- 底本
- Saint Basil. The Letters. Vols. 1-4. Deferrari, Roy J., editor. London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1926-34 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2040.tlg004.humanitext-grc2:38#3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明了三位一体各神圣位格借由独特标识(无原因性、独生的照耀、经由子的发出)所作的区分,并论证了由于本体的完全连续性,对任一位格的认知与接纳必然不可分割地连带包含其余两位格。
Ὁ δὲ Υἱός, ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθʼ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν, κατὰ τὸ ἰδίαζον τῶν γνωρισμάτων, τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἢ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. ὁ δὲ ἐπὶ πάντων Θεός, ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως, τὸ Πατὴρ εἶναι, καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι, μόνος ἔχει· καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινώσκεται. τούτου ἕνεκεν ἐν τῇ τῆς οὐσίας κοινότητι ἀσύμβατά φαμεν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ Τριάδι γνωρίσματα, δι’ ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων προσώπων, ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου· ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξευρεθῆναι·1 κατὰ δὲ τὸ ἄπειρον, καὶ ἀκατάληπτον, καὶ τὸ ἀκτίστως εἶναι, καὶ μηδενὶ τόπῳ περιειλῆφθαι, καὶ πᾶσι τοῖς τοιούτοις, μηδεμίαν εἶναι παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει, ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι. καὶ δι’ ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων κατανοήσειε, διὰ τῶν αὐτῶν προσελεύσεται, ἀπαραλλάκτως, ἐπὶ Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τῆς διανοίας κενεμβατούσης.2 διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον, οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης, ἥτις κεχηνέναι ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα. ἀλλʼ ὁ τὸν Πατέρα νοήσας, αὐτόν τε ἐφʼ ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο· ὁ δὲ τοῦτον λαβὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἀπεμέρισεν, ἀλλʼ ἀκολούθως μέν, κατὰ τὴν τάξιν, συνημμένως δέ, κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμένην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο. καὶ ὁ τὸ Πνεῦμα μόνον εἰπὼν συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστὶ τὸ Πνεῦμα. καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστὶ τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησιν ὁ Παῦλος, ὥσπερ ἐξ ἁλύσεως ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο, οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν ὁ προφήτης, δι’ αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα συνεφειλκύσατο. καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τις λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν, πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον.3 οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ἐν τῷ Πατρὶ ὢν ἀποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματός ποτε διαζευχθήσεται τοῦ ἰδίου ὁ πάντα ἐν αὐτῷ ἐνεργῶν. ὡσαύτως δὲ καὶ ὁ τὸν Πατέρα δεξάμενος καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει. οὐ γὰρ ἔστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατʼ οὐδένα τρόπον, ὡς ἢ Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι, ἢ τὸ Πνεῦμα τοῦ Υἱοῦ διαζευχθῆναι· ἀλλά τις ἄῤῥητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ ἡ κοινωνία καὶ ἡ διάκρισις, οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδίαζον τῶν γνωρισμάτων ἀναχεούσης.4 μὴ θαυμάσῃς δὲ εἰ τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμένον εἶναί φαμεν, καί τινα ἐπινοοῦμεν, ὥσπερ ἐν αἰνίγματι, καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν.
