, οὐχὶ δὲ καθʼ ἡμῶν, ἀλλὰ καθʼ ἑαυτοῦ. ἐγὼ δὲ τρόμῳ συνέχομαι ὅταν λάβω κατὰ νοῦν πορφυρίδα σε περιβεβλῆσθαι, στεφάνῳ δὲ τὴν ἄτιμον κεκοσμῆσθαί σου κεφαλήν, ὅπερ δίχα εὐσεβείας οὐκ ἔντιμον, ἀλλʼ ἄτιμον καθίστησί σου τὴν βασιλείαν, ἀλλʼ αὐτός, ἐπανελθὼν καὶ ὑπερμεγέθης γενόμενος,1 ὥς γε φαῦλοι καὶ μισόκαλοι δαίμονες εἵλκυσάν σε εἰς τοῦτο, οὐ μόνον ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων φρονεῖν ἤρξω, ἀλλὰ καὶ εἰς Θεὸν ὑπεραίρεσθαι, καὶ τὴν πάντων μητέρα καὶ τιθηνὸν Ἐκκλησίαν ἐνυβρίζειν, μηνύσει χρησάμενος πρός με τὸν εὐτελέστατον χιλιάδα χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι παρʼ ἐμοῦ. Καὶ ἡ μὲν τοῦ χρυσίου ὁλκὴ οὐκ ἐθάμβησέ μου τὴν διάνοιαν, εἰ καὶ μάλα πολλὴ καθέστηκεν, ἀλλὰ δακρῦσαί με πικρῶς παρεσκεύασεν ἐπὶ τῇ τοιαύτῃ ταχίστῃ σου ἀπωλείᾳ. ἐντεθύμημαι γὰρ καθʼ ἑαυτὸν ὡς ἐγώ τε αὐτὸς καὶ ἡ σὴ καλοκἀγαθία κοινῶς μεμαθήκαμεν τὰ ἱερὰ καὶ βέλτιστα γράμματα. ἑκάτεροι δὲ διεξήλθομεν τὰς ἁγίας καὶ θεοπνεύστους Γραφάς, καὶ ἐλάνθανε μέν σε τότε οὐδέν, ἐπὶ δὲ τοῦ παρόντος ἀκόσμητος καθέστηκας, ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς.2 ᾔδεις ἡμᾶς πρὸ τῆς χθές, γαληνότατε, ἐπʼ ἀπληστίᾳ χρημάτων μὴ πολιτεύεσθαι· νῦν δὲ κατὰ τὴν ἐνεστῶσαν δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι ἐπεζήτησας παρʼ ἡμῶν. φείσασθαι ἡμῶν τοίνυν θέλησον, γαληνότατε, τοσαῦτα κεκτημένων ὅσα, ἂν τήμερον θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν. ἀργεῖ γὰρ ὡς εἰκὸς παρʼ ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. τὰ μέγιστα τῶν παρʼ ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ καὶ τῷ ἐξεστηκότι οἴνῳ·3 ὥστε μὴ ἐκθαμβούμενα ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας ἐπʼ ἀφροσύνῃ πολιτεύεσθαι. Ἀπήγγειλε δέ μοι καὶ τοῦτο Λαῦσος ὁ σὸς περίβλεπτος τριβοῦνος, ὁ γνήσιός σοι περὶ τὰ ἐσπουδασμένα, ὡς γυνή τις προσέλευσιν ἐποιήσατο ἐπὶ τῆς σῆς γαληνότητος ἐπʼ ἀπωλείᾳ παιδὸς αὐτῆς φαρμακευθέντος, καὶ ὡς κέκριται παρʼ ὑμῶν φαρμακοὺς μὲν μηδαμοῦ εἶναι, ὄντας δὲ ἀναιρεῖσθαι, ἢ ἐκείνους μόνους περιποιεῖσθαι οἷς ἡ μάχη πρὸς τὰ θηρία. καὶ τοῦτο, ὀρθῶς