- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:38#4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者以彩虹色彩既连结又区分的现象为范例,阐明三位一体中本体的同一性与位格的独特性的关系,并引出基于《希伯来书》1章3节关于子为父“位格的真像”可能产生的反驳。
Καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν· οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναι τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον τοῖς πρὸς ἃ ἡ τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται. πόθεν οὖν φαμὲν τὸ διακεκριμένον ἅμα καὶ συναφὲς ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι; ἤδη ποτὲ τοῦ ἐν τῇ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι, ἐκεῖνο λέγω τὸ τόξον, ὅπερ ὁ κοινὸς λόγος ἴριν εἴωθεν ἐπονομάζειν· ὅ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμένη τις ᾖ πρὸς τὸν ἀέρα νοτίς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καὶ παχύ, νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτίς, κατὰ τὸ πλάγιον ὑποδραμοῦσα τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς νεφώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερείσηται, οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τὸ ἔμπαλιν ἀπὸ τοῦ ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι, κυκλοτερὲς δὲ τοῦ ἡλίου τὸ σχῆμα, τὸ διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον,1 ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν ἡ αὐγὴ καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν καὶ διῄρηται. πολύχροος γάρ τις οὖσα καὶ πολυειδής, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα· ὡς μὴ ἂν ἐπιγνωσθῆναι2 τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον τὸν μιγνύοντα δι’ ἑαυτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτερότητα, ἢ τοῦ πυραυγοῦς πρὸς τὸ πορφύρεον, ἢ ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατὰ ταὐτὸν ὁρώμεναι καὶ τηλαυγεῖς εἰσί, καὶ τῆς πρὸς ἀλλήλας συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν, ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἢ τὸ σμαράγδιζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται. Ὥσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, οὕτω μοι λόγισαι δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας, ὥσπερ τι ἄνθος τῶν κατὰ τὴν ἴριν φαινομένων, ἐπαστράπτειν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδεμίαν ἑτέρου πρὸς τὸ ἕτερον ἐπινοεῖσθαι διαφοράν, ἀλλʼ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωριστικὰς ἰδιότητας ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κἀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχροον ἐκείνην αὐγὴν μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη· τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ ξενοπαθεῖν τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μέν τι κοινὸν ἐν τῇ ἁγίᾳ Τριάδι τὸ δὲ ἰδίαζον ὁ λόγος ἐνεθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγεται, ἡ δὲ ὑπόστασις τὸ ἰδίαζον ἑκάστου σημεῖόν ἐστιν. Ἀλλʼ ἴσως οἴεταί τις μὴ συμβαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ ἀποστόλου γραφῆς, ἐν οἷς φησὶ περὶ τοῦ Κυρίου, ὅτι Ἀπαύγασμα τῆς δόξης αὐτοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως.3 εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δέ, ὥσπερ ἐπὶ τοῦ Πατρός, εἶναί τι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, δι’ οὗ μόνος ἐπιγινώσκεται, κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ Μονογενοῦς τὸ ἴσον πιστεύεται· πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ Γραφή, τὸν δὲ Υἱὸν μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλʼ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ἡ ὑπόστασις τὸ ἰδίαζον τῆς ἑκάστου ὑπάρξεως σημεῖόν ἐστι, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως εἶναι ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκέτι διαμένει τῷ Πατρὶ κατʼ ἐξαίρετον ἐπʼ αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς ἡ τοῦ Μονογενοῦς χαρακτηρίζεται ὕπαρξις.