另一方面,子乃是通过自身且与自身一同彰明从父发出的圣灵的那一位,祂唯独作为独生者从非受生的光中照耀而出,按认知标识的独特性而言,祂与父或与圣灵毫无相通之处,而唯独借由上述标记得以被认知。而在万有之上的神,唯独拥有作为祂自身位格之卓越标识的“作为父”以及“不从任何原因而实存”;且借着这一标记,祂自身同样被独特地认知。正因如此,我们主张在本体的共通性中,于三位一体中所审视的诸标识是不可通融且不可共用的,借由这些标识,信仰中所传承之诸位格的独特性得以显明,每一位格都借其固有标识被判然有别地把握;从而借由上述标记,诸位格的分立得以确立;然而按无限、不可把握、非受造而实存、不受任何空间局限以及所有诸如此类者而言,在此赋生本性中没有任何差异——我指在父、子与圣灵之中——反倒在祂们里面观察到某种连续且不可割裂的相通。并且无论人通过何种概念来领会圣三位一体中所信仰之任一位格的伟大,他都将通过相同的概念进前,毫无差异地瞻仰父、子与圣灵的荣耀,其思绪绝不会在父、子与圣灵之间的任何间隙中踏入虚空。因为在祂们中间没有任何穿插其间之物,既不存在任何神圣本性之外的实体,以致能够通过异质之物的介入而使神圣本性分裂相抗;亦不存在某种非实存空间之空虚,以致因空虚的插入而隔开连续体,从而使神圣本体朝向自身的和谐出现裂罅。相反,凡思想父的人,既已就其自身思想了父,也在思想中一同接纳了子;而凡接纳了此者的人,并未将圣灵与子隔开,反倒在自身中印刻了三者同时相合的信仰——按次序固然是顺承的,但按本性则是紧密结合的。凡单单提起圣灵的人,亦在此承认中连带包容了圣灵所属的那一位。既然正如保罗所说,圣灵是基督的,且是出于神的,那么正如触及链条一端的人亦拉动了另一端一样,按照先知所说吸纳了圣灵的人,亦借由祂一同吸引了子与父。并且若有人真正接纳了子,他将见子由两端相随:一边连带着祂自己的父,另一边连带着祂自己的灵。因为常在父里面的那一位绝不能从父被切除,而在圣灵里运行万事的那一位亦绝不会与其自身的灵相分离。同样,接纳了父的人,亦在效力上一同接纳了子与圣灵。因为绝不可能以任何方式构想截断或割裂,以致使子脱离父而被思想,或使圣灵与子相分离;反倒在祂们里面得以把握某种不可言说且不可领悟的相通与区分,既非诸位格的差异割裂了本性的连续,亦非按本体的共通性混淆了诸标识的独特性。因此,若我们说同一事物既是紧密相连的又是彼此区分的,并如同谜语一般构想出某种新奇而逆反常理的“相连之区分”与“区分之连结”,你切不可惊奇。因为若非有人好争辩且怀着恶意来聆听此论述,即便在感官事物中也是能够发现此类现象的。
- 38ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξευρεθῆναι
由 ὥστε 引领不定式(ἐξευρεθῆναι)构成的结果从句,承接前文指明借由固有标记彰显各自分立乃是必然结论。后文中的不定式 εἶναι(见于 μηδεμίαν εἶναι παραλλαγήν)与 θεωρεῖσθαι 亦同受此 ὥστε 统辖,借由 δέ 的转折,在句法上平行呈现了“位格的区分”与“本性的共通”这两个不可或缺的侧面。
- 38ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τῆς διανοίας κενεμβατούσης
τῆς διανοίας κενεμβατούσης 为属格独立结构,作前文 προσελεύσεται ... βλέπων 的伴随状况或方式状语(意即“思绪不踏入虚空”)。介词短语 ἐν οὐδενὶ διαλείμματι 则修饰分词 κενεμβατούσης,强调父、子与圣灵之间绝无任何本体论或时间上的间隙存在。
- 38ἕξει αὐτὸν ἑκατέρωθεν, πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον
主动词 ἕξει(ἔχω 的将来时直陈语气)支配宾语 αὐτόν(指子)以及补充充当宾补的分词 συνεπαγόμενον,意为“见祂伴带着……”。相关副词短语 πῆ μέν ... πῆ δέ(“一边……另一边……”)对 ἑκατέρωθεν(“由两端”)作具体展开,分别统辖两个宾格补足语(τὸν ἑαυτοῦ Πατέρα 与 τὸ ἴδιον Πνεῦμα),作为分词 συνεπαγόμενον 的宾语。
- 38οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδίαζον τῶν γνωρισμάτων ἀναχεούσης
由 οὔτε ... οὔτε 并列的两个属格独立结构,其核心分别为 τῆς διαφορᾶς ... διασπώσης 与 τῆς κοινότητος ... ἀναχεούσης,用以说明主句中“相通与区分并存”的伴随状态或理由。两结构各自支配一个宾格直接宾语(前者为 τὸ ... συνεχές,后者为 τὸ ἰδίαζον),在严谨对称的句法结构中平衡地排除了位格割裂(三神论倾向)与本性混淆(撒伯流主义倾向)。
