← 该撒利亚的巴西流

书信集

§39-40

皇帝尤利安致巴西尔的邀请与勒索书信

在第一封信中,尤利安称道摆脱宫廷虚伪的真挚友谊与勤政日常,敦促巴西尔乘驿前来相叙;在第二封信中,尤利安夸耀征服蛮族的功绩,指责巴西尔的傲慢不敬,勒令其在进军途经凯撒利亚时进贡千磅黄金,否则将毁城建庙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39

Ἰουλιανὸς Βασιλείῳ Ἡ μὲν παροιμία φησίν, Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας, Ὦ χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν, ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρʼ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. Ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς πάρεργον αὐτὸ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοί, καὶ πάντως ἱκανοὶ πρὸς πάντα. δίδωμι οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως μόνης, ἧς οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθʼ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος, ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλους ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων. ἔνθεν ἔξεστιν ἡμῖν (ἀπείη δὲ φθόνος) ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι,1 καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα. Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες (ἐπῄνεσα γὰρ ἐμαυτόν, ὥσπερ Ἀστυδάμας), ἀλλʼ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ,2 ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησόμενος δρόμῳ. συνδιατρίψας δὲ ἡμῖν ἐφʼ ὅσου σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφʼ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιῇ.

尤利安致巴西尔: 俗语云:“你所报的并非战事”,但我愿从喜剧中补上一句:“啊,宣告了金玉良言之人!”来吧,请以行动证明此言,速速来到我们这里;因为你将是作为朋友来到朋友身边。 凡将国事视为副业之人,这关涉诸事的普遍且持续的忙碌在他们看来或许有些繁重,但依我深信,分担治理之责的人皆温厚聪慧,在各方面皆完全胜任。因此我自许安适,以致在毫不懈怠任何事务的同时亦得安歇。因为我们彼此相处,绝非仅仅带着宫廷的虚伪——我料想你直到今日对此已深有体会——在那种虚伪中,人们一面赞美,一面心怀甚至对最深仇敌都不曾有的刻骨仇恨;然而我们以应有的直率,在必要时彼此规劝与指责,却丝毫不亚于挚友般彼此相爱。由此我们得以(但愿没有嫉妒!)在从容中勤勉,在勤勉中不觉劳顿,毫无惧色地安睡;因为我即便醒着,理所当然亦非更多为了自己,而是为了所有其他人而保持警醒。 我向你絮叨并胡言乱语这些事,或许是犯了某种糊涂(因为我正如阿斯提达马斯那样夸耀了自己);但我寄出这封信,乃是为使你确信,作为明智之士的你的莅临,对我们而言更是有所裨益,而非占用我们的一些时光。因此,正如我所言,请使用国家邮驿迅速前来。在陪伴我们度过随你心意的时日之后,你将在我们以得体之礼遣送之下,前往你所愿意去的任何地方。

§40

Ἰουλιανὸς Βασιλείῳ Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομίσαμεν τοὺς οἰκοῦντας τὴν ὑφʼ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων Ὠκεανοῦ δῶρά μοι κομίζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς. ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες, οἱ εὐμορφοποικιλοκανθαρόμορφοι , οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνται ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοί μοι ποιεῖν ἐκεῖνα ἅπερ τῇ ἐμῇ πρέπει βασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνῳ ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι Σάπωριν ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐν ταὐτῷ δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴν Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗτοι πάντες ἐν δευτέρᾳ τάξει τῆς ἐμῆς γένωνται ὑπόφοροι καὶ ὑποτελεῖς. Ἀλλʼ αὐτὸς ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας, εὐλάβειαν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προβαλλόμενος· καὶ πανταχοῦ διαφημίζων ἀνάξιόν με τῆς τῶν Ῥωμαίων βασιλείας γεγονέναι. ἦ οὐκ οἶσθα αὐτὸς ὡς Κωνσταντίου τοῦ κρατίστου ἀπόγονος γέγονα; καὶ τούτων οὕτω γνωσθέντων ἡμῖν σοῦ εἵνεκα, οὐδὲ τῆς προτέρας ἐξέστημεν διαθέσεως, ἧς ἔτι νέοι ὄντες τῇ ἡλικίᾳ ἐγώ τε καὶ σὺ μετεσχήκαμεν. ἀλλὰ γαληνῷ τῷ φρονήματι θεσπίζω δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐν τῇ παρόδῳ μου τῇ κατὰ τὴν Καίσαρος, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος, σὺν πολλῷ τῷ τάχει ἀφικνουμένου μου ἐπὶ τὸν Περσικὸν πόλεμον· ἑτοίμου ὄντος μου, εἰ μὴ τοῦτο ποιήσεις, πάντα τόπον ἀνασκευάσαι τῆς Καίσαρος, καὶ τὰ πάλαι αὐτῆς ἐγηγερμένα καλλιουργήματα καταστρέψαι, καὶ κατὰ τόπον ναούς τε καὶ ἀγάλματα ἀναστῆσαι, ὥστε με πείσειν πάντας εἴκειν βασιλεῖ Ῥωμαίων, καὶ μὴ ὑπεραίρεσθαι. τὸ οὖν ἐξονομασθὲν χρυσίον ἐξαριθμοζυγοκαμπανοτρυτανίσας3 καὶ διαμετρήσας, ἀσφαλῶς ἐξαπόστειλόν μοι δι’ οἰκείου πιστοῦ σοι ὄντος, δακτυλίῳ τῷ σῷ σφραγισάμενος, ὥστε με ἐπεγνωκότα κἂν ὀψέ ποτε τοῦ καιροῦ τὸ ἀπαραίτητον, γαληνόν σοι γενέσθαι4 περὶ τὰ ἐπταισμένα. ἃ δὲ ἀνέγνων, ἔγνων καὶ κατέγνων.