请将我的言论当作真理的范例与影子来接纳,而不可当作事物的真理本身;因为在范例中所观察到的事物,绝不可能在所有方面都完全适用于需要采用这些范例的对境。那么,我们凭何说从向我们感官显现的现象中,可以类比推出既相区分又相连结的事物呢?你是否曾在春日里观瞻过云中之弓的璀璨光华——我指的是普通俗语习惯称之为“虹”的那张弓?精通此道的人说,当某种湿气与空气相融,风力将蒸气中潮湿稠厚、已然成云的部分挤压成雨时,虹便形成。他们说虹是这样形成的:当日光斜向射入浓密阴蔽的云层下方,继而将其固有的圆轮正面投射在某块云朵上时,光线便发生某种向自身的弯折与返回,光华从湿润发亮之处向反方向折回。因为炽热闪耀的光芒若落于光滑之物,其本性便是向自身折射;而太阳的形状是圆形的——即通过光线在空气湿润光滑之处所形成的形状——依循太阳圆轮的形状,紧邻云朵的空气亦必然借由反照的光华而被勾勒出轮廓。这光华因此既在自身中连续,又是被分割的。因其具有多色且呈多态,借由染色的斑斓花彩在不知不觉中与自身相融,隐秘地从我们眼中盗去了不同色彩彼此交汇的界线;以致在苍青与炽烈火光之间,那凭自身既混合又隔开诸色相异性的中间地带无法被辨识,火光与紫色之间、或紫色与琥珀色之间亦然。因为所有色彩的光华同时显现,既璀璨夺目,又隐匿了彼此连结的标记,从而逃避了严密的审辨,以致无法查明光华中火红或翡翠之色究竟延伸至何处,又从何处起不再是远观中所呈现的那般模样。 因此,正如在范例中我们虽能清晰辨明色彩的差异,感官却无法把握彼此之间的界限,请为我这样思量,就神圣教义同样能够进行类比推想:诸位格的独特性,宛如虹中所显现的某种花彩,闪耀于圣三位一体中所信仰的每一位格之上;然而按本性而言的独特性,则构想不出彼此之间有任何差异,反倒是在本体的共通性中,识别性的诸独特性照耀于每一位格之上。因为在那个范例中,映照出那多色光华的也是单一的本体,借由太阳光线而反射;而显现之物上的花彩则是多态的——这一论理教导我们,即便借由受造物,当我们陷入难以察觉的幽微之中而对所说之事的认同感到目眩时,亦不致对关于教义的论述感到惶惑。因为正如在肉眼可见的事物上,经验已显出优于对原因的理性探究,在超越之教义上,信仰亦优于通过推论的把握,它同时指明在位格上的分立与在本体上的相连。因此,既然论理在圣三位一体中审视到了某种共通者与某种独特者,共通性的论理便归于本体,而位格则是每一者的独特标记。 然而,或许有人会认为,关于位格所给出的论理与使徒经文的意旨并不相合,使徒在谈及主的地方说祂是“祂荣耀的光辉,祂位格的真像”。因为如果我们已经判定,位格乃是围绕每一者的诸固有特征的聚集,并且公认如同在父身上一样,存在着某种被独特审视、借此唯独祂得以被认知的特性,且按同样的方式关于独生者亦持有同等的信仰;那么为何在此处圣经单单将位格的名称赋予父,却称子为位格的形貌,不是以其固有的标识、而是以父的标识被刻画呢?因为如果位格是每一者实存的独特标记,而公认非受生乃是父所特有的,子却被父的诸固有特征所塑造,那么,若独生者的实存正是由父的独特性所刻画,父独享“非受生”之称的卓越地位便不再留存了。
- 38τὸ διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον
该冠词加分词短语(“通过光线在空气湿润光滑之处所形成的形状”)与前面的子句 κυκλοτερὲς δὲ τοῦ ἡλίου τὸ σχῆμα(“太阳的形状是圆形的”)同位并列。在句意上,它导向主要谓语动词 ἐξ ἀνάγκης ... περιγράφεται(“必然被勾勒出轮廓”),解释了太阳圆轮投射于空气层并形成虹弧的物理过程。
- 38ὡς μὴ ἂν ἐπιγνωσθῆναι
这是由表示结果的连词 ὡς 搭配 ἄν 及不定式 ἐπιγνωσθῆναι 构成的潜在结果从句(“以致绝不可能被辨识”)。该结构承接前面的分词短语 ὑποκλέπτουσα,强调人类感官在彩虹渐变色中无法探知色彩确切分界线的必然结果。
- 38Ἀπαύγασμα τῆς δόξης αὐτοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως
引自新约《希伯来书》1章3节。在此处经文中,“位格”(hypostasis)作为神(父)的单数属性出现。这构成了下文神学反驳的核心:若位格被定义为每一位格独特特征的汇聚,而子是父之位格的印记,这是否意味着父特有的非受生性也转移给了子?
