- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:38#5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐明《希伯来书》1章3节中“荣耀的光辉”与“位格的真像”这一表述意在彰显子与父之间不可分割、共时的紧密关系,而非区分位格,并通过像与镜子的比喻论述对子的认识如何达致对父的认识。
Ἀλλʼ ἡμεῖς τοῦτό φαμεν, ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ ἀποστόλῳ ὁ λόγος,1 πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς· δόξης ἀπαύγασμα λέγων, καὶ χαρακτῆρα τῆς ὑποστάσεως· ὅνπερ ὁ ἀκριβῶς νοήσας οὐδὲν εὑρήσει τοῖς παρʼ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλʼ ἐπί τινος ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. οὐ γὰρ ὅπως διακριθεῖεν ἀπʼ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ὁ ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλʼ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη. καὶ γὰρ οὐκ εἶπεν, Ὃς ὢν δόξα τοῦ Πατρός, καίτοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ Μονογενοῦς διορίζεται δόξαν, τὸ ἀδιαστάτως συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος. ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν ἡ αὐγή, οὐ μὴν ὑστέρα μετὰ τὴν φλόγα ἐστὶν ἡ αὐγή, ἀλλʼ ὁμοῦ τε ἡ φλὸξ ἀνέλαμψε, καὶ συναπηυγάσθη τὸ φῶς· οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν Μονογενῆ διορίζεσθαι, ἀλλʼ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συνυπολαμβάνειν. Κατὰ τὸν αὐτὸν οὖν τρόπον, ὥσπερ ἐφερμηνεύων τὸν προαποδοθέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρά φησι, τοῖς σωματικοῖς ἡμᾶς ὑποδείγμασι πρὸς τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν. ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλʼ ἕτερος μὲν ὁ τοῦ σχήματος, ἕτερος δὲ ὁ τοῦ σώματος λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου· πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃς τὸ σχῆμα τοῦ σώματος, ἡ φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον· οὕτως οἴεται δεῖν ὁ ἀπόστολος, κἂν ὁ τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διῃρημένην τὴν τῶν ὑποστάσεων διδάσκῃ διαφοράν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμφυὲς τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παριστάναι, οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ Μονογενοῦς, ἀλλʼ ὡς οὐ παραδεχομένου μεσότητά τινα τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ Μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενίσαντα καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι, οὐκ ἐπαλλασσομένης οὐδὲ συναναμιγνυμένης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος, ὡς ἢ τῷ Πατρὶ τὴν γέννησιν, ἢ τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν, ἀλλʼ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντας, ἐφʼ ἑαυτοῦ μόνου καταλαβεῖν τὸ λειπόμενον.2 οὐδὲ γάρ ἐστι δυνατόν, Υἱὸν ὀνομάσαντα, μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι, σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συνεμφαινούσης. Ἐπειδὴ τοίνυν ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, καθώς φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, διὰ τοῦτο χαρακτῆρά φησιν εἶναι τὸν Μονογενῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως. καὶ ὡς ἂν μᾶλλον ἐπιγνωσθείη τὸ νόημα, καὶ ἄλλας συμπαραληψόμεθα τοῦ ἀποστόλου φωνάς, ἐν αἷς εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τῆς ἀγαθότητος αὐτοῦ πάλιν εἰκόνα φησίν, οὐχὶ τῷ διαφέρειν τοῦ ἀρχετύπου τὴν εἰκόνα κατὰ τὸν τῆς ἀορασίας καὶ τῆς ἀγαθότητος λόγον, ἀλλʼ ἵνα δειχθῇ ὅτι ταὐτὸν τῷ πρωτοτύπῳ ἐστί, κἂν ἕτερον ᾖ. οὐ γὰρ ἂν ὁ τῆς εἰκόνος διασωθείη λόγος, εἰ μὴ διὰ πάντων τὸ ἐναργὲς ἔχοι καὶ ἀπαράλλακτον. οὐκοῦν ὁ τὸ τῆς εἰκόνος κατανοήσας κάλλος ἐν περινοίᾳ τοῦ ἀρχετύπου γίνεται. καὶ ὁ τοῦ Υἱοῦ τὴν οἱονεὶ μορφὴν τῇ διανοίᾳ λαβὼν τῆς πατρικῆς ὑποστάσεως τὸν χαρακτῆρα ἀνετυπώσατο, βλέπων διὰ τούτου ἐκεῖνον, οὐ τὴν ἀγεννησίαν τοῦ Πατρὸς ἐν τῷ ἀπεικονίσματι βλέπων (ἦ γὰρ ἂν δι’ ὅλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον),3 ἀλλὰ τὸ ἀγέννητον κάλλος ἐν τῷ γεννητῷ κατοπτεύσας. ὥσπερ γὰρ ὁ ἐν τῷ καθαρῷ κατόπτρῳ τὴν γενομένην τῆς μορφῆς ἔμφασιν κατανοήσας, ἐναργῆ τοῦ ἀπεικονισθέντος προσώπου τὴν γνῶσιν ἔσχεν, οὕτως ὁ τὸν Υἱὸν ἐπιγνοὺς τὸν χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως, διὰ τῆς τοῦ Υἱοῦ γνώσεως, ἐν τῇ καρδίᾳ ἐδέξατο. πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ καθορᾶται, καὶ πάντα τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστιν, ἐπειδὴ καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ μένει καὶ ὅλον ἔχει πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα. ὥστε ἡ τοῦ Υἱοῦ ὑπόστασις οἱονεὶ μορφὴ καὶ πρόσωπον γίνεται τῆς τοῦ Πατρὸς ἐπιγνώσεως· καὶ ἡ τοῦ Πατρὸς ὑπόστασις ἐν τῇ τοῦ Υἱοῦ μορφῇ ἐπιγινώσκεται, μενούσης αὐτοῖς τῆς ἐπιθεωρουμένης ἰδιότητος εἰς διάκρισιν ἐναργῆ τῶν ὑποστάσεων.