尤利安致巴西尔: 我迄今为止展现出自幼便深植于体内的温和与仁爱,已使普天之下居住的万民尽皆归顺臣服。看哪,远至大洋之界的一切蛮族,皆携贡物来到我的脚前。同样,生养于多瑙河畔的萨加达雷斯人——那些形貌秀美而又斑驳各异、貌如甲虫、不具常人面貌而面貌凶残的异类——如今亦匍匐于我的足迹之下,向我许诺必行合乎我王权之事。然而我并非仅汲汲于此,我更须以极速赶赴波斯之地,击溃大流士的后裔沙普尔,直至他向我纳贡称臣;同时亦须劫掠印度与萨拉森人的近邻诸邦,直至他们全都在第二序列中向我的统治纳贡称臣。 然而你自视凌驾于这些万民的力量之上,口称身被虔敬,实则显露无耻,且在各处散布流言,称我不配得罗马人的帝位。难道你自己不知我是最尊贵的君士坦提乌斯的后裔吗?尽管因你的缘故这些事已为我们所知,我们亦未背弃往昔的情谊——那是当年你我尚在青年之时所共同拥有的。但我仍以平和的心境降旨:在我路经凯撒利亚、尚在公道途中极速赶赴波斯战争之际,须由你向我送解一千磅黄金。若你不照此办理,我已准备停当,必将彻底摧毁凯撒利亚的各处处所,夷平其昔日所建之精美建筑,并在各地兴立庙宇与雕像,以教导所有人顺服罗马人的皇帝,不可狂妄自大。因此,在将上述黄金清点、称重、校准并量明之后,以你的印戒封缄,借由你所信赖的忠仆妥善送交于我;以便使我即便迟延亦能察知这不可逃避之必然,从而就你的过犯对你展现宽仁。凡我所读的,我已明白,且已定罪。

语法注4 条
  1. 39ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι

    依附于非人称结构 ἔξεστιν ἡμῖν 的修辞性并列结构。分词 ἀνειμένοις(“松弛的、从容的”)与 σπουδάζουσι(“专注的、勤勉的”)在与格上与 ἡμῖν 一致,分别作补足不定式 σπουδάζειν 与 μὴ ταλαιπωρεῖσθαι 的状语修饰,形成了动词 σπουδάζω 在分词与不定式之间的回环修辞。

  2. 39προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ

    由动词 πείσω(支配宾格 σε)引出的不定式从句,逻辑主语为宾格 τὴν σὴν παρουσίαν。其中固定习语 προὔργου ποιεῖν(由 πρὸ ἔργου 演化而来,意为“有益、有用”)支配与格 ἡμῖν,并由比较结构 μᾶλλον ... ἤ(“与其……毋宁……”)与 ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ(“占用我们的一些时间”)形成并列对比。

  3. 40ἐξαριθμοζυγοκαμπανοτρυτανίσας

    一个极不寻常的、带有戏谑和夸张色彩的长复合不定过去时主动分词(主格阳性单数)。由前缀 ἐξ-(彻底)+ ἀριθμός(计数)+ ζυγόν(秤杆)+ campana/κάμπανα(罗马式吊秤)+ τρυτάνη(天平)连缀而成,极其夸张地强调必须巨细靡遗、分厘不差地清点和称量所勒索的黄金。

  4. 40ὥστε με ἐπεγνωκότα κἂν ὀψέ ποτε τοῦ καιροῦ τὸ ἀπαραίτητον, γαληνόν σοι γενέσθαι

    由 ὥστε 引导的结果从句,后接“宾格加不定式”结构。不定式 γενέσθαι 的逻辑主语为宾格 με,完成时分词 ἐπεγνωκότα 与之同格一致。该分词支配中性名词短语 τὸ ἀπαραίτητον(“不可避免的必然”),中间插入了副词性短语 κἂν ὀψέ ποτε τοῦ καιροῦ(“哪怕在时间上已迟延”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:39-40