κριθὲν παρʼ ὑμῶν, ξένον μοι πέφηνε. παντὸς γὰρ γέλωτος ἀνάμεστον τυγχάνει, πῶς τὰ μεγάλα ἄλγη τῶν τραυμάτων μικροῖς φαρμάκοις ἐπιχειρεῖς θεραπεύειν. Θεὸν γὰρ ἐνυβρίσας, χηρῶν καὶ ὀρφανῶν μάτην πρόνοιαν ποιῇ. τὸ μὲν γὰρ μανικὸν καὶ ἐπικίνδυνον, τὸ δὲ φιλοικτίρμονος καὶ συμπαθοῦς. Ἐπαχθὲς ἡμῖν λέγειν πρὸς βασιλέα, ἰδιώτας ὄντας, ἐπαχθέστερον δέ σοι φανήσεται τὸ λέγειν πρὸς Θεόν. οὐδεὶς γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων φανήσεται. ἃ μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως.4
巴西尔就此复尤利安: 你眼下运势中的勇武功业微不足道,而你针对我们——不,并非针对我们,而是针对你自己——所立下的卓越战功亦属卑劣。每当我在心中想到你身披紫袍、不名誉的头上戴着冠冕时,我便不寒而栗;这冠冕若无虔敬,便使你的王权非但不得尊荣,反蒙耻辱。然而你自己,因卑劣而嫉妒美善的魔鬼将你拖入此境,竟复归而自高自大,不仅开始自视凌驾于整个人类本性之上,甚至狂妄抗拒上帝,侮辱众人之母与保姆的教会,向至为微贱的我传旨,要求从我这里向你解送千磅黄金。 黄金的份量纵然极其沉重,却未曾惊扰我的心灵,反而因你如此迅速的灭亡而令我痛哭流涕。因为我在心中念及,我本人与你的贵德昔日曾共同修习神圣而至善的文字。我们双方曾研读神圣且蒙神启示的经卷,那时你并无一事不晓;然而眼下你却陷于无节,竟被如此狂妄的傲慢所盘踞营扎。最温和的皇帝,你往日素知我们未曾以贪恋钱财度日;如今在眼下这一刻,你却要求我们向你解送千磅黄金。因此,最温和的皇帝,求你宽贷我们吧,我们所拥有的微薄产业,甚至若今日想要果腹都尚不足用。因为在我们这里,厨役的技艺理所当然是闲置的,他们的刀刃亦不染血腥。我们这里最贵重的食物——所谓的丰盛所在——不过是菜叶配以最粗糙的面包和变酸的酒;以使我们的感官不致被饕餮所眩惑而在愚妄中度日。 你那声名显赫的护民官劳苏斯——在你的热烈追求上对你忠贞之人——亦向我报告了此事:有一妇人因其子遭人投毒致死而来到你的温和座前请愿,而你们已判定,绝不许有投毒之人存在,若有则处以死刑,或者唯独将那些与野兽搏斗之人留存性命。此事由你们裁决虽属公正,在我看来却颇为怪异。因为你企图用微小的药物来医治创伤的巨大痛楚,这实乃充斥着全般的荒谬;你既已侮辱了上帝,却徒劳地对寡妇和孤儿施予顾恤。盖前者狂悖而危险,后者方显仁慈与同情。 我们身为平民,向皇帝进言尚且沉重;然而向神陈说,对你而言将显得更为沉重。因为神与人之间将不会显现任何中保。然而,凡你所读的,你并未明白;因为你若明白了,就决不至于定罪。
- 41ἀλλʼ αὐτός, ἐπανελθὼν καὶ ὑπερμεγέθης γενόμενος
主格代词 ἀλλʼ αὐτός 在句首强化并重新引出主语,带领随后的分词(ἐπανελθὼν καὶ ὑπερμεγέθης γενόμενος)和插入从句(ὥς γε... εἰς τοῦτο),直至句子的主要动词 ἤρξω(“开始”);其后并列的不定式 φρονεῖν、ὑπεραίρεσθαι 与 ἐνυβρίζειν 皆受 ἤρξω 统辖。
- 41ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς
动词 στρατοπεδεύω(安营、扎营)的被动态分词,此处借用军事术语作隐喻,意为“被如此狂妄的意气所安营盘踞”,形象地描绘出心灵被骄傲的情绪完全占领并禁锢的状态。
- 41τῷ ἐξεστηκότι οἴνῳ
ἐξεστηκότι 为动词 ἐξίστημι 的完成时主动分词(作不及物用法),指“脱离原状的”、“变质的”;用于葡萄酒时,意指“变酸的酒”或“劣质酸酒”。
- 41ἃ μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως
此处直接反用尤利安信末的名句“ἃ δὲ ἀνέγνων, ἔγνων καὶ κατέγνων”(凡我所读的,我已明白,且已定罪)。后半句构成过去相反的非真实条件句(条件从句用不定过去时直陈式 ἔγνως,结果从句用 ἄν 加不定过去时直陈式 κατέγνως),意为“你若真明白了,就决不会定罪”。