然而我们这样说:使徒在此处的言论满足了另一个目的,他是注视着这个目的才使用了这些词句,即称祂为“荣耀的光辉”与“位格的真像”。凡精确理解此意者,必不会发现它与我们所言有任何相悖之处,反而会发现这番言论是基于某种独特的概念而展开的。因为使徒的论述并非致力于如何借着显现的标志使诸位格彼此相区分,而是致力于如何使子与父之关系的真实、无间隔与紧密连结得以被理解。因为使徒确实没有说“祂既是父的荣耀”——尽管实情正是如此——而是将此作为公认之事略过不提,教导人不应将父与子构想为具有不同种类的荣耀,从而将独生者的荣耀界定为父自身荣耀的光辉,借由关于光的范例阐明子乃是与父无间隔地被一同构想。因为正如光华出自火焰,但光华决不落后于火焰,而是火焰燃起的同时光芒便一同照耀;同样,使徒亦希望子被构想为出自父,然而独生者决不因任何带有间隔的延续而与父的实存相隔绝,而是始终将出自原因者与原因一同领会。 因此,使徒以同样的方式,宛如阐释先前所赋予的含义,又称祂为“位格的真像”,借由有形的肉体范例引导我们理解不可见之事。因为正如物体全然处于形相之中,但形相的定义是一回事,物体的定义则是另一回事,绝无人在阐明其中一者的定义时会与关于另一者的定义相混同;然而,即便你在概念上将形相与物体分开,自然却不接受这种分离,反倒是一者与另一者紧密相连地被构想;使徒同样认为,纵然信仰之理教导诸位格有着不相混淆且彼此分立的区别,但借由所言之事,亦须将独生者对父之紧密且宛如浑然一体的关系呈现出来——这并非意味着独生者也不处于位格之中,而是意味着祂自身与父的联合不容许任何中介的间隔;以致凡借着心灵之眼注视独生者之印记的人,亦能达到对父之位格的领会。这并非由于在祂们身上所审视到的独特性发生互换或彼此混杂,以致将受生强加给父,或将非受生强加给子,而是因为绝不可能将一者与另一者分离之后,单独就其自身去把握留下的那一者。因为称呼了子,就不可能不随之领会父,此一称谓依关系而言亦共同表明了父。 因此,正如主在福音书中所说,“看见了子的就是看见父”,正因如此,使徒才说独生者是父之位格的真像。为了使这一含义得到更清楚的认识,我们还要引述使徒的其他词句,他在其中称祂为“不可见之神的像”,又称祂为“祂良善的像”;这并不是说像在不可见与良善的理路上与原型有所不同,而是为了表明像即便有所区别,亦与原型是同一的。因为若非在一切事上都具有明晰与毫无变异的特质,像的理路便无法存立。因此,领会了像之荣美的人,便达到了对原型的领会。而在理性中领受了可说是子的形貌的人,便铭刻了父之位格的印记,借由前者注视后者——并不是在摹本中注视父的非受生性(否则就完全是同一者而非另具区别了),而是在受生者之中观照那非受生的荣美。因为正如在明净的镜子中领会了形貌所生之映象的人,便获得了对被映照面容的明晰认识,照样,认知了子的人,借着对子的认识,亦在心中接纳了父之位格的印记。因为父的一切在子里面均被看见,子的一切亦皆属于父,因为全子常在父里面,且在其自身内又拥有全父。因此,子的位格宛如成了认识父的形貌与面容;而父之位格亦在子的形貌中被认知,同时祂们身上所审视到的独特性依然存留,以实现诸位格的明晰区分。
- 38ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ ἀποστόλῳ ὁ λόγος
与格 τῷ ἀποστόλῳ 在动词 πληροῖ 中作关涉或视角与格(“对使徒而言”或“在使徒看来”)。主语为 ὁ λόγος(“那言论/措辞”),整句意为“在此处那言论对使徒而言满足了另一目的”。
- 38ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντας, ἐφʼ ἑαυτοῦ μόνου καταλαβεῖν τὸ λειπόμενον
此处是由 ὡς 引导的非人称绝对宾格结构(accusative absolute),分词 ἐνδεχόμενον 表明主观原因(“鉴于……是不可能的”)。分词 διαζεύξαντας 采用宾格,作为不定式 καταλαβεῖν 的泛指/一般性逻辑主语。
- 38ἦ γὰρ ἂν δι’ ὅλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον
此句为与现在事实相反的虚拟语气结论句(反事实结构)。句首的 ἦ 为强调小辞(ἦ γὰρ ἄν 为固定搭配,意为“因为若是那样,确实就会……”),谓语动词未完成过去时 ἦν 与小辞 ἄν 结合,表示与现在事实相反的结论:“否则就完全是同一者而非另具区别了”。
